ΓΑΛHNOΥ ΠEPI ΛΕΠΤΥΝΟΥΣΗΣ ΔΙΑΙΤΗΣ Ἐπειδὴ τὰ πλεῖστα τῶν χρονίων ἀρρωστημάτων λεπτυνούσης χρήζει διαίτης, ὧς πολλάκις ἐπὶ μόνη ταύτῃ καταστῆναι καὶ μηδενὸς ἔτι φαρμάκου δεηθῆναι, καλῶς ἂν ἔχοι διορίσασθαι περὶ αὐτῆς ἀκριβέστερον· ἄμεινον γὰρ ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων.