Ἄλλη δ’ ἐφεξῆς συζυγία αὐτῆς προειρημέναις ταῖς συζυγίαις ἐπιμίγνυται τὸ πλεῖστον μέρος ἐκ τῶν τοῦ θώρακος ἤδη σπονδύλων ἐκφυομένη μεταξὺ τοῦ πρώτου καὶ δευτέρου κατ’ αὐτόν. μέρος μὲν οὖν τι σμικρὸν αὐτῆς εἴς τε τὸ πρῶτον κατασχίζεται μεσοπλεύριον καὶ εἰς τοὺς ῥαχίτας ὀπίσω μῦς ἀφικνεῖται· τὸ δ’ ἄλλο πᾶν ὑπὲρ τὴν πρώτην ἀνατεινόμενον πλευρὰν συνάπτεται τῷ μετὰ τὸν ἕβδομον σπόνδυλον νεύρῳ. κᾄπειτα οὕτως ἄμφω τε ταῦτα καὶ τὰ ἄλλα τὰ προειρημένα διὰ τῆς μασχάλης ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν καὶ τὸν βραχίονα φέρεται, μιγνύμενά πως πρὸς ἄλληλα καὶ ἀντεμπλεκόμενα. διανέμεται δὲ πολὺ μὲν αὐτῶν εἴς τε τοὺς βραχίονος μῦς καὶ τοὺς τοῦ πήχεως· ὅσον δὲ ὑπόλοιπον, εἰς ἄκραν χεῖρα διασπείρεται. κατ’ εὐθὺ δὲ μάλιστά ἐστι τῇ μὲν ἐσχάτῃ τῶν εἰρημέ νων ἐκφύσεων, ὅσα πρὸς ἄκραν χεῖρα παραγίνεται νεῦρα· τῇ δ’ ὑπὲρ αὐτῆς τὰ κατὰ τὸν πῆχυν· ὅσα δὲ κατὰ τὸν βραχίονα, καὶ ὅσα τούτων ἔθ’ ὑψηλότερα, καὶ πρὸς τὴν μὲν ὠμοπλάτην ἀφικνεῖται νεῦρα, ταῖς ἀνωτέραις συζυγίαις ἐστὶ κατ’ εὐθύ. οἵαν δὲ ὁδὸν διὰ τῆς ὅλης χειρὸς ποιεῖται, καὶ πῶς εἰς μυῶν ἕκαστον διανέμεται, ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἤδη εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξ ἁπάντων τοῦ θώρακος τῶν σπονδύλων ἐκφύεται νεῦρα, παραπλησίαν ἔχοντα τὴν νομὴν πάντα, πλὴν τοῦ κατὰ τὸ δεύτερον μεσοπλεύριον. ἐντεῦθεν γάρ ἐκπίπτει σαφὲς νεῦρον ἐπὶ τὸ δέρμα τοῦ βραχίονος παραγινόμενον. αἱ δ’ ἄλλαι πᾶσαι συζυγίαι κατὰ μὲν τὴν ἔκφυσιν αὐτίκα μέρος τι τοῖς ῥαχίταις μυσὶ διδόασι καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸ μετάφρενον, οἷον τοῖς τε τὰς ὠμοπλάτας κινοῦσι καὶ τοῖς ἄνω φερομένοις ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν. ὅλως δὲ τῷ λοιπῷ καὶ πλείστῳ μέρει σφῶν αὐτῶν διὰ τῶν μεσοπλευρίων προερχόμεναι μέχρι τοῦ κατὰ τὸ στέρνον ὀστοῦ τούς τ’ ἐν αὐτοῖς τοῖς μεσοπλευρίοις μῦς διαπλέκουσι καὶ τοὺς ἔξωθεν ἐπικειμένους τῷ θώρακι, διεκβάλλουσαι μόρια σφῶν αὐτῶν, περὶ ὧν ἑκάστου κατὰ μέρη ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἴρηται. αἵ γε μὴν κατὰ τὰς νόθας πλευρὰς συζυγίαι τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἐπειδὴ πρὸς τὸ στέρνον οὐκ ἐξήκουσιν αἱ νόθαι, βραχὺ μέν τι τῷ καθ’ ἑαυτὴν ἑκάστη μεσοπλευρίῳ διανέμει· τῷ δὲ ἄλλῳ παντὶ ἐκπίπτει πρὸς