Ἔστι δὲ καὶ ἄλλη συζυγία νεύρων, ἥν Μαρῖνος ὀνομάζει πέμπτην, καίτοι γε οὐκ ἐκ μιᾶς ἀκριβῶς ῥίζης ἀνίσχουσαν, ἀλλ’ εἰσὶ μὲν πλησίον ἀλλήλων, ἕτερον δ’ ἐξ ἑτέρας ἐκφύεται νεῦρον· ἐν μὲν τοῖς πρόσω μᾶλλον ὃ καλοῦσιν ἀκουστικὸν, εἰς τὸ τρῆμα τῆς ἀκοῆς ἐκπίπτον ἅμα τῇ συνεκφυομένῃ μήνιγγι τῇ σκληρᾷ, μεθ’ ἧς πλατυνθὲν ὑπαλείφει τὸν πόρον, ἐκ δὲ τῶν ὀπίσω θάτερον εἰς ἕτερόν τι τρῆμα τοῦ λιθοειδοῦς ἐκπίπτον ὀστοῦ τὸ καλούμενον τυφλόν· ὠνόμασαν γὰρ οὕτως οἱ παλαιοὶ τῶν ἀνατομικῶν αὐτὸ, μὴ δυνηθέντες ἀκριβῶς ἀνατρῆσαι τὴν ἕλικα, δι’ ἧς ἐκπίπτει τὸ νεῦρον πρὸς τὸ ἐκτὸς ὀπίσω τῶν ὤτων. ἐπιμίγνυται δ’ αὐτίκα καὶ τοῦτο τῷ κατὰ τὴν γ΄ συζυγίαν εἰρημένῳ διεκπίπτειν ἔξω παρὰ τὴν διάρθρωσιν τῆς γένυος, οὐκ ἐκείνου πρὸς τοῦτο ἀφικνουμένου, περιμένοντος δὲ τοῦτο πρὸς ἑαυτὸ παραγιγνόμενον. ἐξ ἀμφοτέρων δὲ αὐτῶν μιχθέντων τὸ πλεῖστον μέρος, ἄμεινον δ’ εἰπεῖν, ὀλίγου δεῖν ἅπαν εἰς τὸν πλατὺν μῦν κατασχίζεται, τὸν ὑποπεφυκότα τῷ δέρματι, τὸν τὴν γνάθον κινοῦντα χωρὶς τῆς γένυος, ὃν ἡμεῖς εὕρομεν δῆλον, καὶ τοῦτον ἑκατέρωθεν ὄντα. μεμνῆσθαι γὰρ χρὴ τοῦ πάντων ἀκούειν κατὰ συζυγίαν, εἰ καὶ παραλείποιτό ποτε κατὰ τὴν λέξιν. τοιαύτη μὲν οὖν καὶ ἡ τῆς πέμπτης συζυγίας νομή. κείσθω γὰρ εἶναι μία διὰ Μαρῖνον, εἰ καὶ διττὴ φανερῶς ἐστιν. Ἡ δὲ ἕκτη συζυγία τῶν ἀπ’ ἐγκεφάλου νεύρων κέχρηται τρήματι τῷ κατὰ τὸ κάτω πέρας τῆς λαμβδοειδοῦς ῥαφῆς. ἀρχὰς δ’ εὐθὺς ἐξ ἐγκεφάλου τριῶν ἔχει νεύρων, ἐκπεσόντα δ’ ἔξω τοῦ κρανίου ταῦτα πολυειδῶς ἀλλήλοις τε καὶ τοῖς παρακειμένοις, ἃ μικρὸν ὕστερον ἐρῶ, μίγνυται. Λοιπὴ δ’ ἐστὶν ἡ ἑβδόμη συζυγία τῶν ἀπ’ ἐγκεφάλου νεύρων, τῷ πλείστῳ μέρει σφῶν αὐτῶν εἰς τοὺς τῆς γλώττης μῦς διανεμομένη. μικρὸν γάρ τι μόριον αὐτῶν ἀεὶ μὲν εἰς τοὺς κοινοὺς μῦς ἀφικνεῖται τοῦ τε θυροειδοῦς χόνδρου τοῦ λάρυγγος καὶ τῶν ταπεινῶν πλευρῶν τοῦ λαμβδοειδοῦς, οὐκ ἀεὶ δὲ καὶ εἰς ἄλλους τινάς. Ἐπιμίγνυται δ’, ὡς ἔφην, ἀλλήλοις τὰ κάτω τῆς κεφαλῆς φερόμενα νεῦρα, τό τε ἀπὸ τῆς γ΄ συζυγίας καὶ τῶν νῦν εἰρημένων ἐσχάτων δυοῖν. καὶ μέντοι καὶ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἥ τε πρώτη καὶ ἡ δευτέρα συζυγία πολλὴν ἐπιμιξίαν ποιεῖται πρὸς ταῦτα τὰ νεῦρα. καὶ πολλάκις μέν σοι δόξει τὸ διῆκον ἐκ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον οἷον δεσμός τις εἶναι μόνον ἀμφοῖν κοινός· ἐνίοτε δὲ τὸ μὲν ἕτερον τῶν νεύρων αὐξάνει, ὡς προστιθὲν ἀναμιγνύμενον, ἔλαττον δὲ ἐργάζεται θάτερον, ὡς ἂν ἀποχωρισθὲν αὐτοῦ. διὸ καὶ τεταραγμένοι τε πάντες εἰσὶν οἱ ἀνατομικοὶ περὶ τὴν τούτων τῶν νεύρων γνῶσιν, ἀλλήλοις τε διαπεφωνήκασιν ἐπὶ πλεῖστον, ἠγνοήκασι δὲ τὸ πλεῖστον ἐν ἑκάστῳ. τινὰ μὲν γὰρ, οὐδὲ διὰ παντὸς οὐ μόνον ἐπὶ πάντων φερόμενα τῶν ζώων, ἀλλ’ οὐδὲ ἐπὶ μόνων τῶν πιθήκων, ὡς μηδέποτε ἄλλως ἔχοντα γεγράφασιν· ἔνια δ’ οὐ μόνον ἐπὶ τῶν πιθήκων, ἀλλὰ καὶ τῶν ἄλλων ζώων, ὧν ἓξ ὑπάρχειν γένη δείκνυμι κατὰ τὰς ἀνατομικὰς ἐγχειρήσεις, ὡσαύτως ἔχειν διαπαντὸς, ἠγνόηται τελέως αὐτοῖς. αὐτίκα γέ τοι, ὅπως τοῖς ἰδίοις τοῦ λάρυγγος μυσὶ ἐκ τῆς ἕκτης συζυγίας ἀπονενέμηται νεῦρα κατὰ τρεῖς ἐκφύσεις ἑκατέρωθεν, ὡς εἶναι τὰς πάσας ἓξ. ἔγνωσαν δ’ ἔνιοι μὲν τὰς δύο μόνας αὐτῶν, ἔνιοι δ’ οὐδὲ ταύτας. Οἵ γε μὴν κοινοὶ πρὸς ἄλλα μόρια τοῦ λάρυγγος μύες οὐ διὰ παντὸς ἀπὸ τῆς ς΄ συζυγίας λαμβάνουσι νεῦρα, καθάπερ οὐδὲ οἱ τὸ λαμβδοειδές τε καὶ ὑοειδὲς ὀστοῦν ὀνομαζόμενον τῷ στέρνῳ συνάπτοντες· ὑπὲρ ὧν ἀκριβοῦται μὲν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν, ἐν αἷς καὶ περὶ τῶν τριῶν λέγεται νεύρων τῆς νομῆς, τῶν διὰ τοῦ τρήματος, ὃ κατὰ τὸ τέλος ἐστὶ τῆς λαμβδοειδοῦς ῥαφῆς, εἰρημένων ἐκφύεσθαι, καίτοι γε ἑκάτερον ὀλίγου δεῖν ἅπαντες ἓν εἶναι νομίζουσιν, ὃ παραπεφυκὸς ταῖς καρωτίσιν ἀρτηρίαις εἰ βρόχῳ διαλαμβάνομεν, τὸ ζῶον αὐτίκα ἄφωνον γίνεται. παρὰ τούτων μὲν οὖν καὶ οἱ τοῦ λάρυγγος μύες ἀποβλαστήματα λαμβάνουσιν. τῶν δὲ ἄλλων δυοῖν τὸ μὲν εἰς ἑκατέρους τοῦ φάρυγγος μῦς καὶ τῆς γλώττης τὴν ῥίζαν ἀφικνεῖται, τὸ δὲ ἐπί τε τὸν τῆς ὠμοπλάτης μῦν καὶ τὸν πλατὺν καί τινας ἄλλους τῶν τῇδε. λελήθασι δ’ αὐτοὺς καὶ τῶν παραφυομένων ταῖς ἀρτηρίαις οὐκ ὀλίγαι τῶν ἀποφύσεων, ἃς διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος φερόμενα ποιεῖται, πρὶν ἐμπίπτειν τῷ σώματι τῆς γαστρὸς, εἰς ὅπερ ἡ πλείστη μοῖρα καταφύεταί τε καὶ διασπείρεται τῶν νεύρων τούτων. ἀλλ’ ἐκεῖνο θαυμαστὸν, ὅτι ταῖς μὲν φρεσὶν ἐξ αὐτῶν τινα λέγουσιν