Τὸ δέ γε νῦν ἔχον πειράσομαι πρῶτον ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῇ ποτε σοφίζονται σφᾶς αὐτούς, εἶτ’ ἐφεξῆς ἀποδεῖξαι τὸν ἅπαντα λόγον εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐνταῦθα σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς ὁ χειμὼν οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστ’ οὐδέτερον ἀμέτρως. ἀμετρίας δ’ ἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων καὶ κατ’ αὐτοὺς ἐκείνους δηλωτικόν. ἐσφάλησαν δὲ διχῶς, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δ’ ἐκ τοῦ θερμότερον ἢ κατὰ τὸν χειμῶνα καὶ ὑγρότερον ἢ κατὰ τὸ θέρος ὑπολαμβάνειν ὑπάρχειν τὸ ἔαρ. ἀλλ’ οὔτ’ ἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ἢ ξηρὸν ἀποδείξει καὶ ψυχρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ θερμὸν καὶ τὸ ὑγρόν, οὐκ ἀληθεύεται κατ’ αὐτούς· σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ. εἰ δ’ ὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμόν, οὐδὲν ἧττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. ἢ τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δ’ ἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέροις γὰρ ἀμφοτέρων διαφέρον οὐκ ἐξ ἡμίσεος ὀφείλει τὴν παραβολὴν ἀλλ’ ὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτω γίγνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτό.  θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρόν, εἰ τῷ χειμῶνι, ψυχρὸν δ’ αὖ καὶ ὑγρόν, εἰ τῷ θέρει παραβάλλοιτο. κατ’ οὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γιγνομένην ὑγρὸν ἔσται καὶ θερμόν. εἰ δ’ ἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμόν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσι ξηρὸν καὶ ψυχρὸν ἀποφῆναι, ξηρὸν μὲν ὡς πρὸς τὸν χειμῶνα, ψυχρὸν δ’ ὡς πρὸς τὸ θέρος. ἅπαντ’ οὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν. Ἀλλ’ οὐδὲ κατ’ αὐτοὺς ἐκείνους οἷόν τ’ ἐστὶν ἐν ἑνὶ καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας. οὔκουν οὔτε θέρει παραβάλλειν οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ σκοπεῖσθαι δίκαιον. οὐδὲ γὰρ οὐδὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρόν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατός τε καὶ ψυχρότατος, ἀλλὰ τοῦτο μὲν ἄλλως αὐτῷ συμβέβηκεν· ὅτι δὲ πλεονεκτεῖ κατ’ αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦθ’ ὑγρὸς καὶ ψυχρὸς εἶναι λέγεται. κατὰ ταὐτὰ δὲ καὶ τὸ θέρος, ὅτι κἀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ καὶ δίκαιον ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, ἀλλὰ μὴ πρὸς ἄλλην τινὰ παραβαλλομένην ἢ θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσον ἁπασῶν τῶν ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ οὔθ’ ὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ μήθ’ ὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ μήθ’ ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ καὶ διὰ τοῦτ’ ὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους· "ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες". Ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν ἢ τὸ θέρος θερμόν, ἧττον δ’ ἢ ὁ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς οὔτε ψυχρόν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακόν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν Ἀφορισμοῖς εἰπών· "ὁκόταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή". καὶ τοῦτό γ’ ἐστὶ τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἡ ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρόν, οὐ γάρ ἐστι ψυχρόν αὐτὸ καθ’ αὑτὸ θεωρούμενον, ὥσπερ ὁ χειμών, ἀλλὰ τῷ θέρει παραβαλλόμενον ἐκείνου ψυχρότερον. οὐ μὴν οὐδ’ ὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλ’ ἐν τούτῳ δὴ καὶ μάλιστα διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαν τε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν. ὑγρότητος δὲ καὶ ξηρότητος οὐκ ἀκριβῶς μέν ἐστι μέσον, ὡς τὸ ἔαρ, ἀλλ’ ἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κἀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γ’ ὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐδὲ τὸ φθινόπωρον ἁπλῶς οὕτω ῥητέον, ὡς ἐκεῖνοι λέγουσι, ψυχρόν τ’ εἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρόν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον. Ὥστ’ εἴπερ τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι σπουδάζουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα. καίτοι γ’, εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρόν, οὐκ ἦν ἀναγκαῖον εὐθέως ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι κράσεών εἰσιν ἀμέτρων, ἤδη καὶ πάσας ἀναγκαῖον εἰς τὰς τέτταρας ὥρας νενεμῆσθαι. ἀλλ’ εἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ καὶ κατὰ τὸ βέλτιον, οὐ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γίγνεσθαι, μίαν δ’ ἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον· οἱ δὲ τοὐναντίον ἐπιδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλ’ ἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ ψυχρόν, αὖθις δὲ τὸ θερμόν, καὶ νῦν μέν, εἰ τύχοι, τὸ ξηρόν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω ἢ θερμὸν καὶ ὑγρὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὴν θερμὴν καὶ ὑγράν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσι καὶ λοιμώδεσι καταστάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ Ἱπποκράτης ἐμνημόνευσε λέγων· "ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου". τοῦτο γὰρ ἴδιόν ἐστιν ὑγρᾶς καὶ θερμῆς καταστάσεως ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δ’ ἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ἢ ὕοι μὲν ἀλλ’ ἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἷόν τε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆρ’ οὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν ᾧ, φησίν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου; καὶ μὴν ἄνθρακας ἐν τούτῳ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δ’ ἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν· "ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες. ἐγκαταλαμβανόμενοι δ’ ἐθερμαίνοντο καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλύκταιναι ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον". Ἀλλ’ ἐνταῦθα μὲν ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης ἧττον τὸ κακόν. εἰ δὲ δύο ἢ τρεῖς ὑπαλλαχθεῖεν ἢ καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμόν, οἷον ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτα μὲν ἃ περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγενομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δ’ αὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι πρῶτον μέν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι· δεύτερον δ’ ὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν ὁ Ἱπποκράτης τῆς διηγήσεως ὧδε· "ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος". εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶτ’ αὖθις ἐπὶ τέλει τὸν σύμπαντα λόγον εἰς ἓν κεφάλαιον ἀγαγὼν οὕτω φησί· "γενομένου δὲ τοῦ ἔτεος ὅλου νοτίου καὶ ὑγροῦ καὶ μαλακοῦ" τάδε καὶ τάδε συνέπεσεν, ἃ σύμπαντα μὲν γράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν. ἔνεστι δὲ τῷ βουλομένῳ λαβόντι τὸ τρίτον τῶν Ἐπιδημιῶν ἀναγιγνώσκειν τὰ κατὰ μέρος εἰς ἓν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις ὁ Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδίπως λέγων· "ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον"· ποτὲ δὲ πάλιν ὡδί· "καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται", καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖς μὲν βραχίων καὶ πῆχυς ὅλος ἀπερρύη, πολλοῖς δὲ μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἀλλὰ καὶ σαρκῶν καὶ ὀστῶν καὶ νεύρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, ὃ μὴ σηπεδόνος ἔκγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ ξηροῦ τι σήπεσθαι πέφυκεν οὔθ’ ὑπὸ ψυχροῦ. μάθοις δ’ ἄν, εἰ θεάσαιο τά τε κρέα καὶ τἆλλα σύμπαντα τὰ πρὸς τῶν ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσί, τὰ δ’ ἅλμῃ, τὰ δ’ ὄξει, τὰ δ’ ἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δ’ ἂν καὶ ὡς ἐν τῷ βορρᾷ, ξηρῷ καὶ ψυχρῷ  τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλείστου διαμένει πάντα· σήπεται δ’ ἑτοίμως ἐν νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ὁ ἄνεμος ὑγρὸς καὶ θερμός. Ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτόν ἐστιν οὔθ’ ὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτον. οἱ δὲ καὶ τοιοῦτον εἶναί φασιν αὐτὸ καὶ διὰ τοῦθ’ ὑπάρχειν ὑγιεινόν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσα τε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτό, τῷ λόγῳ δ’ ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἐστὶν ὑγιεινόν, διότι μηδὲν ἐπικρατεῖ τῶν τεττάρων. εἰ δέ γ’ ἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνων τ’ ἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν νοσωδέστατον. ἀλλ’ ἡ τῆς τῶν τεττάρων κράσεως ἰσομοιρία τῆς τ’ εὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖς τε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφήνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δ’ αὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων καὶ φαρμάκων ἁπάντων τε τῶν ὄντων εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.