Καὶ μᾶλλόν ἐστι θαυμάσαι, πῶς οἱ τὰ τοιαῦτα λέγοντες ἐν εὐδοξίᾳ τινὶ παρὰ τοῖς ἀνθρώποις ἦσαν, ἢ ἀπορῆσαι τῆς ἀντιλογίας. ἀλλ’ ὅμως ὁ Ἱπποκράτης ἀντιλέγειν αὐτοῖς ἐπεχείρησεν, οὐχ ὡς μέγα τὶ ποιῶν, ἀλλὰ διὰ τὴν κατέχουσαν δόξαν. οὐδὲ γὰρ οὐδὲ πιθανοῖς τισι λόγοις ἐχρήσαντο καὶ δυσλύτοις οἱ ἓν εἰπόντες εἶναι τὸ στοιχεῖον, ἀλλὰ πρόχειρόν τε καὶ ῥᾴστην φωραθῆναι τὴν ἀτοπίαν ἔχουσιν. οἵ τε γὰρ τὸ ὕδωρ εἰπόντες εἶναι τὸ στοιχεῖον, ὅτι τοῦτο πυκνούμενον μὲν καὶ οἷον πιλούμενον γίνεται γῆ, ἀραιούμενον δὲ καὶ οἷον χεόμενον ἀήρ· εἰ δὲ ἐπιπλέον ἀραιωθείη τε καὶ χεθείη, πῦρ· διὰ τοῦτό φασιν  ὑπάρχειν αὐτὸ στοιχεῖον· οἵ τε τὸν ἀέρα, καὶ οὗτοι πῦρ μὲν γίνεσθαί φασιν ἀραιούμενον, ὕδωρ δὲ πυκνούμενον· εἰ δ’ ἔτι μᾶλλον πυκνωθείη, γῆν· οἵ τε τὴν γῆν, ἐκ τοῦ μετρίως μὲν χεθεῖσαν, ὕδωρ γίνεσθαι, περαιτέρω δ’ ἀραιωθεῖσαν, ἀέρα, καὶ σφόδρα τοῦτο παθοῦσαν, εἰς πῦρ μεταπίπτειν, καὶ οὕτω συλλογίζονται τὴν γῆν ὑπάρχειν στοιχεῖον· οἵ τε τὸ πῦρ ὡσαύτως, ἐκ τοῦ συνιὸν μὲν καὶ πυκνούμενον ἀέρα γίνεσθαι, παθὸν δ’ ἔτι μᾶλλον τοῦτο καὶ σφοδρότερον πιληθὲν ὕδωρ, ἐπὶ πλεῖστον δὲ πυκνωθὲν γῆν ἀποτελεῖσθαι· συλλογίζονται καὶ οὗτοι, τοῦτ’ εἶναι τὸ στοιχεῖον. καίτοι πρόχειρός γε ἡ ἀτοπία τῶν λόγων. ὑπὲρ γὰρ τῆς εἰς ἄλληλα μεταβολῆς τῶν στοιχείων εἰρηκότες ἅπαντες, οὐ τοῦτο οἴονται δεικνύναι, ἀλλ’ ὅ τί περ ἂν ἕκαστος αὐτῶν ὀνομάσῃ στοιχεῖον. οὐκ ἔστι δὲ ταὐτόν, ἢ περὶ τῆς εἰς ἄλληλα μεταβολῆς εἰπεῖν, ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς, ἢ περὶ στοιχείων· οὐ γὰρ δὴ ταύτῃ γε στοιχεῖον ἕκαστον αὐτῶν, ᾗ μεταβάλλειν εἰς ἄλληλα πέφυκεν, ἀλλ’ ᾗ πρῶτόν τέ ἐστι καὶ ἁπλούστατον· ἐπεί γε καὶ Πλάτων ὑπὲρ τῆς εἰς ἄλληλα μεταβολῆς ἐν Τιμαίῳ διείλεκται, κοινὴν ὑποβεβλῆσθαι πᾶσιν ὕλην μίαν ἀποδεῖξαι βουλόμενος. ἀλλ’ οὗτος μὲν, ὡς ἂν εἰδὼς ἀποδεικνύειν, εἰς δέον ἐχρήσατο τῇ τῶν πρώτων σωμάτων εἰς ἄλληλα μεταβολῇ. Θαλῆς δὲ καὶ Ἀναξιμένης καὶ Ἀναξίμανδρος καὶ Ἡράκλειτος, ἓν ἐξ αὐτῶν ὁτιοῦν ἄλλος ἄλλο θέμενος εἶναι στοιχεῖον, ἐκ τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν ἀποδεικνύναι πειρῶνται. καί μοι δοκοῦσιν ἅπαντες ἐκεῖνοι τὴν ὕλην ὀνειρώττειν, ἣ κοινῇ πᾶσιν ὑποβέβληται τοῖς στοιχείοις, καὶ ταύτην μίαν ὁρῶντες ἓν ὑπολαμβάνειν εἶναι καὶ τὸ στοιχεῖον· εἶτα δέον εἰπεῖν, εἴπερ ἄρα, τὸ κοινῇ πᾶσιν ὑποβεβλημένον, ἀέρι, καὶ πυρὶ, καὶ ὕδατι, καὶ γῇ, τοῦτ’ εἶναι τὸ στοιχεῖον, οἱ δὲ ὑπερέβησαν μὲν ἐκεῖνο, τῶν τεττάρων δὲ ἓν ὁτιοῦν ἀπεφῄναντο, κοινῇ μὲν γνώμῃ τῆς ἀποδείξεως ἅπαντες χρησάμενοι, θέμενοι δ’ οὐ ταὐτὸν ἅπαντες τὸ στοιχεῖον. ᾧπερ δὴ καὶ σκάπτων αὐτοὺς ὁ Ἱπποκράτης, εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος, ὧδέ πως φησί· γνώμῃ μὲν τῇ αὐτῇ πάντες χρέονται, λέγουσι δ’ οὐ τὰ αὐτά. κᾄπειτα τούτῳ συνάπτων, ἀλλὰ τῆς μὲν γνώμης, φησὶ, τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται, λέγουσι δὲ οὐ τὰ αὐτά. τίς δ’ ἦν αὐτοῖς ἐπίλογος; ὃν ἔμπροσθεν εἴπομεν. οἵ τε γὰρ τὴν γῆν λέγοντες εἶναι στοιχεῖον ἐκ τοῦ χεομένην αὐτὴν ὕδωρ γίνεσθαι, καὶ μᾶλλον ἀραιωθεῖσαν ἀέρα, κᾄπειτα πῦρ, ἐκ τούτου συλλογίζονται, τὴν γῆν εἶναι στοιχεῖον· κατὰ ταὐτὰ καὶ οἱ τὸν ἀέρα καὶ τὸ ὕδωρ καὶ τὸ πῦρ εἰπόντες, ὡς ἔμπροσθεν ἐδήλωσα. πάντες οὖν οὗτοι τὸν ἐπίλογον ἕνα λέγουσιν ἐπὶ διαφόροις ὑποθέσεσι, πρῶτον μὲν, οὐκ ἐπιφέροντες οἰκεῖον συμπέρασμα· τὸ γὰρ οἰκεῖον ἦν εἰπεῖν, ἓν ἄρα τὸ ὑποκείμενον ἅπασι, καὶ οὐσία μία, ἥτις ὑποβέβληται κοινῇ τοῖς πρώτοις σώμασιν· ἔπειτα μηδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὡς τεττάρων ὑποθέσεων ἀπόδειξιν μίαν ἐγχειροῦσι λέγειν ἅπαντες, ἅπερ αὐτῶν καὶ διαῤῥήδην ὁ Ἱπποκράτης ἀμφότερα μέμφεται ἐν τῷ φάναι· καὶ ἐπιλέγει μὲν ἕκαστος τῷ ἑαυτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ ἐστιν οὐδέν· σαφῶς ἐνδεικνύμενος, ὡς