Ἐμοὶ μὲν οὖν καὶ φλὲψ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστον διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ᾡδί πως ἐνεργεῖν δοκεῖ. εἰσὶ δ’ οὐκ ὀλίγοι τινὲς ἄνδρες, οὐδὲ ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροὶ, οἱ τῷ μὲν θερμῷ καὶ τῷ ψυχρῷ τὸ δρᾷν ἀναφέροντες, ὑποβάλλοντες δ’ αὐτοῖς παθητικὰ τό τε ξηρὸν καὶ τὸ ὑγρόν. καὶ πρῶτός γ’ Ἀριστοτέλης τὰς τῶν κατὰ μέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς. ἠκολούθησε δ’ ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς στοᾶς χορός. καίτοι τούτοις μὲν, ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν χύσεσι τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν, εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν. Ἀριστοτέλει δ’ οὐχ οὕτως, ἀλλὰ τέτταρσι ποιότησιν εἰς τὴν τῶν στοιχείων γένεσιν χρωμένῳ βέλτιον ἦν καὶ τὰς τῶν κατὰ μέρος ἁπάσας αἰτίας εἰς ταύτας ἀνάγειν. τί δήποτ’ οὖν ἐν μὲν τοῖς περὶ γενέσεως καὶ φθορᾶς ταῖς τέτταρσι χρῆται, ἐν δὲ τοῖς μετεωρολογικοῖς καὶ τοῖς προβλήμασι καὶ ἄλλοθι πολλαχόθι ταῖς δύο μόναις; εἰ μὲν γὰρ, ὡς ἐν ζώοις τε καὶ φυτοῖς, μᾶλλον μὲν δρᾷν τὸ θερμὸν καὶ τὸ ψυχρὸν, ἧττον δὲ τό θ’ ὑγρὸν καὶ τὸ ξηρὸν ἀποφαίνοιτό τις, ἴσως ἂν ἔχοι καὶ τὸν Ἱπποκράτην σύμψηφον. εἰ δ’ ὡσαύτως ἐν ἅπασιν, οὐκ ἔτ’ οἶμαι συγχωρήσειν τοῦτο, μὴ ὅτι τὸν Ἱπποκράτην, ἀλλὰ μηδ’ αὐτὸν τὸν Ἀριστοτέλην, μεμνῆσθαί γε βουλόμενον, ὧν ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς οὐχ ἁπλῶς, ἀλλὰ μετ’ ἀποδείξεως αὐτὸς ἡμᾶς ἐδίδαξεν. ἀλλὰ περὶ μὲν τούτων κᾀν τοῖς περὶ κράσεων, εἰς ὅσον ἰατρῷ χρήσιμον, ἐπεσκεψάμεθα.