ἅπαντα γὰρ τὰ τοιαῦθ’ ὑγρὰ καὶ ψυχρὰ καὶ φλεγματώδη, καὶ μᾶλλον ὅσα χωρὶς ἑψήσεως ἐσθίεται, μῆλα καὶ ἄπιοι καὶ σίκυοι· διὸ καί τινες ἑψοῦσι τῶν σικύων τοὺς σκληροτέρους ὁμοίως ταῖς κολοκύνθαις· καὶ τῶν μήλων δὲ καὶ τῶν ἀπίων ἧττον βλάπτουσιν αἶ ἑφθαί. καὶ τῶν ὠμῶν ἐσθιομένων αἶ εἰς ἀπόθεσιν ἐπιτηδειόταται τῶν εἰρημένων ἧττόν εἰσι μοχθηραί. ἀλλὰ γὰρ οὐ περὶ τούτων ὁ λόγος μοι νῦν. Αὖθις οὖν ἐπὶ τὰ λεπτύνντα τούς ἐν τῷ σώματι χυμοὺς ἐδέσματα μέτειμι, τὴν ἀρχὴν ἀκριβέστερον ποιησάμενος ἀφ’ ὧν ἀπέλιπον, ἐπειδὴ διορισμοῦ δεῖταί τινος ἀκριβεστέρου. τὰ τοίνυν ἁπαλὰ καὶ νέα πάντα διὰ τὸ πλῆθος ἔτι τῆς ὑγρότητος ἢν ἔτ’ αύξανόμενα κέκτηται, μέτρια ταῖς δυνάμεσίν ἐστιν, ὧς καὶ μικρῷ πρόσθεν εἴρηται, καὶ διὰ τὴν αἰτίαν τήνδε πολλὰ τῶν φαρμακωδῶν, ἔστ’ ἂν ἔτι φύηται καὶ αὔξηται, παραπλησίως τοῖς ἐδέσμασιν ἐσθίεται, καθάπερ οἵ 23 μικρῷ πρόσθεν] § 8 3 κράμβη GO: caulis L: κράμβαι Ο τεῦτλα] εὑ et λ in lit. G1 (scripserat τλεῦτα) 4 bleta d: blitum p: bletum v δ’ τλεύτων G γε scripsi: τε G: om. L 7 κολοκύνταις G 10. 11 μῆλα—σίκυοι om. L 20 ἀπλᾶ G: tenera L 22 δυνάμεσιν εἰσιν G τε τοῦ σιλφίου καὶ οἶ τοῦ νάπυος κα·υλοὶ καὶ προσέτι τούτοις πυρέθρου τε καὶ σκολύμου καὶ ἠρυγγίου καὶ ἄλλων μυρίων, ἃ δὴ καλεῖν ἔθος ἡμῖν ἐστιν λάχανα τῷ μικρὸν ὕστερον αὐτῶν ἕκαστον ἀκανθῶδές τε γίνεσθαι καὶ μηδὲ τοῖς βοσκήμασιν ἐδώδιμον ὑπάρχειν. εἰδέναι δὲ δεῖ πάντα τὰ τοιαῦτα τελειωθέντα μὲν ἱκανῶς τμητικά, φυόμενα δὲ καὶ αὐξανόμενα μετρίως λεπτύνειν· οὕτω γέ τοι καὶ ἡ ἀκαλήφη πρὶν ξηρανθῆναι παραπλησίως γε μαλάχαις καὶ τοῖς τεύτλοις ἐδώδιμος ὑπάρχει, μάραθρον δὲ καὶ πήγανον καὶ κορίανον καὶ ἄνηθον ἐκ τῆς αὐτῆς ἐστι τούτοις ἰδέας πρὸς τῷ καὶ θερμαίνειν ἐπιφανῶς. ἕτερον δέ τι γένος ἐστὶ λαχάνων ἀγρίων ἧττον τῶν εἰρημένων τμητικόν, ὧς δοκεῖν ἐκ τῆς μέσης τε καὶ οὐδετέρας εἷναι φύσεως ὧς μήτε τέμνειν σαφῶς μήτε παχύνειν· καλεῖται δὲ τὰ τοιαῦτα λάχανα κοινὴ μὲν ἅπαντα σέρις, ἰδ’ ία δὲ κατ’ εἶδος ἕκαστον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖς ἀγροίκοις οἷον αἴ τε θριδακίναι καὶ αἶ χονδρίλαι καὶ τὰ παρὰ τοῖς Σοροῖς γιγγίδια καὶ ἄλλα μυρία τοιαῦτα καθ’ ἕκαστον ἔθνος· Ἀθηναῖοι μέντοι κοινὴ πάντα σέρεις ὀνομάζουσιν· οἶ γὰρ παλαιοὶ τοῖς εἴδεσιν f. 134r G αὐτῶν ἅπασιν | οὐκ ἔθεντο προσηγορίαν οὐδεμίαν.