Τίς οὖν ἐστι τῆς τούτων εὑρέσεως ἡ μέθοδος; ἐμοὶ μὲν οὐκ ἄλλη τις, ἢ ἣν Ἱπποκράτης εἰσηγήσατο, δοκεῖ. χρὴ γὰρ διελέσθαι, πρῶτον μὲν, εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ στοιχεῖον, ἢ πολλὰ καὶ ποικίλα καὶ ἀνόμοια. δεύτερον δὲ, εἰ πολλὰ καὶ ποικίλα καὶ ἀνόμοια, πόσα τε, καὶ τίνα, καὶ ὁποῖα ταῦτά ἐστι, καὶ ὅπως ἔχοντα τῆς πρὸς ἄλληλα κοινωνίας. ὅτι μὲν οὖν οὐχ ἕν ἐστι τὸ πρῶτον στοιχεῖον, ἐξ οὗ τό τε ἡμέτερον σῶμα, καὶ τὰ τῶν ἄλλων ἁπάντων γέγονεν, ἐκ τῶνδε δείκνυσιν ὁ Ἱπποκράτης. αὐτὴν γὰρ ἄμεινον εἶναι δοκεῖ παραθέμενον αὐτοῦ τὴν ῥῆσιν οὕτως ἐξηγήσασθαι. Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτε ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ’ ὅτου ἀλγήσειεν, ἓν ἐών. Κάλλιστά μοι φαίνεται καὶ διὰ βραχυτάτης λέξεως ἅμα τὸ ἐπικαιρότατον αὐτοῦ τῆς ἀποδείξεως εἰπεῖν, ὑπὲρ τοῦ μὴ δύνασθαι τὸ στοιχεῖον ἓν εἶναι τὴν ἰδέαν τε καὶ δύναμιν. ὅτι μὲν γὰρ ἓν τῷ ἀριθμῷ λέγειν εἶναι τὸ ὂν ἐσχάτης ἀτοπίας ἐστὶ, καὶ ὄντως ἀνθρώπου μηδενὸς τῶν ἐναργῶν πεφροντικότος, ἄντικρυς δῆλον. ἰδέᾳ δὲ καὶ δυνάμει δύναιτ’ ἄν τις ἓν εἶναι λέγειν τὰ πάντα, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρόν τε καὶ Δημόκριτον τὰς ἀτόμους. ἐκ ταὐτοῦ δέ εἰσιν αὐτοῖς χοροῦ καὶ οἱ ἐλάχιστα καὶ ἄναρμα καὶ ἀμερῆ τιθέμενοι στοιχεῖα. πρὸς τοὺς τοιούτους οὖν ἅπαντας ὁ Ἱπποκράτης κοινὴν ἀντιλογίαν ποιούμενος ἀποδείκνυσιν, οὐχ ἓν εἶναι τὴν ἰδέαν τε καὶ τὴν δύναμιν τὸ στοιχεῖον, οὐδὲ μνημονεύσας ἐκείνων, οἳ καὶ τῷ ἀριθμῷ τὸ ὂν ἓν εἶναί φασιν, ὡς ἐμπλήκτων τελέως. ἴδωμεν οὖν, εἰ ὀρθῶς συνελογίσατο καὶ δεόντως ἀντεῖπε τοῖς ἓν εἶναι τῇ φύσει τὸ στοιχεῖον ὑποτιθεμένοις, εἴτ’ οὖν ἄτομον, εἴτ’ ἄναρμον, εἴτ’ ἐλάχιστον, εἴτ’ ἀμέριστον αὐτὸ προσαγορεύειν ἐθέλουσιν. οὐδὲ γὰρ ἔτι δεηθησόμεθα τῆς κατὰ μέρος ἐν αὐτοῖς διαφορᾶς, ἂν τὸ καθόλου τε καὶ κοινὸν ἁπασῶν τῶν αἱρέσεων αὐτῶν ἀνέλωμεν. ὑπόκειται γὰρ ἅπασι τούτοις, ἄποιον εἷναι τὸ πρῶτον στοιχεῖον, μήτε λευκότητα σύμφυτον ἔχον, ἢ μελανότητα, ἢ ὅλως ἡντιναοῦν χροιὰν, οὔτε γλυκύτητα, ἢ πικρότητα, ἢ θερμότητα, ἢ ψυχρότητα, οὔθ’ ὅλως ἡντιναοῦν ἑτέραν ποιότητα. νόμῳ γὰρ χροιὴ, νόμῳ πικρὸν, νόμῳ γλυκὺ, ἐτεῇ δ’ ἄτομον καὶ κενὸν, ὁ Δημόκριτός φησιν, ἐκ τῆς συνόδου τῶν ἀτόμων γίνεσθαι νομίζων ἁπάσας τὰς αἰσθητὰς ποιότητας ὡς πρὸς ἡμᾶς τοὺς αἰσθανομένους αὐτῶν, φύσει δὲ οὐδὲν εἶναι λευκὸν, ἢ μέλαν, ἢ ξανθὸν, ἢ ἐρυθρὸν, ἢ πικρὸν, ἢ γλυκύ. τὸ γὰρ δὴ νόμῳ ταὐτὸ βούλεται τῷ οἶον νομιστὶ, καὶ πρὸς ἡμᾶς, οὐ κατὰ τὴν αὐτῶν τῶν πραγμάτων φύσιν· ὅπερ δ’ αὖ πάλιν ἐτεῇ καλεῖ, παρὰ τὸ ἐτεὸν, ὅπερ ἀληθὲς δηλοῖ,  ποιήσας τοὔνομα. καὶ εἴη ἂν ὁ σύμπας αὐτοῦ νοῦς τοῦ λόγου τοιόσδε. νομίζεται μέντοι παρὰ τοῖς ἀνθρώποις λευκόν τι εἶναι, καὶ μέλαν, καὶ γλυκὺ, καὶ πικρὸν, κατὰ δὲ τὴν ἀλήθειαν ἓν καὶ μηδέν ἐστι τὰ πάντα. καὶ γὰρ αὖ καὶ τοῦτ’ εἴρηκεν αὐτὸς, ἓν μὲν τὰς ἀτόμους ὀνομάζων, μηδὲν δὲ τὸ κενόν. αἱ μὲν οὖν ἄτομοι σύμπασαι, σώματα οὖσαι σμικρὰ, χωρὶς ποιοτήτων εἰσί· τὸ δὲ κενὸν χώρα τις, ἐν ᾗ φερόμενα ταυτὶ τὰ σώματα ἄνω τε καὶ κάτω σύμπαντα διὰ παντὸς τοῦ αἰῶνος, ἢ περιπλέκεταί πως ἀλλήλοις, ἢ προσκρούει, καὶ ἀποπάλλεται, καὶ διακρίνει δὲ, καὶ συγκρίνει πάλιν εἰς ἄλληλα κατὰ τὰς τοιαύτας ὁμιλίας, κᾀκ τούτου τά τε ἄλλα συγκρίματα πάντα ποιεῖ, καὶ τὰ ἡμέτερα σώματα, καὶ τὰ παθήματα αὐτῶν, καὶ τὰς αἰσθήσεις. ἀπαθῆ δ’ ὑποτίθενται τὰ σώματα εἶναι τὰ πρῶτα· τινὲς μὲν αὐτῶν ὑπὸ σκληρότητος ἄθραυστα, καθάπερ οἱ περὶ τὸν Ἐπίκουρον· ἔνιοι δὲ, ὑπὸ σμικρότητος ἀδιαίρετα, καθάπερ οἱ περὶ τὸν Λεύκιππον, ἀλλ’ οὐδ’ ἀλλοιοῦσθαι κατά τι δυνάμενα ταύτας δὴ τὰς ἀλλοιώσεις, ἃς ἅπαντες ἄνθρωποι πεπιστεύκασιν εἷναι, διδαχθέντες ὑπὸ τῶν αἰσθήσεων, οἷον οὔτε θερμαίνεσθαί τί φασιν ἐκείνων, οὔτε ψύχεσθαι, κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθ’ ὑγραίνεσθαι, οὔτε ξηραίνεσθαι, πολὺ δὲ δὴ μᾶλλον ἔτι μήτε μελαίνεσθαι, μήτε λευκαίνεσθαι, μήτ’ ἄλλην τινὰ ὅλως ἐπιδέχεσθαι ποιότητα κατὰ μηδεμίαν μεταβολήν. εὐλόγως οὖν ὁ Ἱπποκράτης ἀντιλέγων αὐτοῖς, ἐρεῖ, μηδέποτ’ ἂν ἀλγέειν τὸν ἄνθρωπον, εἰ τοιαύτη τις ἦν ἡ φύσις αὐτοῦ. τὸ γὰρ ἀλγῆσον χρὴ δήπου δύο ταῦτ’ ἔχειν ἐξ ἀνάγκης, ἀλλοιωτόν τε καὶ αἰσθητὸν ὑπάρχειν. εἴτε γὰρ μηδέποτε μηδεμίαν ἀλλοίωσιν ἐπιδέχοιτο, φυλάξει διὰ παντὸς ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν· οὐ φυλάττει δέ γε τὸ ἀλγοῦν· εἴτε μεταβάλλοι, καθάπερ οἱ λίθοι τε καὶ τὰ ξύλα, θερμαινόμενά τε καὶ ψυχόμενα, καὶ διαιρούμενα, μὴ παρείη δ’ αὐτοῖς τις αἴσθησις σύμφυτος, οὐκ αἰσθήσεται τῆς ἀμφ’ αὐτὸ γενομένης διαθέσεως, ὥσπερ οὐδὲ οἱ λίθοι. καὶ μὴν ἀμφοῖν ἀπολείπεται τὰ τούτων στοιχεῖα, μήτ’ ἀλλοιοῦσθαι μήτ’ αἰσθάνεσθαι πεφυκυίας ἀτόμου μηδεμιᾶς. εἴπερ οὖν ἐξ ἀτόμων τινῶν ἦμεν, ἤ τινος τοιαύτης ἄλλης φύσεως μονοειδοῦς, οὐκ ἂν ἠλγοῦμεν· ἀλγοῦμεν δέ γε· δῆλον οὖν, ὡς οὐκ ἐσμὲν ἐξ ἁπλῆς τινος καὶ μονοειδοῦς οὐσίας. τὸ μὲν δὴ κεφάλαιον τοῦ λόγου τοῦτο, πρόδηλον ὑπάρχον ἅπασι τοῖς ἐν τῆ λογικῇ θεωρίᾳ γεγυμνασμένοις, οὕτω πως περαίνει τὸ προκείμενον. ἐπεὶ δὲ, πρὸς τῷ μὴ γεγυμνάσθαι τὸν λογισμὸν, οἱ τὰ τοιαῦτα εἰσηγούμενοι στοιχεῖα καὶ ἄλλως εἰσὶ φιλόνεικοι, μέγιστον εἶναι νομίζοντες κακὸν τὸ μετατίθεσθαι πρὸς τὰ βελτίω, πειρατέον αὐτοῖς ἐκθέσθαι τὸν καθόλου τοῦτον λόγον ἐπὶ παραδειγμάτων τινῶν κατὰ μέρος. εἰ γάρ τις τῇ λεπτοτάτῃ βελόνῃ τρώσειε τὸ δέρμα, πάντως μὲν ἀλγήσει τὸ ζῶον, ἅψεται δὲ ἤτοι μιᾶς, ἢ δυοῖν, ἢ καὶ πλειόνων ἀτόμων ἡ βελόνη. πρῶτον οὖν ὑποκείσθω, ψαύειν αὐτὴν μιᾶς. ἀλλ’ ἑκάστη τῶν ἀτόμων ἄτρωτός τε ἦν καὶ ἀναίσθητος. οὐκοῦν οὔτε πείσεταί τι πρὸς τῆς βελόνης, οὔτ’, εἴπερ ἔπαθεν, ᾔσθετ’ ἂν τοῦ παθήματος. εἰ μὲν γὰρ ἐκ δυοῖν τούτων γίνεται τὸ ἀλγεῖν, ἔκ τε τοῦ πάσχειν τὸ παθητὸν κᾀκ τοῦ τῶν παθημάτων αἰσθάνεσθαι, μέτεστι δ’ οὐδ’ ἑτέρου τούτων ταῖς ἀτόμοις, οὐκ ἀλγήσει τὸ ζῶον, ὅταν ἡ βελόνη ψαύσῃ μιᾶς ἀτόμου. μὴ τοίνυν μιᾶς, ἀλλὰ δυοῖν ψαυέτω. καὶ μὴν, ὅπερ ἐπὶ τῆς μιᾶς ἀρτίως, τοῦτ’ ἐπ’ ἀμφοῖν ἐγχωρήσει λέγειν νῦν. εἰ γὰρ μηδ’ ἑτέρα τῶν ἀτόμων μήτ’ ἐτρώθη πρὸς τῆς βελόνης, μήτ’, εἴπερ ἐτρώθη, τῆς τρώσεως αἰσθάνεσθαι φύσιν εἶχεν, ἀναίσθητός τε ἅμα καὶ ἀνώδυνος ὁ τρωθεὶς ἔσται. ὥσπερ γὰρ οὐδὲν πλέον ἐκ τοῦ δυοῖν προσπεσεῖν ὀστοῖς, ἢ χόνδροις, ἢ θριξὶ τὴν βελόνην, ἢ ἄλλῳ τινὶ τῶν ἀναισθήτων μορίων· ὁμοίως γὰρ αἱ δύο τρίχες ἀναίσθητοί εἰσι τῇ μιᾷ· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, οὐδ’ εἰ δυοῖν ἀτόμοιν ἐφάψαιτο, πλέον οὐδὲν εἰς αἴσθησιν, εἰ μηδὲ ἑτέρα τῶν ἀτόμων ἐστὶν αἰσθητική. καὶ μὲν δὴ κᾂν εἰ τριῶν ἢ τεττάρων ἅψαιτο, κατὰ τὸν αὐτὸν λόγον, ὥσπερ ἐπί τε ψηφίδων καὶ λίθων καὶ τριχῶν, οὕτω κᾀνταῦθα πλέον οὐδὲν οὔτ’ εἰς παθήματος οὔτ’ εἰς αἰσθήσεως γένεσιν. οὐδὲν γὰρ οὔτ’ ἐκ τῶν ἀπαθῶν οὔτ’ ἐκ τῶν ἀναισθήτων συντιθέμενον αἰσθητικὸν ἢ παθητικὸν γίνεται. θαυμαστὸν γὰρ ἂν ἦν, εἰ, μηδενὸς αὐτοῦ τῶν μορίων μήτε πάσχοντος μήτ’ αἰσθανομένου, τὸ ὅλον αἰσθανόμενόν τε καὶ πάσχον ἐγένετο. δυοῖν γὰρ ὄντων ὀργάνων πρὸς τὰς τῶν τοιούτων ἀξιωμάτων εὑρέσεις, ἐμπειρίας καὶ λόγου, κατ’ οὐδέτερον αὐτῶν εὑρεθήσεταί ποτε σύνθετον ἐξ ἀναισθήτων τε ἅμα καὶ ἀπαθῶν αἰσθητικὸν καὶ παθητικόν. ἀλλ’ εἴτε ἀδάμαντας πολλοὺς, ἢ καὶ ὅ τι βούλει τῶν δυσπαθεστάτων ἀθροίσας τιτρώσκειν ἐπιχειρήσεις, οὔτε τρωθήσεταί ποτε τὸ ἐξ αὐτῶν σύνθετον, οὔτ’ αἰσθήσεται. διὰ μὲν δὴ τῆς πείρας οὐδὲν εὕρηταί ποτε τοιοῦτον  ἐκ τοῦ σύμπαντος αἰῶνος. ὅτι δ’ οὐδ’ ὁ λόγος αὐτὸ προσίεται, μικρὸν ἔμπροσθεν ἐῤῥέθη. τῆς γοῦν ἀλγούσης σαρκὸς ἐν τῷ τιτρώσκεσθαι τὸ μηδὲν τῶν ἐλαχίστων αὐτῆς μορίων μήτε ἀλγεῖν, μήτε τιτρώσκεσθαι, πῶς οὐ θαυμαστόν; ἢ τίς τοῦτο προσίεται λογισμός; ἐγὼ μὲν γάρ φημι, κᾂν εἰ πάσαις ταῖς ἀτόμοις ἦν αἴσθησις σύμφυτος, ἄτρωτοι δὲ τελέως καὶ ἀπαθεῖς ἦσαν, ἐκ τοῦ περιπλέκεσθαι μόνον ἀλλήλαις ἐργαζόμεναι τὴν σάρκα, πλέον ἂν οὐδ’ οὕτως γενέσθαι, καθιεμένης τῆς βελόνης. ὥσπερ γὰρ, εἰ τοὺς δύο δακτύλους περιπλέξειας ἀλλήλοις, καίτοι γ’ αἰσθητικοὺς ὄντας, οὐδεὶς ἕπεται πόνος ἐκ τοῦ πάλιν ἀφίστασθαί τε καὶ διαλύεσθαι, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδὲ εἰ διΐστησί τε καὶ διαλύει τὰς ἀτόμους ἀπ’ ἀλλήλων ἡ βελόνη, τιτρώσκει δὲ οὐδεμίαν, οὐδαμῶς ἀλγήσει τὸ ζῶον. ἢ δειξάτωσαν ἐκ τοῦ περιπλέκεσθαί τε καὶ πάλιν ἀφίστασθαι τῶν αἰσθητικῶν ὁτιοῦν σωμάτων ἀκολουθοῦσαν ὀδύνην. ἀλλ’ οὔτ’ ἐπὶ τῶν φαινομένων ἔχουσι δεῖξαι, καὶ τῷ λόγῳ σκοπουμένοις παντὸς μᾶλλον ἀδύνατον φαίνεται. καὶ μὴν εἰ καὶ τὴν αἴσθησιν ἡμῶν συγχωρησάντων ταῖς ἀτόμοις ὁ χωρισμὸς ἀνώδυνος εὑρίσκεται, καὶ λόγῳ καὶ πείρᾳ σκοπουμένοις, εἴπου γέ τοι πρὸς τούτῳ καὶ τὸ μηδ’ αἰσθάνεσθαι λάβοιεν, ὀδυνᾶσθαι δυνήσονται; τὸ μὲν γὰρ ὀδυνᾶσθαι, καθότι καὶ πρόσθεν εἴρηται, δυοῖν τούτοιν ἐξ ἀνάγκης δεῖται συνιόντων ἀλλήλοις, ἀλλοιώσεώς τε ἅμα καὶ αἰσθήσεως. ἔχουσι δ’ οὐδέτερον αὐτῶν αἱ ἄτομοι. δεόντως οὖν, εἰ καὶ θάτερον αὐταῖς ὑπάρχειν ὑποθεῖο, μένουσιν ἔτ’ ἀνώδυνοι. καὶ γὰρ εἰ ἀπαθεῖς