Πρώτη μὲν οὖν συζυγία τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἐκφύεται διατετρημένου τοῦ πρώτου σπονδύλου τρήμασι τούτων τῶν τοῖς πρώτοις ς΄ σπονδύλοις κοινῶν ὑπαρχόντων διαφερομένοις. τὰ μὲν γὰρ ἐν ταῖς ἐγκαρσίαις ἀποφύσεσίν ἐστι καὶ οὐδαμῶς τοῦ μυελοῦ ἅπτονται· τὰ δὲ ἁπτόμενα δύο ἐστὸν ἑτέρω, δι’ ὧν ἡ πρώτη νεύρων ἐκπίπτει συζυγία, μίαν μὲν ἔχουσα κατ’ αὐτὸν τὸν νωτιαῖον ῥίζαν, εὐθὺς δὲ δίχα σχισθεῖσα, τῷ μὲν ἑτέρῳ τῶν μορίων ὀπίσω φέρεται, τῷ δὲ θατέρῳ πρὸς τὰ πλάγια. αὕτη μὲν οὖν μικρά ἐστιν ἡ τῶν νεύρων συζυγία ἐν τούτοις τοῖς ζώοις, ἐν οἷς οἱ πρῶτοι σπόνδυλοι μικροί εἰσιν, ὥσπερ ἐν τοῖς πιθήκοις, μεγάλη δὲ, ἐν οἷς μεγάλοι, ὥσπερ ἐν τοῖς καρχαρόδουσί τε καὶ κερασφόροις. ἐν τούτοις οὖν διὰ μὲν αὐτὸ τὸ μέγεθος ἡ νεύρων ἔκφυσις ἡ πρὸς τὰ πλάγια ἀφικνουμένη εἰς πλείστους μῦς διασπείρεται, τοὺς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν εἰρημένους. ἐν πιθήκοις δὲ τοῖς τῷ ἀνθρώπῳ ἐν ἄλλοις τε πλείστοις μέρεσι καὶ μάλιστα ἐν τραχήλῳ ὁμοιοτάτοις εἰς μόνους τοὺς περὶ τὴν διάρθρωσιν τῆς κεφαλῆς μῦς ἡ πρώτη νενέμηται συζυγία, καὶ αὐτοὺς οὐκ ἀκριβῶς ὑπὸ τῶν ἀνατομικῶν ἐγνωσμένους. Ἡ δὲ δευτέρα τῶν ἀπὸ τοῦ νωτιαίου συζυγία νεύρων ἐκ τῶν ὀπίσω μὲν ἀνίσχει καὶ αὐτὴ μερῶν, οὐ μὴν διὰ τρημάτων γέ τινων, καθάπερ ἡ πρώτη. χώρα γάρ τίς ἐστι καθ’ ἑκάτερον μέρος τῆς ἀκάνθης γυμνὴ τῶν κατὰ τοὺς σπονδύλους ὀστῶν ἐν τῷ μεταξὺ τοῦ τε πρώτου καὶ τοῦ δευτέρου, καθ’ ἣν ἐκφύεται τὰ νεῦρα, μέρει μέν τινι καὶ ταῦτα διὰ τῶν πλαγίων ἐπὶ τὰ πρόσω φερόμενα, συμπλεκόμενά τε τοῖς κατὰ τὴν πρώτην καὶ τρίτην συζυγίαν νεύροις, ὥσπερ καὶ ἡ τρίτη τοῖς ἀπ’ ἐγκεφάλου ἐκφυομένοις· ἡ πλείστη δ’ αὐτῶν μοῖρα τοῖς ὀπίσω τοῦ τραχήλου διανέμεται μυσὶν, ἀφ’ ὧν αἱ τῶν πρώτων σπονδύλων πρὸς ἀλλήλους τε καὶ τὴν κεφαλὴν γίγνονται κινήσεις, μετὰ τοῦ καὶ διδόναι τι τοῖς πλατέσι μυσὶ τοῖς κινοῦσι τὰς γνάθους. ὅσον δ’ ὑπόλοιπον αὐτῶν ἐστιν, ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται τοῦτο, τὴν ὀπίσω χώραν αὐτῆς ἅπασαν διαπλέκον, τά τε περὶ τὰ ὦτα μόρια, καὶ τὰ μέχρι τῆς κορυφῆς τε καὶ τῆς ἀρχῆς τοῦ βρέγματος. οὕτως μὲν καὶ τὸ εἰς πρόσω φερόμενον σχεδὸν καὶ αὐτὸ εἰς ἅπαν τὸ πρόσω τῆς κεφαλῆς μέρος διασπείρεται. Ἡ δὲ τρίτη συζυγία τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἐκ μὲν τῶν πλαγίων μερῶν φύεται, καθ’ ὃ συμβάλλοντες ἀλλήλοις ὁ δεύτερός τε καὶ τρίτος σπόνδυλος ἐργάζονται τρῆμα κοινὸν στρογγύλον, ἴσον εὖρος τῷ πάχει τοῦ νεύρου. σχιζομένη δ’ αὐτίκα τῷ μὲν ἑτέρῳ τῶν μερῶν ὀπίσω φέρεται διὰ βάθους τῶν ἐνταῦθα μυῶν, ἀπονεμήσεις αὐτοῖς διδοῦσά τινας· ἔπειτα ἀνίσχει παρ’ αὐτὴν τὴν ἄκανθαν τῆς ῥάχεως. ἐντεῦθέν τε πάλιν ἐπὶ τὰ πρόσω φέρεται τὸ νεῦρον τοῦτο λοξὸν, εἰς τοὺς ὀπίσω τοῦ ὠτὸς μῦς διασπειρόμενον, ἓν ἑκατέρωθεν· τοῦτο γὰρ ἀεὶ, κᾂν μὴ λέγω, ὑπό σου ἐνθυμούμενον βούλομαι. τῷ δὲ ἑτέρῳ τῶν μερῶν πρόσω φερομένῳ αὐτὴ τρίτη ἡ συζυγία, καθ’. ἣν ὁ λόγος ἐστὶ, προσχώροις ἐκφύσεσιν ἐπιμίγνυται, ἀπονεμήσεις τέ τινας ἄλλοις τε τοῖς ἐκεῖ οὖσι σώμασι, καὶ τοῖς πλατέσι μυσὶ, τοῖς δὲ καὶ τούτοις πρόσω τοῦ ὠτὸς πέμπει, καὶ τοῖς τὰς γνάθους κινοῦσι, καὶ τοῖς ἀνανεύουσιν ὅλον τὸν τράχηλον ὀπίσω κατὰ τῆς συμπάσης κεφαλῆς διανέμεται. ἐπιμίγνυται δ’ αὐταῖς τὸ πρόσω φερόμενον ἀμφοτέραις ταῖς συζυγίαις, τῇ τε πρόσθεν εἰρημένῃ τῇ δευτέρᾳ καὶ τῇ μετὰ ταῦτα ῥηθησομένῃ τῇ τετάρτῃ. καὶ τήν γ’ ἀκριβῆ νομὴν, ἣν ἐν τοῖς πρόσω τοῦ τραχήλου μέρεσιν ἡ σύζευξις αὐτῶν ἴσχει, καθ’ ἕτερον εἰρήσεται λόγον. ἐν δὲ τῷ παρόντι χρὴ γινώσκειν τοσοῦτον, ὡς ἡ τρίτη καὶ τετάρτη συζυγία τοῖς τε κοινοῖς τοῦ τραχήλου καὶ τῆς κεφαλῆς μυσὶν αὐτὴ χορηγεῖ τὰ νεῦρα, καὶ τοῖς τὰς γνάθους κινοῦσιν, ὥσπερ γε καὶ τοῖς ὀπίσω τῶν ὤτων ἅπασι μέρεσι. Αἱ δ’ ἐφεξῆς συζυγίαι κοινὸν μὲν ἔχουσιν ἅπασαι τὸ διάτρημα, δι’ οὗ ἐκπίπτει τὰ νεῦρα, κοινὸν δ’ ἐπὶ τούτων καὶ τὸ σχίζεσθαι κατὰ μὲν τὴν ἔκφυσιν αὐτίκα, φέρεσθαί τε τῷ μὲν ἑτέρῳ τῷ ἐλάττονι εἰς τὰ πρόσω, τῷ δὲ ἑτέρῳ τῷ μείζονι διὰ βάθους· καὶ πρῶτον μὲν ὡς ἐπὶ τὴν ἄκανθαν, ἐντεῦθεν δὲ πάλιν εἰς τὰ πρόσω τοῦ πλατέος μυὸς τοῦ τὴν γνάθον ἀπάγοντος ἐπὶ τὰ πλάγια μέρη σὺν τοῖς χείλεσι, χωρὶς τοῦ κινῆσαι τὸ τῆς γένυος τῆς κάτω ὀστοῦν, ὃν μηδ’ αὐτὸν ἐγίνωσκον οἱ ἀνατομικοὶ, καίτοι σαφεστάτης τῆς ἐνεργείας ἐχόμενον. Ἔτι δὲ καὶ τοῦτο κοινὸν ἁπάσαις ταῖς ἐφεξῆς συζυγίαις ἐστὶν, ὡς αὐτίκα μετὰ τὴν πρώτην ἔκφυσιν ἀπονέμησίν τινα βραχεῖαν αὐτῶν εἰς τοὺς ῥαχίτας νέμεσθαι μῦς. Καὶ μέντοι κᾀν τῷ φέρεσθαι πρὸς τὴν ῥάχιν ὀπίσω πᾶσιν ὑπάρχει τοῖς νεύροις τούτοις κοινὸν, ἀποφύσεις τινὰς διδόναι τοῖς κοινοῖς τραχήλου τε καὶ κεφαλῆς μυσί. πάντες γὰρ οἵ τε ἐν τοῖς πρόσω τοῦ τραχήλου μύες, οἵ τ’ ἐν τοῖς πλαγίοις, ἀπὸ τούτων τῶν συζυγιῶν λαμβάνουσι νεῦρα, χωρὶς ἐκείνων, οὓς προεῖπον ἐκ τῶν ἀπ’ ἐγκεφάλου συζυγιῶν ἀπονέμεσθαί τι. ταῦτα μὲν οὖν ἁπάντων κοινὰ τῶν καθ’ ὅλον τὸν τράχηλον, τὸν μὲν τράχηλον (ἐν πᾶσιν αὐτοῖς ζώοις τοῖς μὴ πάνυ ἀνομοίας τῇ ἀνθρωπίνῃ φύσεως ἐχομένοις) ἑπτὰ σπονδύλων ὄντα. Ὅσα δὲ καθ’ ἑκάστην εἰσὶν ἴδια, ταῦτα μὲν ἀκριβῶς καὶ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι προείρηται, νῦν δὲ καὶ κεφαλαιωδῶς ἐμὲ λέγειν, ὡς κατὰ δύναμιν μικροτάτῳ τῷ λόγῳ συλλαμβάνοντα, ἀναγκαῖόν ἐστιν. Οἱ μὲν πάντες ἐν τοῖς ἐμπροσθίοις τε καὶ πλαγίοις τοῦ τραχήλου μέρεσιν ὑπάρχουσι μύες, οἳ ἀπ’ αὐτῶν συζυγιῶν τὰ νεῦρα λαμβάνουσι, πλὴν τούτων μυῶν, εἰς οὓς ἀπὸ συζυγιῶν ἐξ ἐγκεφάλου ἐκφυομένων τι διανέμεσθαι προειρήκαμεν. Καὶ προεγνωσμένων τούτων, εὔδηλον ἤδη τὸ καθ’ ἑκάστην τῶν ἐφεξῆς συζυγιῶν ἴδιον, ᾧ πρόσεχε τὸν νοῦν. Ἀπὸ μὲν τῆς τετάρτης, ἥτις ἐκφύεται μεταξὺ τοῦ τρίτου καὶ τετάρτου σπονδύλου, βραχὺ πάντη νεύριον ἐν πιθήκοις ἐπὶ τὴν ἑξῆς ἀφικνεῖται συζυγίαν, ἀναμιγνύμενον αὐτῇ, καθ’ ὃ πρῶτον ἀνίσχει ἐν τοῖς δ’ ἄλλοις ζώοις μὴ πολλάκις δὴ ταύτην ἀνάμιξιν γίνεσθαι συνορῶμεν. ἀπὸ δὲ ταύτης ἐφεξῆς ἡ πέμπτη συζυγία μετὰ τὸν τέταρτον σπόνδυλον ἐκφύεται· καὶ αὐτῆς ἓν μέν τι μόριον σμικρὸν εἰς τὸ κάταντες φέρεται, μελλῆσον, εἰ προσλάβοι τινὰ παρὰ τῶν ἑξῆς μόρια σμικρὰ, τὸ τοῦ διαφράγματος ἔσεσθαι νεῦρον. ἐκ μὲν γὰρ τῆς τετάρτης συζυγίας ἀραχνοειδῆ τινα μοῖραν τῷ διαφράγματι κατέπεμψεν ἡ φύσις· ἐκ δὲ τῆς πέμπτης ἀξιόλογον· εἶτα ἐκ τῆς ς΄ ἑτέραν, ἐλάττω μὲν ταύτης, μείζω δὲ τῆς πρώτης. ἕτερον δὲ μεῖζον τούτου ἐπὶ τὸ τῆς ὠμοπλάτης ὑψηλὸν ἀναφέρεται, τὸ δὲ λοιπὸν ἅπαν ἐν τῷ κοινῷ λόγῳ τῆς κατασχίσεως εἴρηται. τῶν δ’ ἐφεξῆς συζυγιῶν ἡ μὲν ἕκτη μετὰ τὸν πέμπτον, ἡ δὲ ἑβδόμη μετὰ τὸν ἕκτον, ἡ δὲ ὀγδόη μετὰ τὸν ἕβδομον ἀνίσχει σπόνδυλον, ἐκ τῶν κοινῶν, ὡς εἴρηται, τρημάτων, ἐπιμιγνύμεναι δ’ ἀλλήλαις ἐπί τε τὰ σιμὰ τῶν ὠμοπλατῶν φέρονται καὶ τὸν βραχίονα διὰ τῆς μασχάλης.