ἀναπόδεικτα φλυαροῦσι, καὶ παραλογίζονται μᾶλλον σφᾶς αὐτοὺς, ἢ συλλογίζονται. ἐν δὲ τῷ προσγράψαι, ὅτι γνώμῃ μὲν τῇ αὐτῇ πάντες χρέονται, λέγουσι δ’ οὐ τὰ αὐτὰ, δῆλον, ὅτι οὐδὲ γινώσκουσιν· ἐν τούτῳ πάλιν αὐτὸ τοῦτο ἐνδεικνύμενος, ὡς οὐκ αἰσθάνονται διαφόρων τε καὶ μαχομένων πραγμάτων ἀπόδειξιν μίαν καὶ τὴν αὐτὴν ἐγχειροῦντες λέγειν. ὅθεν καὶ ᾦ ἄν τινι τύχῃ, φησὶν, ἡ γλῶσσα ῥυεῖσα πρὸς τὸν ὄχλον, περιγίνεσθαι δοκεῖ τῷ λόγῳ, καὶ μάλιστα πρὸς τὸν ὄχλον εἰπὼν, ἀπαιδεύτων δηλονότι πλῆθος ἀνδρῶν, οὐκ εἰδότων, ὅ τί ποτέ ἐστιν ἀπόδειξις. διὸ καὶ τοῦτο ὀρθῶς ἐπήνεγκεν· ἀλλ’ ἐμοί γε δοκέουσιν οἱ τοιοῦτοι αὐτοὶ ἑαυτοὺς καταβάλλειν τοῖς ὀνόμασι τῶν λόγων αὐτῶν ὑπὸ ἀξυνεσίης, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν. ὁ γάρ τοι Μέλισσος ἀλλόκοτα μὲν καὶ αὐτὸς ὑπὲρ τοῦ παντὸς ἀπεφῄνατο, ὡς ἕν τε εἴη καὶ ἀμετάβλητον καὶ ἄπειρον. ἐξ ὧν οἵ τε τὸν ἀέρα λέγοντες, ἢ τὸ πῦρ, ἢ τὸ ὕδωρ, ἢ τὴν γῆν εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, ἐκ τούτων ἄν δόξειεν ὁ τοῦ Μελίσσου λόγος ὀρθοῦσθαι. εἰ γὰρ χρὴ δυοῖν ἀτόπων οὕτω δογμάτων αἵρεσιν ποιήσασθαι, κινδυνεύει νοῦν ἔχειν ὁ τοῦ Μελίσσου λόγος. ὃ γὰρ ὑπέθετο κατ’ ἀρχὰς, οὐκ ἀνατρέπει κατὰ τὴν ἐφεξῆς διέξοδον, ὡς οὗτοι. θέντες γὰρ, τὸ στοιχεῖον ἕν εἶναι τῶν ὄντων, ἐν τοῖς ἐφεξῆς μνημονεύουσι τῆς μεταβολῆς αὐτοῦ, τέτταρα ποιοῦντες τὰ ὄντα. βέλτιον γὰρ ἦν ἀμετάβλητον ὑποθέσθαι τοῦτο τὸ ἓν, εἰ ὄντως ἕν ἐστιν. εἰ γὰρ μεταβάλλει, πῶς ἕν ἐστιν ἔτι; προσηκόντως οὖν ἔφη ὁ Ἱπποκράτης, ἅπαντας τούτους τοὺς  ἤτοι τὸ ὕδωρ, ἢ τὸ πῦρ, ἢ τὸν ἀέρα, ἢ τὴν γῆν εἶναι λέγοντας στοιχεῖα ὀρθοῦν τὸν τοῦ Μελίσσου λόγον, καίτοι γ’ ἄτοπον ὄντα δεινῶς, καὶ παρὰ πᾶσαν ἐνάργειαν εἰρημένον, ὡς μηδὲ ἀντιλογίας χρῄζειν. ἐπὶ πλέον δὲ καὶ περὶ τῆς ἀτοπίας αὐτοῦ καὶ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῆς φυσικῆς ἀκροάσεως διείλεκται.