ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ Ὅτι μὲν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώματα κέκραται καὶ ὡς οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν ἱκανῶς ἀποδέδεικται φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα δι’ ἑτέρου γράμματος, ἐν ᾦ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐσκοπούμεθα. νυνὶ δ’, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ, ἁπάσας ἐξευρεῖν τῶν κράσεων τὰς διαφοράς, ὁπόσαι τ’ εἰσὶ καὶ ὁποῖαι κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἐν τῷδε τῷ γράμματι δίειμι τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα, τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τουτέστι τῶν στοιχείων αὐτῶν, ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς· ἐπειδὰν δὲ ζῷον ἢ φυτὸν ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν εἶναι λέγωσιν, οὐκέθ’ ὡσαύτως. οὐδὲ γὰρ δύνασθαι ζῷον οὐδὲν οὔτ’ ἄκρως θερμὸν ὑπάρχειν ὡς πῦρ οὔτ’ ἄκρως ὑγρὸν ὡς ὕδωρ. ὡσαύτως δ’ οὐδὲ ψυχρὸν ἢ ξηρὸν ἐσχάτως, ἀλλ’ ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει γίγνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν ᾧ πλείων ὑγρότητός ἐστι μοῖρα, ξηρὸν δ’, ἐν ᾧ ξηρότητος· οὕτω δὲ καὶ θερμὸν μέν, ἐν ᾧ τὸ θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖ, ψυχρὸν δ’, ἐν ᾧ τὸ ψυχρὸν τοῦ θερμοῦ. αὕτη μὲν ἡ τῶν ὀνομάτων χρῆσις.