καὶ γὰρ πλήσμιοι καὶ βραδυπόροι καὶ τὰς δία χωρήσεις ἐπέχουσιν ἀμφοτέρας, τάς τε κατὰ γαστέρα καὶ οὐχ ἧττον αὐτῶν τὰς ἐπὶ κύστιν [καὶ μεσάραιον], κἀπὶ πλεῖστον ἐν τοῖς ὑποχονδρίοις μένουσι καὶ ῥᾳδίως ἀποξύνονται καὶ εἰς ἔμετον χωροῦσι, μόνοις δ’ εἰσὶν ἐπιτήδειοι τοῖς κατὰ γαστέρα ῥεύμασιν οὐδὲ τούτοις εἰς κόρον πινόμενοι. τοιοῦτος οἶνος <οὐκ ὀλίρος> ἐν Αἰγαῖς ταῖς Αἰολίσι γεννᾶται ἐν τῷ πεδίῳ καί τις ὅμοιος ἕτερος αὐτῷ κατὰ τὴν ἀστυγείτονα πόλιν Περγάμου Περπερίναν, καὶ πίνουσιν οἶ μὲν ἐπιχώριοι πάντες αὐτοὺς ὑπὸ συνηθείας ἀλύπως· καὶ γὰρ καὶ καταπαύουσιν ἐν τῷ προσήκοντι μέτρῳ τὴν πόσιν· οὐκ ἀλύπως δ’ οἵ τ’ ἀήθεις ἄπαντες καὶ ὅσοι περαιτέρω τοῦ μέτρου προσφέρονται. τρέφουσι δ’ οὗτοι φανερῶς τὰ σώματα τῶν πινόντων, καὶ οἶδά τινας τῶν ἐπιχωρίων 5—12 O 345, 5—11 1 ἐξ αὐτοῦ ὠνεῖσθαι G: ipsa emere v: emere ca pd 2 σπουδάζεσθαι supra vers. m. pr., πιπράσκεσθαι in versu G: habeantur studio (cure v) L 4 convivia L 5 sacrificia L 5 6 πλήσμιός ἐστι (praeced. ὁ οἶνος) Ο: repletionalia sunt L: at hiat πλήσμιοί <εἰσι> 6 δία | διαχωρήσεις G 8 αὐτῶν αὐταῖς G : om. LO καὶ μεσάραιον delevi: om. LO 9 μένουσι G : ἐμμένει Ο: immorantur pd: permanent v: fort, ἐμμένουσι 12 πινόμεν G: bibta pd: cum . . bibuntur v <οὐκ ὀλίγος> om. G : non paucum L 12. 18 in egis L: ἐν γαῖς G : cf. XV 645, 10 15 Περπερίναν cf. XV 645, 10 VI 800, 11. 16 804, 18 337 15 (unde corr. X 833, 16) 20 πινόντων G: bibentium v: famescentium (= πεινώντων) pd νεανίσκων τῶν ἀμφὶ παλαίστραν ἐχόντων εἰς εὐεξίαν αὐτοῖς προσχρωμένους οὐδὲν ἧττον χοιρείων κρεῶν ἐδωδῆς. Ἀλλὰ γὰρ οὗτοι ἐναντιώτατοι τῇδε τῇ διαίτῃ, καὶ οὐ χρὴ μέμφεσθαι τὸν λόγον ὧς ἄλλα μὲν ἐπαγγειλάμενον, ἄλλα δὲ διδάσκειν ἐπιχειροῦντα· χρὴ γὰρ οὐ τὰ λεπτύνοντα μεταδιώκειν μόνον ἀλλὰ καὶ φεύγειν τὰ παχύνοντα τὸν λεπτυνούσῃ διαίτη καλῶς χρήσασθαι προαιρούμενον. οὕτω τοι καὶ αὐτὴν ὅλην τὴν ἰατρικὴν οὐχ ὑγιεινῶν μόνον ἀλλά καὶ νοσωδῶν ἐπιστήμην εἷναί φαμεν, καὶ οὐχ ἧττόν γε νοσ.ωδῶν ἢ ὑγιεινῶν· καὶ γὰρ οὐδ’ <ἂν> βλάπτοιτό τις ἧττον ἐκ τοῦ τοῖς νοσώδεσιν ἢ ἀπέχεσθαι τῶν ὑγιεινῶν.