Περὶ πρώτης οὖν τῆς γενέσεως εἴπωμεν, ἣν ἐξ ἀλλοιώσεώς τε καὶ διαπλάσεως ἐλέγομεν γίνεσθαι. καταβληθέντος δὴ τοῦ σπέρματος εἰς τὴν μήτραν, ἢ εἰς τὴν γῆν, οὐδὲν γὰρ διαφέρει, χρόνοις τισὶν ὡρισμένοις πάμπολλα συνίσταται μόρια τῆς γεννωμένης οὐσίας, ξηρότητι, καὶ ὑγρότητι, καὶ θερμότητι, καὶ ψυχρότητι, καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τούτοις ἕπεται, διαφέροντα. τὰ δ’ ἑπόμενα γινώσκεις, εἴπερ ὅλως ἐφιλοσόφησάς τι περὶ γενέσεως καὶ φθορᾶς, εἴπερ ὅλως ἐφιλοσόφησάς τι περὶ γενέσεως καὶ φθορὰς. αἱ λοιπαὶ γὰρ τῶν ἁπτῶν ὀνομαζομένων διαφοραὶ ταῖς εἰρημέναις ἕπονται πρώτως καὶ μάλιστα· μετὰ δὲ ταύτας αἱ γευσταί τε καὶ ὀσφρηταὶ καὶ ὁραταί. σκληρότης μὲν οὖν, καὶ μαλακότης, καὶ γλισχρότης, καὶ κραυρότης, καὶ κουφότης, καὶ βαρύτης, καὶ πυκνότης, καὶ ἀραιότης, καὶ λειότης, καὶ τραχύτης, καὶ παχύτης, καὶ λεπτότης ἁπταὶ διαφοραὶ, καὶ εἴρηται περὶ πασῶν Ἀριστοτέλει καλῶς. οἶσθα δὲ δήπου καὶ τὰς ὀσφρητάς τε καὶ ὁρατὰς καὶ γευστὰς διαφοράς. ὥστ’, εἰ μὲν τὰς πρώτας τε καὶ στοιχειώδεις ἀλλοιωτικὰς δυνάμεις ζητοίης, ὑγρότης τ’ ἐστὶ, καὶ ξηρότης, καὶ θερμότης, καὶ ψυχρότης· εἰ δὲ τὰς ἐκ τῆς τούτων κράσεως γινομένας, τοσαῦται καθ’ ἕκαστον ἔσονται ζῶον, ὅσαπερ ἂν αὐτοῦ τὰ αἰσθητὰ στοιχεῖα ὑπάρχῃ. καλεῖται δ’ αἰσθητὰ στοιχεῖα τὰ ὁμοιομερῆ πάντα τοῦ σώματος μόρια. καὶ ταῦτ’ οὐκ ἐκ μεθόδου τινὸς, ἀλλ’ αὐτόπτην γενόμενον ἐκμαθεῖν χρὴ διὰ τῶν ἀνατομῶν. ὀστοῦν δὴ, καὶ χόνδρον, καὶ νεῦρον, καὶ ὑμένα, καὶ σύνδεσμον, καὶ φλέβα, καὶ πάνθ’ ὅσα τοιαῦτα, κατὰ τὴν πρώτην τοῦ ζώου γένεσιν ἡ φύσις ἀπεργάζεται, δυνάμει χρωμένη, καθόλου μὲν εἰπεῖν, τῇ γεννητικῇ τε καὶ ἀλλοιωτικῇ, κατὰ μέρος δὲ θερμαντικῇ τε καὶ ψυκτικῇ καὶ ὑγραντικῇ καὶ ξηραντικῇ, καὶ ταῖς ἐκ τῆς τούτων κράσεως γενομέναις, οἷον ὀστοποιητικῇ τε καὶ νευροποιητικῇ καὶ χονδροποιητικῇ· σαφηνείας γὰρ ἕνεκα καὶ τούτοις τοῖς ὀνόμασι χρηστέον. ἔστι μὲν οὖν καὶ ἡ ἴδιος σὰρξ τοῦ ἥπατος ἐκ τούτου τοῦ γένους, καὶ ἡ τοῦ σπληνὸς, καὶ ἡ τῶν νεφρῶν, καὶ ἡ τοῦ πνεύμονος, καὶ ἡ τῆς καρδίας. οὕτω δὲ καὶ τοῦ ἐγκεφάλου τὸ ἴδιον σῶμα, καὶ τῆς γαστρὸς, καὶ τοῦ στομάχου, καὶ τῶν ἐντέρων, καὶ τῶν ὑστερῶν, αἰσθητὸν στοιχεῖόν ἐστιν ὁμοιομερές τε καὶ ἁπλοῦν καὶ ἀσύνθετον. ἂν γὰρ ἐξέλῃς ἑκάστου τῶν εἰρημένων τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας καὶ τὰ νεῦρα, τὸ ὑπόλοιπον σῶμα τὸ καθ’ ἕκαστον ὄργανον ἁπλοῦν ἐστι καὶ στοιχειῶδες ὡς πρὸς αἴσθησιν. ὅσα δὲ τῶν τοιούτων ὀργάνων ἐκ δυοῖν σύγκειται χιτώνων, οὐχ ὁμοίων μὲν ἀλλήλοις, ἁπλοῦ δ’ ἑκατέρου, τούτων οἱ χιτῶνές εἰσι τὰ στοιχεῖα, καθάπερ τῆς τε γαστρὸς καὶ τοῦ στομάχου, καὶ τῶν ἐντέρων, καὶ τῶν ἀρτηριῶν. καὶ καθ’ ἑκάτερόν γε τῶν χιτώνων ἴδιος ἡ ἀλλοιωτικὴ δύναμις, ἡ ἐκ τοῦ παρὰ τῆς μητρὸς ἐπιμηνίου γεννήσασα τὸ μόριον. ὥστε τὰς κατὰ μέρος ἀλλοιωτικὰς δυνάμεις τοσαύτας εἶναι καθ’ ἕκαστον γένος ζώου, ὅσα περ ἂν ἔχῃ τὰ στοιχειώδη μόρια. καὶ μέντοι καὶ τὰς ἐνεργείας ἰδίας ἑκάστῳ τῶν κατὰ μέρος μορίων ἀναγκαῖον ὑπάρχειν, ὥσπερ καὶ τὰς χρείας, οἷον καὶ τῶν ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν διηκόντων πόρων, οἳ δὴ καὶ οὐρητῆρες καλοῦνται. οὗτοι γὰρ οὔτ’ ἀρτηρίαι εἰσὶν, ὅτι μήτε σφύζουσι, μήτ’ ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι μήθ’ αἷμα περιέχουσι, μήτ’ ἔοικεν αὐτῶν ὁ χιτὼν κατά τι τῷ τῆς φλεβός· ἀλλὰ καὶ νεύρων ἐπὶ πλέον ἀφεστήκασιν, ἢ τῶν εἰρημένων. τί ποτ’ οὖν εἰσιν; ἐρωτᾷ τις, ὥσπερ ἀναγκαῖον ὂν ἅπαν μόριον ἢ ἀρτηρίαν, ἢ φλέβα, ἢ νεῦρον ὑπάρχειν, ἢ ἐκ τούτων πεπλέχθαι, καὶ μὴ τοῦτ’ αὐτὸ τὸ νῦν λεγόμενον, ὡς ἴδιος ἑκάστῳ τῶν κατὰ μέρος ὀργάνων ἐστὶν ἡ οὐσία. καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι, ἥ τε τὸ οὖρον ὑποδεχομένη καὶ ἡ τὴν ξανθὴν χολὴν, οὐ μόνον τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ ἀλλήλων διαφέρουσι, καὶ οἱ εἰς τὸ ἧπαρ ἀποφυόμενοι πόροι, καθάπερ στόμαχοί τινες ἀπὸ τῆς χοληδόχου κύστεως, οὐδὲν οὔτ’ ἀρτηρίαις, οὔτε φλεψὶν, οὔτε νεύροις ἐοίκασιν. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κᾀν τοῖς περὶ τῆς ἀνατομῆς Ἱπποκράτους εἴρηται. αἱ δὲ κατὰ μέρος ἅπασαι δυνάμεις τῆς φύσεως αἱ ἀλλοιωτικαὶ αὐτὴν μὲν τὴν οὐσίαν τῶν χιτώνων τῆς κοιλίας καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν ἀπετέλεσαν, οἵα πέρ ἐστι· τὴν δὲ σύνθεσιν αὐτῶν, καὶ τὴν τῶν ἐμφυομένων πλοκὴν, καὶ τὴν εἰς τὸ ἕτερον τῶν ἐντέρων ἔκφυσιν, καὶ τὴν τῆς ἔνδον κοιλότητος ἰτέαν, καὶ τἄλλα ὅσα τοιαῦτα, δύναμίς τις ἑτέρα διέπλασεν, ἣν διαπλαστικὴν ὀνομάζομεν. ἣν δὴ καὶ τεχνικὴν εἶναι λέγομεν, μᾶλλον δ’ ἀρίστην καὶ ἄκραν τέχνην, καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν, ὡς ἂν μηδὲν ἀργὸν εἶναι, μήτε περιττὸν, μηδ’ ὅλως οὕτως ἔχον, ὡς δύνασθαι βέλτιον ἑτέρως ἔχειν. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς περὶ χρείας μορίων ἀποδείξομεν.