ἀπονέμεσθαι μόρια, μηδ’ ὅλως λαμβανουσῶν τῶν φρενῶν ἐκ ταύτης τῆς συζυγίας μηδὲ τὸ σμικρότατον· ὅτι δ’ ἐκ μέσου τοῦ θώρακος ἀνάπαλιν ἥκει τινὰ μόρια ἐκ τούτων τῶν νεύρων ἐπί τινας τοῦ λάρυγγος μῦς, οὐκ ἔτι λέγουσιν, οὐδ’ ἥντινα δύναμιν ἔχουσιν ταῦτα. καί τοι τοιαῦτα τῆς ἀφωνίας ἐστὶν αἴτια τοῖς ζώοις βλαβέντα, καὶ ἡ μεγάλη συζυγία τῶν παρὰ τῆς ἀρτηρίας νεύρων, ὅτι ταῦτά ἐστιν αὐτῶν μόρια, τὴν φωνὴν ἀναιρεῖν πέφυκεν, εἰ βλαβείη. ποικίλη δὲ καὶ ἡ μετὰ τὰς φρένας νομὴ τῶν νεύρων τούτων. καὶ γὰρ παρὰ τοῦ κατὰ τοῦτο τὸ μέρος νωτιαίου λαμβάνει τινὰ μόρια, καὶ διασπείρει πρὸς τὰ ταύτης σπλάγχνα, καὶ τοῖς εἰρημένοις ἔμπροσθεν ἀπὸ τῆς τρίτης συζυγίας καταφέρεσθαι διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος ἀναμίγνυται. καίτοι γε ἅπαντες αὐτὰ πάλιν ταῦτα τὰ παρὰ τὰς ῥίζας τῶν πλευρῶν καταφερόμενα τῆς ἕκτης συζυγίας ἀποβλαστήματα εἶναι δοκοῦσιν. ποικίλη δὲ καὶ ἡ τούτων ἐπιμιξία πρός τε τὰ τῶν μεσοπλευρίων νεῦρα καὶ τὰ κατ’ ὀσφὺν σχεδὸν ἅπαντα τὰ σμικρὰ καὶ τὸ λείψανον τῶν ἐπὶ τὸ στόμα τῆς κοιλίας ἐλθόντων. ποικίλη δὲ νομὴ καὶ κατὰ τὴν ἐκτὸς τοῦ περιτοναίου χώραν, ἣν οὐ πρόκειται νῦν εἰς ἐσχάτην ἀκρίβειαν ἐξηγήσασθαι. ἀλλὰ μὴν ἱκανῶς ἐστιν οὐκ ἀγνοεῖν, ὅτι εἰς τὸ ἧπάρ τε καὶ τὸν σπλῆνα καὶ τοὺς νεφροὺς, ἔτι δὲ πρὸ τούτων εἰς ὅλην τὴν γαστέρα καὶ πάντα τὰ σπλάγχνα τὰ ἐξ ἐγκεφάλου νεῦρα ταύτῃ μὲν ἀπὸ τῆς τρίτης, ὡς εἴρηται, συζυγίας, ταύτῃ δὲ τῆς ἕκτης ἀφικνούμενα φαίνεται. ὅτι δὲ καὶ ὁ πνεύμων τε καὶ ἡ καρδία ἀπὸ τῆς ἕκτης συζυγίας τινὰ τῶν νεύρων μοῖραν ἐν τῷ τραχήλῳ λαμβάνουσιν, ἅπαντες μὲν δὴ ἐγνώρισαν. ἀλλὰ μὴν περὶ νεύρων τῶν ἀπ’ ἐγκεφάλου ἐπιφυομένων ταῦτα τοῖς εἰσαγομένοις ἐξαρκεῖ. περὶ δὲ τῶν ἀπὸ τοῦ νωτιαίου ἀφικνουμένων ἐφεξῆς λεκτέον, ἐν οἷς οἱ πάντες ἀνατομικοὶ ἥμαρτον. τὰς δὲ τῶν σφαλμάτων αἰτίας νῦν μὴ καιρός ἐστι διεξέρχεσθαι, ἐπειδὴ αὐτὰς ἤδη ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐξηγησάμην. ἀλλ’ ὅμως τῶν παλαιῶν μεμνῆσθαι διὰ τοῦτο ἀναγκάζομαι, ὅτι γ’ ἐκείνοις τοῖς αὐτῶν βιβλία μὲν ἀναγιγνώσκουσιν, ἀλλὰ μὴ μετ’ ἐμοῦ τὰ διὰ τῶν ἀνατομῶν φαινόμενα εἰσορῶσιν ἄδηλον εἶναι δόξει, πότερον ἅπαντες ἐκεῖνοι ἢ μόνος ἐγὼ ἥμαρτον.