ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΗΤΡΑΣ ΑΝΑΤΟΜΗΣ ΒΙΒΛΙΟΝ. Περὶ μήτρας ὁ λόγος θέσεώς τε καὶ μεγέθους, καὶ σχήματος αὐτῆς, ὅθεν τε ἤρτηται, καὶ ὅθεν τρέφεται, καὶ ὅσοις συμφύεται, καὶ τίνων ψαύει, καὶ περὶ τῶν πλεκόντων αὐτὴν, καὶ ὅσα κυούσης τῆς γυναικὸς ἐντὸς τῆς μήτρας φύεται κατὰ τὸν χορίον ἢ τοὺς τὸ ἔμβρυον περιέχοντας ὑμένας. κεῖται μὲν δὴ ἐντὸς τοῦ περιτοναίου, μεταξὺ κύστεως τε καὶ ἀπευθυσμένου, τούτῳ μὲν ἐπικειμένη σχεδὸν ὅλῳ, κύστεως δὲ κατὰ μὲν τὸ πρὸς τὸν ὀμφαλὸν, ἔνθα ὁ πυθμήν ἐστιν αὐτῆς, ὑπερέχουσα ὡς τὰ πολλὰ, κατὰ δὲ τὸ πρὸς τὸ αἰδοῖον ἡ κύστις μήτρας ὑπερέχει τῷ αὐχένι. αὐτῶν δὲ γυναικῶν ἡ μὲν κύστις κατὰ τὸ ἐφήβαιον τέτακται, τὸν αὐχένα μικρότερόν τε καὶ εὐρύτερον ἔχουσα τῆς ἀνδρώας κύστεως, μεταξὺ τῶν τῆς ἥβης καλουμένων ὀστῶν καθήκοντα εἰς τὸ γυναικεῖον αἰδοῖον ἐγγὺς τῷ ἔξω τε καὶ ἄνω πέρατι αὐτοῦ. τὸ δὲ ἀπευθυσμένον τῷ τε ἱερῷ καλουμένῳ ὀστῷ καί τισι τῶν τῆς ὀσφύος σπονδύλων ἐφίδρυται. καὶ γάρ πως καὶ σιμοῦται τὰ ἔνδον ἡ ῥάχις κατὰ τοῦτο, διὸ καὶ ἔξωθεν κυρτὴ καταφαίνεται, ὥς που καὶ Ἱπποκράτης περὶ αὐτῆς εἶπεν. αὕτη δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκολία ἐστὶν, ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου, παρ’ οὗ προσήρτηται ἡ τῶν σκελῶν πρόσφυσις, ἄχρι μὲν τούτου κυφή· κύστις τε γὰρ καὶ γονὴ καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τούτῳ ἔγκειται. ἀρχὸν μὲν οὖν λέγω τὸ ὅλον ἀπευθυσμένον, καὶ χαλαρὸν δὲ ἀρχοῦ τὸ κάτω μέρος τοῦ ἀπευθυσμένου, ἔνθα καὶ μάλιστα ἀνευρύνεται. καὶ ἐστιν ἐπὶ τέλει αὐτοῦ ὁ καλούμενος σφιγκτὴρ, πρὸς ὃν, οἶμαι, ἀντιδιαστέλλων χαλαρὸν ἔφη τὸ ἄλλο μέρος τοῦ ἀπευθυσμένου, ἔνθα καὶ μάλιστα ἀνευρύνεται. γονὴν δὲ λέγω ἤτοι τὰ γεννητικὰ μόρια, ἢ καὶ αὐτὴν τὴν μήτραν. Μέγεθος δὲ οὐκ ἴση μὲν ἐπὶ πασῶν, πολὺ γὰρ ἐλάττων μὲν ἡ τῆς κυησάσης, μείζων δὲ ἡ τῆς ἐγκύου. καὶ ἥτις οὐδέποτε ἐκύησε, καὶ ταύτης μείων ἐστὶ, καὶ παρὰ τὰς ἡλι κίας, αἷς μηδέπω τοῦ λαγνεύεσθαι ὥρα ἢ μηκέτι· καὶ γὰρ καὶ ἄλλως ἐλάττων ἀεὶ ταῖς μὴ λαγνευομέναις. πειρατέον δὲ ὑπογράψαι τό γε μὴν τῆς συμμέτρως ἐχούσης μέγεθος. κατὰ μὲν οὖν τὸ ἄνω πέρας τοῦ πυθμένος πλησίον ἐστὶ τῷ ὀμφαλῷ, τὸ κάτω δὲ αὑτῆς πέρας κατὰ τὸ αἰδοῖον τῆς γυναικὸς ἔχει, καὶ ἔστιν ἀπὸ τοῦ τόπου, εἰς ὃν ἐπιβάλλει, ἐπὶ τὸ πέρας τοῦ αἰδοίου τὸ ἔξω οὐκ ἴσον μὲν ἐπὶ πασῶν, ὡς τὸ πολὺ δὲ σύμμετρον τὸ διάστημα δακτύλων ἕνδεκα, κατὰ δὲ τὸ πλάτος ἐφ’ ἑκατέραν τῶν λαγόνων ἐκτείνεται ταῖς αὑτῆς κεραίαις. περὶ δὲ τῶν κατὰ βάθος περάτων ἤδη εἴρηται, ὅτι τε κύστις καὶ ἀπευθυσμένον ὁρίζουσιν αὐτὴν, καὶ ὅτι ἡ μὲν ἐπίκειται, αὐτὸ δὲ ὑπόκειται. αὐτὸ δὲ τὸ αἰδοῖον τὸ γυναικεῖόν ἐστιν ἡ μεταξὺ τῶν τῆς ἥβης ὀστῶν εὐρυχωρία, κατὰ τὰ ἔξω μέρη δερματώδη ἐπίφυσιν ἔχουσα ἀνάλογον τῆς ἐπὶ τῶν ἀῤῥένων πόσθης. Τὸ δὲ σχῆμα αὐτῆς, τὸ μὲν ἄλλο πᾶν σῶμα καὶ μάλιστα ὁ πυθμὴν κύστει ἔοικε· καθ’ ὅσον δὲ ἐπὶ τῶν πλαγίων ἀποφύσεις ἔχει μαστοειδεῖς πρὸς τὰς λαγόνας ἀνανευούσας, ταύτῃ οὐκ ἔτι ἔοικεν. αὐτῶν δὲ τούτων τὸ σχῆμα ὁ μὲν Ἡρόφιλος ἡμιτόμου κύκλου ἕλικι εἰκάζει· Διοκλῆς δὲ κέρασι φυομένοις. διὰ ταῦτα καὶ ὠνόμασε κεραίας παρωνύμως ἀπὸ τοῦ κέρατος. Εὔδημος δὲ πλεκτάνας καλεῖ, οὐκ ἔχων φάναι, πότερον ὅτι πέπλεκται ταύτῃ ἀγγεῖα ἑλικοειδῶς, ἀλλ’ αὐτὰς τὰς ἀποφύσεις παρείκασε πλεκτάναις. οἱ δὲ περὶ Πραξαγόραν τε καὶ Φιλότιμον κόλπους αὐτὰς καλοῦσι, ὅθεν καὶ δίκολπον μὲν τὴν μήτραν τῆς γυναικὸς λέγουσι, πολύκολπον δὲ τὴν τῶν πολυτόκων ζώων. καὶ ὅτι μὲν ἡ τῆς ὑὸς μήτρα, καὶ εἴ τι ἄλλο ὁμοῦ κυΐσκει πολλὰ, πολύκολπός ἐστι, τοῦτο μὲν καὶ πάνυ ἀληθές· οὐ μὴν ἐπί γε γυναικῶν τοὔνομα πρέπειν ἡγοῦμαι. πρῶτον μὲν γὰρ ἑλικοειδής ἐστιν ἡ τῆς ὑὸς μήτρα, ἔπειτα ἐν τοῖς κόλποις τὰ ἔμβρυα κυΐσκεται· γυναικὶ δὲ καὶ τοῖς ἄλλοις ζώοις, ὅσα γυναικὶ κατὰ τὴν μήτραν ἔοικεν, οἷον αἰγί τε καὶ βοῒ, οὐκ ἐν ταῖς κεραίαις εὑρίσκεται τὰ ἔμβρυα, (παρὰ πολὺ γὰρ αὗται ἐλάττους ἢ κατὰ μέγεθος ἐμβρύου,) ἀλλ’ ἐν τῷ ἄλλῳ κύτει παντὶ τῆς ὑστέρας. ἀλλ’ οἶμαι τούτους, οὐκ ἔχοντας οὔτε χρείαν οὔτε ἐνέργειαν εἰπεῖν τῶν κεραιῶν, τοιαῦτα ἄτοπα λέγειν ὑπομένειν. ἐπεὶ δὲ μακρός τε ὁ λόγος καὶ ἄλλως οὐ δίκαιον, περὶ μὲν κεραιῶν χρείας τε καὶ ἐνεργείας εἰπεῖν τι, καὶ μὴ περὶ τῶν ἄλλων τῶν κατὰ τὴν μήτραν ἑκάστου, διὰ τοῦτο καὶ ἡμῖν εἰσαῦθις ἀναβεβλήσθω. ἱκανά τε γὰρ καὶ αὐτὰ καθ’ ἑαυτὰ ἐπισκέψασθαι τὰ κατὰ τὴν μήτραν πεφυκότα, τί τε ἔργον ἑκάστου, καὶ τίς ἡ δύναμις, καὶ διὰ τί τοιαῦτα, κατά τε τὸ μέγεθος καὶ τὴν θέσιν  καὶ τὴν διάπλασιν καὶ τὴν πλοκὴν καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν ἐγένετο. νυνὶ δὲ ἐπὶ τὰ ἑξῆς ἴωμεν. εἴη δ’ ἂν ἑξῆς λέγειν περί τε συμφύσεως καὶ προσαρτήσεως καὶ τῶν ἄλλων, ὅσα τούτοις παράκειται. Τῶν γὰρ τῇ μήτρᾳ σωμάτων ὁμιλούντων τὰ μὲν ἐπιψαύει μόνον αὐτῆς, οὐκέτι δὲ καὶ συμφύεται, πολλὰ δὲ ἑνοῦται, καὶ οὐκ ἂν αὐτὰ χωρίσαις ἄνευ τομῆς· ἔστι δὲ καὶ ἃ δερόντων ἀπολύεται, καὶ μὴν δὴ καὶ προσήρτηται πολλοῖς, καὶ πολλὰ εἰς αὐτὴν ἐμπέφυκεν. ψαύει μὲν οὖν τῶν λεπτῶν ἐντέρων ἥ γε μετρίως ἔχουσα μεγέθους· ἄλλως δὲ ἡ μὲν ὑπερβαλλόντως μικρὰ τούτων ψαύει μόνων, οἷς καὶ προσπέφυκεν· ἡ δ’ αὖ μεγίστη (τοιαύτη δέ ἐστι μάλιστα, ὅταν κύῃ) τάς τε λαγόνας ἐκπεπλήρωκε καὶ τὸ ὑπογάστριον, καὶ πολλῶν ἐντέρων ψαύει. προσήρτηται δὲ κατά τινας ἰνώδεις καὶ λεπτὰς διαστάσεις ἀπευθυσμένῳ τε καὶ κύστει, (πλείω δέ ἐστι τὰ τῆς κύστεως ἀρτήματα,) καὶ ἱερῷ ὀστέῳ προσήρτηται διά τινων εὐτόνων δεσμῶν, ἐπιδέσεις ἐχόντων νεύρων μυωδῶν. τοσούτοις δὲ σώμασι κᾀκ τῶν κατὰ τὴν ὀσφὺν σπονδύλων ἤρτηται. ἐξήρτηται δὲ ἐκ τῶν ταύτης μυῶν τῶν μεγάλων, ἀποφύσεις ἑκατέρωθεν ἀξιολόγους ποιουμένων, αἵ δὴ εἴς τε τὰ τῆς μήτρας ἄμφω μέρη καὶ εἰς τὸν αὐχένα τῆς κύστεως καὶ εἰς τὴν ἕδραν μερίζονται. χαλαροὶ δὲ οὗτοι πάντες οἱ δεσμοὶ, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον ἡ μήτρα κινεῖσθαί τε καὶ μετασχηματίζεσθαι δύναται. ἀρτήματα δὲ οὐδὲν ἧττόν ἐστι καὶ ὅσα εἰς αὐτὴν ἐμφύεται, τὰ μὲν δὴ ὑφαίνοντά τε καὶ διαπλέκοντα αὐτὸ τὸ σῶμα τῆς ὑστέρας, ὧν οὐκ ὀλίγη μοῖρά ἐστι τὰ ἀπὸ τοῦ νωτιαίου μυελοῦ νεῦρα, τὰ δ’ αὐξήσεώς τε καὶ τροφῆς αὐτῆς τῆς μήτρας καὶ τοῦ ἐμβρύου ἕνεκα, αἵ τε φλέβες καὶ ἀρτηρίαι. κύστει δὲ καὶ ἀρχῷ συμφύεται μόνον κατὰ τὸν αὐχένα ὑμενώδεσί τε καὶ ἀρτηριώδεσι σώμασιν ἐπὶ ποσῇ πιμελῇ, καὶ ἀποδέρεσθαι μὲν αὐτῶν δύναται, οὕτω δὲ καὶ ἀκριβῶς συμπέφυκεν, ὡς μίαν τε καὶ τὴν αὐτὴν εἶναι σάρκα. προσπεφύκασι δὲ αὐτῇ καὶ δίδυμοι καὶ σπερματικὰ ἀγγεῖα. συμπέφυκε δὲ τῷ αἰδοίῳ κατὰ τὸ πέρας τοῦ αὐχένος· ὥστε, τῆς μήτρας τοῖς μὲν συμφυομένης, τοῖς δὲ προσηρτημένης, τοῖς δὲ ἐξαρτωμένης, καὶ τινῶν μὲν αὐτὴν πλεκόντων, τινῶν δὲ τρεφόντων, πρὸς μὲν τράχηλον κύστεως καὶ ἀπευθυσμένου κατὰ τὸ αἰδοῖον, ὁμοίως δὲ καὶ πρὸς ὄρχεις καὶ τὰ ἀγγεῖα τὰ σπερματικὰ συμφύεσθαι λέγοιτ’ ἂν, τοῖς δὲ ἄλλοις μέρεσι κύστεως καὶ ἀπευθυσμένου προσηρτῆσθαι, ἱερῷ δὲ ὀστέῳ καὶ προσηρτῆσθαι καὶ ἐξηρτῆσθαι λέγοιτο, μυελοῦ δὲ νωτιαίου καὶ τῶν κατ’ ὀσφὺν μυῶν ἐξηρτῆσθαι μόνον, νεύροις δὲ καὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι, ἀρτηρίαις δὲ καὶ φλεψὶ ἐξηρτῆσθαι καὶ συμπεφυκέναι καὶ συμπεπλέχθαι καὶ τρέφεσθαι. πῶς οὖν ἔχουσι μεγέθους τε καὶ θέσεως, καὶ πόσαι τὸν ἀριθμόν εἰσι, καὶ πόθεν πεφύκασιν αἵ τε φλέβες καὶ αἱ ἀρτηρίαι, ἑπόμενον ἂν εἴη λέγειν. Ἀπὸ τῆς κοίλης φλεβὸς καὶ τῆς ἐπικειμένης ἀρτηρίας τῆς μεγάλης ἀποφύονται δύο μὲν φλέβες, δύο δὲ ἀρτηρίαι, μία ἑκατέρωθεν, φλὲψ μὲν ἀπὸ τῆς κοίλης φλεβὸς, ἀρτηρία δὲ ἀπὸ τῆς ἀρτηρίας. εἶτα ἡ μὲν ἀπὸ τῶν δεξιῶν εἰς τὰ δεξιὰ, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν εἰς τὸ ἀριστερὸν μέρος τῆς μήτρας ἐνεχθεῖσα, πρὸ μὲν τῆς εἰς αὐτὴν ἐμφύσεως ἀποσχίδας εἰς τοὺς διδύμους ἐκτείνει· μετὰ ταῦτα δὲ ἤδη εἰς τὸ σῶμα τῆς μήτρας καταφύεται, καὶ τοῦτο διαπλέκει. ταῦτα μὲν δὴ τὰ τέτταρα ἀγγεῖα μικρὸν ὑποκάτω κεῖται τῶν ὑπὸ τοὺς νεφρούς· πολλῷ δὲ μείζους αἱ φλέβες τῶν ἀρτηριῶν. ἕτερα δὲ τέτταρα οὐκ ἐπὶ πασῶν γυναικῶν, ἀλλ’ ἔστιν ἐφ’ ὧν, φησὶν Ἡρόφιλος, τῶν ἐπὶ τοὺς νεφροὺς ἰόντων ἀποφυόμενα, εἰς τὴν μήτραν ἐμβάλλει, ὅπερ ἐπὶ μὲν τῶν ἄλλων ζώων οὐχ εὗρον πλὴν σπανίως ἐν πιθήκοις. οὐ μὴν ἀπιστῶ τὸ πολλάκις εὑρεῖν αὐτὰ ἐπὶ γυναικῶν τὸν Ἡρόφιλον· ἱκανὸς γὰρ ἦν τά τε ἄλλα τῆς τέχνης, καὶ τῶν δι’ ἀνατομῆς γινωσκομένων ἐπὶ τὸ ἀκριβέστατον ἥκων, καὶ τὴν πλείστην ἐπίγνωσιν οὐκ ἐπὶ ἀλόγων ζώων, καθάπερ οἱ πολλοὶ, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἀνθρώπων πεποιημένος. οὗτος δὲ καὶ ὑμέσιν ἐμφύεσθαι τὰ τρέφοντα τὴν μήτραν ἀγγεῖά φησι, ὧν λέγομεν ἐξηρτῆσθαι κύστιν, καὶ γίγνεσθαι τοὺς ὑμένας ἀεὶ παχυτέρους τε καὶ σκληροτέρους καὶ τυλωδεστέρους ταῖς πλείω κυησάσαις. ταῦτα δὲ καὶ ἐπὶ τῶν ἄλλων φαίνεται ζώων. καὶ μὴν ἕτεραί τινες ἀρτηρίαι καὶ φλέβες ἑκατέρωθεν τῆς μήτρας ἐμφύονται παρὰ τὸν αὐχένα, ἀπὸ τῆς εἰς τὸ αἰδοῖόν τε καὶ τὴν ἕδραν ἡκούσης μεμερισμέναι. τοιοῦτος μὲν δὴ καὶ ὁ περὶ τῶν τρεφόντων καὶ πλεκόντων τὴν μήτραν ἀγγείων λόγος.