ὑποχόνδριον, εἴς τε τοὺς πρώτους ἐπιβεβλημένους ἔξωθεν μῦς τοὺς λοξοὺς τοὺς ἄνωθεν ἐκ τοῦ θώρακος καταφερομένους καὶ τοὺς κατάντεις τοὺς σαρκώδεις διανεμομένη. Μετὰ δὲ ταύτας εἰσὶν αἱ κατὰ τὴν ὀσφὺν ἐκφύσεις τῶν νεύρων, οὐκ ἐκ κοινοῦ τρήματος, ὥσπερ αἱ κατὰ τὸν τράχηλον. ὁ γὰρ ὑπερκείμενος σπόνδυλος ἐνταῦθα μόνος διατετρημένος ἔξοδον ἐπιτήδειον παρέχει τῷ νεύρῳ κοινῷ ἐκείνῳ τρήματι τῷ ἐν τραχήλῳ ἐκ τοῖν ἀμφοῖν σπονδύλοιν γινομένῳ κατὰ μικρὸν εἰς ὑπερκείμενον μετατιθεμένῳ· ὡς πρῶτον μὲν ἐκείνου διαγλύφηται πολὺ ἐν αὐτῇ, εἶτα δὲ τὸ πᾶν, ἔπειτα καὶ ἀναφέρηται ἀπὸ τοῦ πέρατος τοῦ σπονδύλου, καὶ ἔκφυσις αὐτὴ γένηται ὑπὲρ τὸ πέρας. κοινὸν δὲ καὶ τούτοις ἅπασι τοῖς νεύροις, εἴς τε τοὺς ῥαχίτας ἰέναι μῦς καὶ τοὺς κατ’ ἐπιγάστριον ἐπί τε τὰς ψόας. ἐκ δὲ τῶν πρώτων κατὰ τὸ διάφραγμα σπονδύλων καὶ τοῖς ἄνωθεν καταφερομένοις ἐξ ἐγκεφάλου νεῦρον ἐπιμίγνυται τὸ μικρὸν ἀφ’ ἑκάστου, κατὰ δὲ τοὺς τελευταίους τῆς ὀσφύος σπονδύλους δύο ἐκφύσεις μέγισται γίγνονται νεύρων ἐπὶ τὰ σκέλη φερομένων· ἀναμίγνυνται δ’ αὐταῖς ἄλλαι μικραὶ, μία μὲν ὑπερκειμένη, μία δὲ ἄλλη κατωτέρω τοῦ πρώτου κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν τρήματος ἐκφυομένη. αὗται μὲν οὖν εὐθὺς ἀποχωρισθεῖσαι τοῖς πρώτοις μυσὶ τοῖς κινοῦσι τὴν κατ’ ἰσχίον διάρθρωσιν ἐκφύονται· τὸ δ’ ἄλλο πᾶν εἰς τὰ σκέλη καταφέρεται, διασχιζόμενον ἄχρι τοῦ πέρατος ἐν αὐτοῖς εἰς ἕκαστον μῦν, ἀνάλογον τοῖς ἐν χερσὶν, ὥσπερ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἤδη εἴρηται. νῦν γὰρ καθάπερ τινὰ ὑποτύπωσίν τε καὶ σύνοψιν τούτων τῶν ἀκριβῶς ἐν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων χρήσιμον τοῖς εἰσαγομένοις ἐσομένην πεποιήμεθα. οὕτω δὴ καὶ ὅσα τὰ διὰ λοιπῶν ὀστοῦ πλατέος τρημάτων ἔκφυσιν νεῦρα καὶ εἰς τοὺς ἐνταῦθα ὑπάρχοντας μῦς διασπείρονται, ἐν ἑκάστῃ πραγματείᾳ ἀκριβῶς διηγήμεθα. νῦν τοῦτο μόνον εἰρῆσθαι ἱκανῶς ἐστι, τοῖς τῆς ἕδρας τε καὶ τοῦ αἰδοίου καὶ τῆς κύστεως μυσὶν αὐτῷ τῷ αἰδοίῳ, ἔτι καὶ μυσὶ τοῖς ἀπὸ τοῦ πλατέος ὀστοῦ καὶ ἀπὸ τοῦ ἔνδον μέρους τοῦ τῆς ἥβης ὀστοῦ ἐκφυομένοις, καὶ πᾶσι σώμασι τοῖς ἔξωθεν κατ’ αὐτὸ ὀστοῦν πλατὺ καὶ ἱερὸν καλούμενον ἐγκειμένοις, ἐκ τούτων ἔνδοθεν καὶ ἔσωθεν αὐτοῦ τοῦ ὀστοῦ ἱεροῦ τρημάτων τὰς νεύρων ἐκφύσεις ἀπὸ νωτιαίου γεννᾶσθαι εἰς τὸ κόκκυγος ὀστοῦν καλούμενον τελευτώσας.