μὲν, αἰσθητικὰς δ’ εἷναι συγχωρήσειας, οὐκ ἀλγήσουσιν, ὅτι μηδὲ πείσονται. καὶ εἰ πάσχειν μὲν, ἀλλ’ ἀναισθήτους ὑπάρχειν, οὐκ ἀλγήσουσιν, ὅτι μηδ’ αἰσθήσονται. χρὴ γὰρ, ὡς εἴρηται, καὶ πάσχειν καὶ τοῦ πάθους αἰσθάνεσθαι τὸ μέλλον ὀδυνήσεσθαι σῶμα. οὐκοῦν οὔτ’ ἐξ ἀπαθῶν τε ἅμα καὶ ἀναισθήτων ἐγχωρεῖ στοιχείων εἶναι τὸ αἰσθητικὸν σῶμα· οὐ μὴν οὐδ’ ἐξ ἀπαθῶν τε ἅμα καὶ αἰσθανομένων· οὐδὲ γὰρ οὐδὲ τοῦτ’ ἀλγήσει ποτὲ, ὅτι μηδὲ πείσεται. δυνάμει μὲν γὰρ αἰσθητικόν ἐστι, ἐνεργείᾳ δ’ αἰσθανόμενον οὐδέποτε· καθάπερ καὶ τὸ ἡμέτερον σῶμα, καίτοι φανερῶς ὑπάρχον αἰσθητικὸν, ὅμως οὐκ αἰσθάνεται, πρὶν παθεῖν ὑπό τινος. ὥστ’ ἐκ τούτου τοῦ λόγου σαφῶς καὶ ἡ τῶν τὰς ὁμοιομερείας εἰσαγόντων δόξα καταβάλλεται. καὶ γὰρ εἰ αἰσθητικά τινα τῶν στοιχείων ἐστὶν αὐτοῖς, ἀλλ’ ἀπαθῆ γε πάντως, πῶς αἰσθήσεται τὸ αἰσθητικὸν σῶμα ἔξω τοῦ πάσχειν ἀεὶ καθεστηκός; λοιπὸν οὖν, ἢ ἐξ αἰσθανομένων τε ἅμα καὶ πασχόντων, ἢ ἐκ πασχόντων μὲν, ἀναισθήτων δὲ, τὸ αἰσθητικὸν εἶναι χρὴ σῶμα. ὁπότερον δὲ τούτων ἀληθές ἐστιν, αὖθις ὀψόμεθα. τὸ δὲ μήτ’ ἐξ ἀναισθήτων τε ἅμα καὶ ἀπαθῶν, μήτ’ ἐξ αἰσθανομένων μὲν, ἀπαθῶν δὲ, δύνασθαί ποτε τῶν στοιχείων τὸ αἰσθανόμενον γενέσθαι σῶμα δέδεικται σαφῶς. ἀλλὰ κοινὸν ἀμφοτέρων τῶν αἱρέσεών ἐστι τὸ ἐξ ἀπαθῶν, ὥστ’ οὐχ ἓν τῷ εἴδει τὸ στοιχεῖον, εἴπερ μηδ’ ἀπαθές. ὅτι δὲ τὸ ἓν ἀπαθὲς, ἡ ἀπόδειξις σύντομος. οὔτε γὰρ εἰς ὃ μεταστήσεται, οὔθ’ ὑφ’ ὅτου πείσεται, τὸ ἓν στοιχεῖον ἔχει. μεθιστάμενον γὰρ εἰς ἕτερόν τι μεταστήσεται, καὶ πάσχον ὑφ’ ἑτέρου τινὸς πείσεται. πῶς οὖν ἓν ἔτι φυλαχθήσεται; καλῶς οὖν ὁ Ἱπποκράτης συνελογίσατο, μὴ ἓν εἶναι τὸ στοιχεῖον, εἰ μέλλει τι τῶν ὄντων ἀλγήσειν. οὐδὲν γὰρ ἂν, φησὶν, ἦν ὑφ’ ὅτου ἀλγήσειεν, ἕν ἐόν. ὥστε πάντως μὲν ἑνὸς πλείω τὰ στοιχεῖα.