ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΛΕΠΤΥΝΟΥΣΗΣ ΔΙΑΙΤΗΣ Ἐπειδὴ τὰ πλεῖστα τῶν χρονίων ἀρρωστημάτων λεπτυνούσης χρῄζει διαίτης, ὡς πολλάκις ἐπὶ μόνῃ ταύτῃ καταστῆναι καὶ μηδενὸς ἔτι φαρμάκου δεηθῆναι, καλῶς ἂν ἔχοι διορίσασθαι περὶ αὐτῆς ἀκριβέστερον· ἄμεινον γὰρ ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων. ὡς ἔγωγε καὶ νεφρίτιδας οἶδα καὶ ἀρθρίτιδας οὐκ ὀλίγας, ὅσαι γε μὴ πώρων ἀπέφηναν τὰ ἄρθρα μεστά, τὰς μὲν 〈παντελῶς〉 παυσαμένας ἐπὶ 〈τῇ〉 τοιαύτῃ διαίτῃ, τὰς δὲ μετριωτέρας ἀποδειχθείσας· οἶδα δὲ καὶ τῶν δυσπνοίᾳ συνεχῶς ἁλισκομένων οὐκ ὀλίγους εἰς τοσοῦτον ὠφεληθέντας ὡς ἤτοι καταστῆναι τελέως ἢ διὰ μακρῶν χρόνων ἐνοχλεῖσθαι μικρά· τήκει δὲ καὶ σπλῆνας μεγάλους ἡ λεπτύνουσα δίαιτα καὶ ἧπαρ σκιρρούμενον, καὶ ἐπιληψίας τὰς μὲν μικρὰς ἔτι καὶ ἀρχομένας ἰᾶται τελέως, ὅσαι δ’ ἤδη χρόνιαί τε καὶ ὕπουλοι, καὶ ταύτας ὀνίνησιν οὐ μικρά. κέκληται μὲν οὖν ὑπὸ τῶν ἰατρῶν ἡ τοιαύτη δίαιτα λεπτύνουσα, καθότι καὶ παχύνουσαν ἑτέραν ὠνόμασαν ἐναντίαν τῆσδε, κατὰ τὸν γεννώμενον ἐφ’ ἑκατέρας ἐν τοῖς σώμασιν ἡμῶν χυμόν· ἔγνωσται δὲ μακρῷ χρόνῳ πείρᾳ θ’ ἅμα καὶ λόγῳ κριθεῖσα· καὶ γὰρ ὀσμὴ καὶ γεῦσις ἱκανὰ γνωρίσματα προσβάλλουσι τῷ λογισμῷ πρὸ τῆς πείρας τῶν τοιούτων ἐδεσμάτων ἁπάντων. ὅσα γὰρ ἐρεθίζει καὶ δάκνει τὰς αἰσθήσεις, εὔδηλον ὡς δριμέα τ’ ἐστὶ ταῦτα καὶ πάχος χυμῶν τέμνειν ἱκανά, καὶ μὲν δὴ καὶ πλείω τοῦ δέοντος ληφθέντα δῆξιν ἐργάζεται τῇ γαστρὶ καὶ ἄσην οὐ σμικράν, ἐμούμενά τε καὶ διαχωρούμενα δριμείας ὀσμὰς ἀποπέμπει· τὰ πλεῖστα δ’ αὐτῶν καὶ οὖρα καὶ ἱδρῶτας ἐκβάλλει δυσώδεις τε καὶ δριμεῖς· καὶ μέν γε καὶ φύμασιν ἐπιτιθέμενα καὶ δοθιῆσιν ἔνια μὲν αὐτῶν ῥήγνυσι καὶ διαβιβρώσκει ῥᾳδίως, ἔνια δὲ κατατίτρησι τὸ δέρμα, πολλὰ δ’ οἷον λέπος ἀφίστησιν αὐτοῦ καί τινα ἕλκη καὶ μάλιστα τὰς καλουμένας ἐσχάρας ἐργάζεται. ταῦτα πάντα γνωρίσματ’ ἐστὶ μέγιστα τοῦ καὶ τοὺς ἐν τῷ σώματι χυμοὺς ὑπ’ αὐτῶν λεπτύνεσθαι δριμείαν τιν’ ἐχόντων καὶ τμητικὴν δύναμιν, ἀλλὰ καὶ ἡ πεῖρα μαρτυρεῖ τῷ λόγῳ· φαίνεται γὰρ ἱκανῶς ὑπὸ τῶν τοιούτων ἐδεσμάτων ὀνινάμενα πάνθ’ ὅσα παχέων καὶ γλίσχρων καὶ ψυχρῶν χυμῶν ἀναπέπλησται σώματα. χρὴ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ἐπιστάτην εἶναι τὸν ἰατρόν, τόν τε καιρὸν ἐξευρίσκοντα καὶ τὸ μέτρον τῆς χρήσεως, οὕτω κἀν τοῖσδε· κίνδυνος γὰρ εἰς κακοχυμίαν ἐμπεσεῖν τὸν οὐκ ὀρθῶς αὐτοῖς χρώμενον· ἀλλ’ οὐ τοῦτο νῦν πρόκειται διδάσκειν, ἀλλ’ ὑπὲρ αὐτῶν μόνον τῶν ἐδεσμάτων διελθεῖν. Ὅτι μὲν οὖν σκόροδα καὶ κρόμμυα καὶ κάρδαμα καὶ πράσα καὶ νᾶπυ τῶν λεπτυνόντων ἐστίν, οὐδ’ ἂν οὐδ’ ἰδιώτην λάθοι διὰ τὸ σφοδρὸν τῆς ἐν αὐτοῖς δυνάμεως, ἐφεξῆς δὲ τούτων σμύρνιόν τε καὶ πύρεθρον ὀρίγανόν τε καὶ καλαμίνθη καὶ σισύμβρια καὶ γλήχων καὶ θύμβρα καὶ θύμα, χλωρὰ πάντα προσφερόμενα πρὶν ξηρανθῆναι· ἀποξηρανθέντα γὰρ ἤδη φάρμακα [τε] καὶ οὐκέτι τροφαί. καθόλου δὲ πᾶν τὸ ξηρὸν ἰσχυρότερον τοῦ τεθηλότος ἐστί, καθότι καὶ αὐτῶν τῶν μὴ ξηρῶν τὰ τελεώτερα τῶν ἀτελῶν ἐστιν ἰσχυρότερα, καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνύδροις ηὐξήθη, τῶν ἐν πεδίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα. ταυτὶ μὲν 〈οὖν〉 ὑπὲρ ἁπάντων χρὴ γινώσκειν κοινῇ· τοῖς δ’ εἰρημένοις ἐφεξῆς ἐστιν ὅ τε τῆς καππάρεως καὶ ὁ τῆς τερμίνθου καρπὸς καὶ τούτων ἐφεξῆς εὔζωμά τε καὶ σία καὶ σέλινα καὶ πετροσέλινα καὶ ὤκιμα καὶ ῥαφανίδες καὶ κράμβη καὶ τεῦτλα. μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξις, εἰ καὶ ταῖς ἰδέαις ἐγγυτάτω τῶν τεύτλων εἰσίν, ἀλλὰ τήν γε δύναμιν οὐκ ἐγγύς· ὑδατώδη τε γάρ ἐστι καὶ ἀμβλέα καὶ δριμείας δυνάμεως ἥκιστα μετέχοντα παραπλησίως κολοκύνθαις τε καὶ σικύοις πέποσί τε καὶ μηλοπέποσι καὶ κοκκυμήλοις. ἅπαντα γὰρ τὰ τοιαῦθ’ ὑγρὰ καὶ ψυχρὰ καὶ φλεγματώδη, καὶ μᾶλλον ὅσα χωρὶς ἑψήσεως ἐσθίεται, μῆλα καὶ ἄπιοι καὶ σίκυοι· διὸ καί τινες ἑψοῦσι τῶν σικύων τοὺς σκληροτέρους ὁμοίως ταῖς κολοκύνθαις· καὶ τῶν μήλων δὲ καὶ τῶν ἀπίων ἧττον βλάπτουσιν αἱ ἑφθαί, καὶ τῶν ὠμῶν ἐσθιομένων αἱ εἰς ἀπόθεσιν ἐπιτηδειόταται τῶν εἰρημένων ἧττόν εἰσι μοχθηραί. ἀλλὰ γὰρ οὐ περὶ τούτων ὁ λόγος μοι νῦν.