μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξις, εἰ καὶ ταῖς ἰδέαις ἐγγυτάτω τῶν τεύτλων εἰσίν, ἀλλὰ τήν γε δύναμιν οὐκ ἐγγύς· ὑδατώδη τε γάρ ἐστι καὶ ἀμβλέα καὶ δριμείας δυνάμεως ἤκιστα μετέχοντα παραπλησίως κολοκύνθαις τε καὶ σικύοις πέποσί τε καὶ μηλοπέποσι καὶ κοκκυμήλοις.