Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως λογισμοὶ σφαλέντες τῆς ἀληθείας εἰς τὰς ἰάσεις βλάπτουσι καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, ἢ μηδ’ ὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ’ ἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, ἢ πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν ἐπιχειρεῖν τε θεωρίᾳ φυσικῇ πρὸ τοῦ τὸν λογισμόν, ᾧ μέλλοιμεν εὑρίσκειν αὐτήν, ἀσκῆσαι πρεπόντως εἰς τὰ τοιαῦτ’ ἀναγκαῖον ἀπάγειν σοφίσματα, καὶ περί τε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι μάρτυρά τε καλεῖν Ἀριστοτέλην παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν· οἱ δ’ οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς ἀλλ’ ὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτόν ἐστιν ἢ οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν ἢ ἐπικτήτῳ τε καὶ ἀλλοτρίῳ διῆλθεν Ἀριστοτέλης· οἱ δὲ καὶ τούτου παρακούουσιν. ἔτι δὲ πρὸς τούτοις ὁ μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ ὁ Θεόφραστος, εἰς ὅ τι χρὴ βλέποντας ἢ εὔκρατον ἢ δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν· οἱ δ’ οὐδὲ τοῦτο γιγνώσκουσιν, ἀλλ’ ὅταν ἀκούσωσί που λεγόντων αὐτῶν ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῷον ἢ τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμήν, οὔθ’ ὅπως εἴρηται ταῦτα συνιᾶσιν ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας ὥσπερ ταὐτὸν ὂν ἀλλ’ οὐ μακρῷ διαφέρον ἢ τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν ἢ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτόν ἐστιν οὔθ’ ὁμοίως ὑγρὰ καὶ θερμὴ ζῴου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται. Τί δὴ τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίγνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν ἤδη καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς, ἀλλ’ οἰηθῆναι τὸ θερμὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δ’ ὡς ἐν τῇ πρὸς τοὐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν ἐν ἴσῳ τῷ θερμοτέραν, ἐπιλανθάνονται τοῦδε. καὶ μὴν οὕτω τὰ ζῷα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς τε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων τὰ ζῷα καὶ τῶν φυτῶν ἐστιν ὑγρότερα καὶ θερμότερα. καὶ μὲν δὴ καὶ τῶν ζῴων αὐτῶν ἀλλήλοις κατ’ εἴδη παραβαλλομένων, ξηρότερον μὲν κύων, ὑγρότερον δ’ ἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δ’ ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸν ζῷον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχει, ὑγρὸν δ’ ὡς πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δ’ ὡς πρὸς λέοντα· καὶ θαυμαστὸν οὐδέν, εἰ τὰ πρὸς ἕτερόν τι λεγόμενα τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτ’ ἄτοπον, εἰ ταὐτὸν σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρόν, ἀλλ’ εἰ καὶ πρὸς ταὐτόν· οὐδὲ γὰρ ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς ὁ αὐτὸς ἄνθρωπος, ἄτοπον, ἀλλ’ εἰ πρὸς τὸν αὐτόν· εἰ δὲ πρὸς ἄλλον μὲν δεξιός, πρὸς ἄλλον δ’ ἀριστερός, οὐδέν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς καὶ ψυχρὸς ἅμα καὶ θερμός, ἀλλ’ οὐ πρὸς ταὐτό. πρὸς μὲν γὰρ ἄνθρωπον ξηρός, ὑγρὸς δὲ πρὸς μύρμηκα, καὶ πρὸς μὲν ἄνθρωπον θερμός, ψυχρὸς δὲ πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν ὡς ζῶν· εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δ’ ὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δ’ ὡς ἐν ζῴων γένει καθ’ ἕτερον τρόπον, ὥσπερ αὖ καὶ ὅσα κατ’ εἶδος ζῴου. κύων γὰρ ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν ὑγρός, ὡς δ’ ἐν ζῴων γένει ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ’ εἶδος ὁδὶ μὲν ξηρός, ὁδὶ δ’ ὑγρός, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.