Ἀλλὰ γὰρ οὗτοι ἐναντιώτατοι τῇδε τῇ διαίτῃ, καὶ οὐ χρὴ μέμφεσθαι τὸν λόγον ὧς ἄλλα μὲν ἐπαγγειλάμενον, ἄλλα δὲ διδάσκειν ἐπιχειροῦντα· χρὴ γὰρ οὐ τὰ λεπτύνοντα μεταδιώκειν μόνον ἀλλὰ καὶ φεύγειν τὰ παχύνοντα τὸν λεπτυνούσῃ διαίτη καλῶς χρήσασθαι προαιρούμενον. οὕτω τοι καὶ αὐτὴν ὅλην τὴν ἰατρικὴν οὐχ ὑγιεινῶν μόνον ἀλλά καὶ νοσωδῶν ἐπιστήμην εἷναί φαμεν, καὶ οὐχ ἧττόν γε νοσ.ωδῶν ἢ ὑγιεινῶν· καὶ γὰρ οὐδ’ <ἂν> βλάπτοιτό τις ἧττον ἐκ τοῦ τοῖς νοσώδεσιν ἢ ἀπέχεσθαι τῶν ὑγιεινῶν. ἁπάντων οὖν ἐπιστήμην ἔχειν προσήκει τὸν καλῶς θατέρῳ γένει προσχρησόμενον, ἀλλὰ τῶν μὲν πρώτων τε καὶ δι’ †αὐτὴν <* * * * *> αἱρετὴν· ἔστι δὲ καὶ τρίτον τι γυιὸς <μέσον> ἀμφοῖν, ὃ μήτ’ ὠφελεῖ βλάπτει, καὶ χρὴ τοῦτο γινὠσκειν οὐτ’ εῖς αἵρεσιν ὑγιεινὸν οὔτ’ εἰς βλάβην νοσῶδες· ἀλλ’ εἰ μὲν παρείη ποτέ, [καὶ] <μὴ> μάτην αὐτοί φύγωμεν ὧς βλάπτον, εἰ δ’ ἀπείη, μὴ μάτην αὐτὸ ζητῶμεν ὧς ὠφελοῦν.