Ὥρα δ’ ἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων αὐτῶν. ἡ μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων ἰατρῶν τε καὶ φιλοσόφων, ὑγρὰν εἶναι καὶ θερμὴν κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ ταύταις τὴν ξηρὰν καὶ ψυχρὰν, ἑτέραν τῆς ξηρᾶς τε ἅμα καὶ θερμῆς. ἔνιοι δ’ ἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ, θερμὴν ἅμα καὶ ξηρὰν ἑτέραν· οὐ μὴν οὔτε τὴν ὑγρὰν ἅμα καὶ θερμὴν, οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐ γὰρ ἐγχωρεῖν οὔθ’ ὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν, οὔτε ξηρότητα ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος τὴν ὑγρότητα, καὶ οὕτως θερμὸν ἅμα καὶ ξηρὸν γίνεσθαι τὸ σῶμα, μένειν δὲ ἄπεπτόν τε καὶ ἀκατέργαστον, ἐν οἶς ἂν σώμασιν ἀῤῥωστῇ τὸ θερμὸν, ὥστ’ ἀναγκαῖον εἶναι, θερμότητος μὲν ἐπικρατούσης, ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ πλεονεκτούσης, ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν οὖν κατὰ τάδε πεπείκασι σφᾶς αὐτοὺς, ὡς δύο εἰσὶ πᾶσαι τῶν κράσεων αἱ διαφοραί. ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν· ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες, ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα πρὸς τοῦ θερμοῦ κρατοῦντος ἀναγκαῖόν ἐστιν· ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦσιν, ἀμφισβητοῦσι δὲ ἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν ἔργον εἶναί φασι τὸ θερμαίνειν, ὥσπερ καὶ τοῦ ψυχροῦ τὸ ψύχειν, τοῦ ξηροῦ δ’ αὖ τὸ ξηραίνειν, ὥσπερ καὶ τοῦ ὑγροῦ τὸ ὑγραίνειν. καὶ διὰ τοῦτο, ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα καὶ ξηρὰ, καθάπερ τὸ πῦρ, ᾗ μὲν θερμὰ, θερμαίνει, ᾗ δὲ ξηρὰ, ξηραίνει. ὅσα δ’ ὑγρὰ καὶ θερμὰ, καθάπερ ὕδωρ θερμὸν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν πέφυκεν ἀεὶ, ἓν ἑκατέρας κᾀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον. οὐκ οὖν συγχωροῦσιν, εἴ τι θερμαῖνόν ἐστιν, εὐθὺς τοῦτο καὶ ξηραίνειν· ἀλλ’ εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν ἅμα καὶ ὑγραίνειν, ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων ὑδάτων· εἰ δ’, ὥσπερ θερμὸν, οὕτω καὶ ξηρὸν εἴη, καθάπερ τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθὺς, οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβὸν, ἀλλ’ ἐκ τῆς συνούσης αὐτῇ ξηρότητος. ὑπομιμνήσκουσι δ’ ἐνταῦθα τῶν ἐν ἡλίῳ θερινῷ διατριψάντων ἐπιπλέον, εἶθ’, ὡς εἰκὸς, αὐανθέντων, ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων, καὶ διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλὰ εἰ καὶ λούσαιντο θερμοῖς ὕδασι καὶ γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ ψυχρότητος, εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς δρᾷν δυναμένης, ὑγραίνειν γὰρ τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βοῤῥᾶν, ξηρὸν καὶ ψυχρὸν ἄνεμον τυγχάνοντα, ξηραίνειν ἅπαντα καὶ ψύχειν. καὶ τοῦτ’ εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον, Ὡς δ’ ὅτ’ ὀπωρινὸς βορέης νεοαρδέ’ ἀλωὴν Αἶψα ξηραίνει. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τοῦ μήκωνος ὀπὸν καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ’ οὐκ ἀναγκαῖον, οὔτ’ εἴ τι ψυχρὸν, εὐθὺς τοῦτο καὶ ὑγρὸν ὑπάρχειν, οὔτ’, εἴ τι θερμὸν, εὐθὺς καὶ ξηρόν· οὔκουν  οὐδὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηρὰν, ἀλλὰ δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν τῇ κράσει τοῦ ζώου, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν, καὶ τὴν ἀλλοίωσιν, καὶ τὴν μεταβολὴν ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γίνεσθαι. τίς γὰρ οὖν εἰπὼν, ὅτι τὸ λευκὸν ἠλλοιώθη τε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερμὸν, οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ ὁ λόγος, οὐ τὴν κατὰ ψυχρὸν καὶ θερμὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ τὸ χρῶμα μεταβολήν· μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν, ὥσπερ καὶ τὸ μέλαν εἰς τὸ λευκὸν, καὶ τὸ θερμὸν αὖ εἰς τὸ ψυχρὸν, ὥσπερ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν. οὕτω δὲ καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρὸν, τὸ δ’ αὖ ξηρὸν εἰς τὸ ὑγρόν. εἰ γὰρ δὴ φάσκει τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν ὑπάρχον εἶναι νῦν λευκὸν, ἢ τῷ τέως ξηρὸν ὂν τὸ νῦν φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ τέως ὑγρὸν τὸ νῦν ξηρὸν φαίη γενέσθαι, ἢ τὸ πρότερον ὑπάρχον μέλαν νῦν εἶναι λευκὸν, ἢ ἐκ θερμοῦ ψυχρὸν, ἢ ἐκ ψυχροῦ θερμὸν γεγονέναι, σωφρονεῖν ἂν δόξειεν ὁ τοιοῦτος, καὶ λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, ᾗ μεταβάλλει, ταύτῃ μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν ἢ γίγνεται μουσικὸς ὅδε, φαμὲν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμματικὸς ἐξ οὐ γραμματικοῦ, καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ· τὸ δ’ ἐκ μουσικοῦ γραμματικὸν, ἢ ἐκ γραμματικοῦ μουσικὸν, ἢ ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίνεσθαί τι λέγειν ἄτοπον. ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν γεγονέναι, προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικὴν, οὐκ ἀποβαλόντα τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι, μένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλλοιώθη κατὰ τὸ μένον. ὥστ’ οὐκ ἐκ γραμματικοῦ μουσικὸς ἐγένετο· καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν· ἀλλ’ ἐξ ἀμούσου μουσικός· οὐ γὰρ ἔτ’ ἐγχωρεῖ μένειν αὐτὸν ἄμουσον, μουσικόν γε ἤδη γεγονότα. πασῶν γοῦν τῶν μεταβολῶν ὑπὸ τῶν ἐναντίων τε κᾀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γιγνομένων, δηλονότι καὶ τὸ ὑγρὸν, εἰ μεταβάλλει ποτὲ, καθ’ ὅσον ὑγρὸν, αὐτό τε ξηρανθήσεται καὶ τὸ ξηραῖνον αὐτὸ ξηρὸν λεχθήσεται. μὴ τοίνυν λεγόντων, φασὶν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ ψυχρὰν εἶναι τὴν αὐτὴν, ἢ ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγχωρεῖ· συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόν τε καθ’ ἓν καὶ ταὐτὸ σῶμα τὰς ἐναντίας ποιότητας· ἅμα δ’ ὑγρόν τι καὶ θερμὸν, καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατὸν, ὡς ὅ τε λόγος ἀπέδειξε καὶ τὰ σμικρῷ πρόσθεν εἰρημένα παραδείγματα. τοιοῦτος μὲν οὖν ὁ τῶν προτέρων λόγος. ὁ δὲ τῶν δευτέρων οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστικωτάτου τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν, ἀλλὰ καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμὴν, ὅταν ἐς ταὐτὸ ἅμα συνέλθῃ πλῆθος ὑγρότητός τε καὶ θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζώου. ὁ δὲ λόγος ἐκείνων οὐχ, ὡς οὐκ ἄν ποτε γένοιτο καθ’ ἓν καὶ ταὐτὸ σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ, δείκνυσιν, ἀλλ’ ὡς οὐκ ἂν διαμείναι τοιοῦτο ἄχρι παντός· ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα· καὶ οὕτως οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρὸν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν· αὐτὸ δ’ οὖν πάλιν τοῦτο, τὸ θερμὸν καὶ ξηρὸν, ἐπὶ προήκοντι τῷ χρόνῳ ξηρὸν ἔσται καὶ ψυχρόν. ἐπειδὰν γὰρ ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμὸν, ἄρχεται τοὐντεῦθεν ἤδη, φασὶ, καὶ αὐτὸ μαραίνεσθαι, μηκέτ’ εὐποροῦν τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι, καὶ κατ’ ἀρχὰς μὲν εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζώου συνδραμεῖν εἰς ταὐτὸ ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον, ἢ τὸ θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κᾀν τῷ χρόνῳ προϊόντι γίνεσθαι τὴν τέως θερμὴν καὶ ὑγρὰν κρᾶσιν αὖθις θερμὴν καὶ ξηρὰν, ὥσπερ γε καὶ αὖθις πάλιν τὴν ξηρὰν καὶ θερμὴν, ἀποσβεννυμένου τοῦ θερμοῦ, ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι. ὅτι μὲν οὖν ἐγχωρεῖ καὶ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα, καὶ ψυχρὰν καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων ἀποδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν. ὑποκειμένων γὰρ, φασὶ, τεττάρων ποιοτήτων, εἰς ἀλλήλας τε τὸ δρᾷν καὶ πάσχειν ἐχουσῶν, θερμότητός τε καὶ ψυχρότητος, καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίνεσθαι δύο, τὴν μὲν ἑτέραν, ἐν ᾗ τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δ’ ἑτέραν, ἐν ᾗ τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίνεσθαι τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν, οὔτε ψυχρὸν ἅμα καὶ θερμὸν δύναται γενέσθαι σῶμα. λείπεται γοῦν τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς μὲν δύο, ξηρὰς δὲ δύο, θερμότητι καὶ ψυχρότητι διῃρημένας. ἃ μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν ἰατρῶν τε καὶ φιλοσόφων εἰρήκασι, ταῦτά ἐστιν. ἃ δ’ ἐγὼ παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός.