ΓΑΛΗΝΟΥ ΤΕΧΝΗ ΙΑΤΡΙΚΗ. Τρεῖς εἰσὶν αἱ πᾶσαι διδασκαλίαι τάξεως ἐχόμεναι. πρώτη μὲν, ἡ ἐκ τῆς τοῦ τέλους ἐννοίας κατ’ ἀνάλυσιν γινομένη. δευτέρα δὲ, ἡ ἐκ συνθέσεως τῶν κατὰ τὴν ἀνάλυσιν εὑρεθέντων. τρίτη δὲ, ἡ ἐξ ὅρου διαλύσεως, ἣν νῦν ἐνιστάμεθα. καλεῖν δ’ ἔξεστι τὴν τοιαύτην διδασκαλίαν, οὐ μόνον ὅρου διάλυσιν, ἀλλὰ καὶ διάπτυξιν, ὥς τινες ὠνόμασαν, ἢ ἀνάλυσιν, ἢ διαίρεσιν, ἢ, ὡς ἕτεροί τινες, ἐξάπλωσιν, ἢ ἐξήγησιν, ὡς ἄλλοι. ἐπεχείρησαν μὲν οὖν ἔνιοι τῶν Ἡροφιλείων τοιαύτην ποιήσασθαι διδασκαλίαν, ὥσπερ καὶ Ἡρακλείδης ὁ Ἐρυθραῖος. ἐπεχείρησαν δὲ καὶ τὴν κατὰ σύνθεσιν, αὐτοί τε οἱ Ἡροφίλειοι, καὶ τινες τῶν Ἐρασιστρατείων τε, καὶ Ἀθηναῖος ὁ Ἀτταλεύς. οὐδεὶς μέντοι γε τῶν πρὸ ἡμῶν ἔγραψε τὴν ἐκ τῆς τοῦ τέλους ἐννοίας ἀρχομένην διδασκαλίαν, ἐξ ἧς αἱ τέχναι πᾶσαι συνίστανται κατὰ μέθοδον. ἀλλ’ ἐκείνην μὲν ἑτέρωθι διήλθομεν, ἐνταυθοῖ δὲ τὴν ὁρικὴν ποιησόμεθα διδασκαλίαν. ὅσον γὰρ ἀπολείπεται τῆς κατὰ ἀνάλυσιν ἀξιώματί τε καὶ μεθόδῳ, τοσοῦτον πλεονεκτοῦσαν εὑρήσομεν εἰς σύνοψίν τε τοῦ ὅλου καὶ μνήμην τῶν κατὰ μέρος. εὐμνημόνευτα γὰρ ἱκανῶς ἐστι τὰ ἐκ τῆς τοῦ ὅρου διαλύσεως ἅπαντα, διὰ τὸ περιέχειν ὅλης τῆς τέχνης ἐν ἑαυτῷ τὰ κεφάλαια τὸν ἄριστον ὅρον, ὅν πέρ τινες καὶ οὐσιώδη ὀνομάζουσιν, ἀντιδιαιρούμενοι τοῖς ἐννοηματικοῖς προσαγορευομένοις. ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν συμβεβηκότων οἶς ὁρίζονται πράγμασιν, οὗτοι δὲ ἀπὸ τῆς οὐσίας αὐτῆς συνίστανται. ἡ δὲ κατὰ μέρος ἐξεργασία συμπάσης τῆς ἰατρικῆς θεωρίας ἐν πολλαῖς ἡμῖν ἑτέραις γέγραπται πραγματείαις, αἷς ἔξεστι χρῆσθαι πρὸς τὰς τρεῖς διδασκαλίας. ἀλλὰ νῦν γε τῆς ὁριστικῆς ὑπαρξόμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς μόνα τὰ κεφάλαια καὶ οἶον συμπεράσματα τῶν κατὰ διέξοδον ἀποδεδειγμένων εἰρήσεται νῦν. Ἰατρική ἐστιν ἐπιστήμη ὑγιεινῶν, καὶ νοσωδῶν, καὶ οὐδετέρων. οὐ διαφέρει δὲ οὐδ’ εἰ νοσερῶν τις εἴποι. τοῦ μὲν οὖν τῆς ἐπιστήμης ὀνόματος κοινῶς τε καὶ οὐκ ἰδίως ἀκούειν χρή. τὸ δὲ ὑγιεινὸν, καὶ τὸ νοσῶδες, καὶ τὸ οὐδέτερον, τριχῶς ἕκαστον λέγεται· τὸ μὲν ὡς σῶμα, τὸ δὲ ὡς αἴτιον, τὸ δὲ ὡς σημεῖον. καὶ γὰρ τὸ ἐπιδεκτικὸν σῶμα τῆς ὑγείας, καὶ τὸ ποιητικὸν καὶ φυλακτικὸν αὐτῆς αἴτιον, καὶ τὸ δηλωτικὸν σημεῖον, ἅπαντα ταῦτα καλοῦσιν οἱ Ἕλληνες ὑγιεινά. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσώδη τὰ τε ἐπιδεκτικὰ νόσων σώματα, καὶ τὰ ποιητικά τε καὶ φυλακτικὰ νόσων αἴτια, καὶ τὰ δηλωτικὰ σημεῖα. καὶ δὴ καὶ τὰ οὐδέτερα κατὰ τὸν αὐτὸν λόγον σώματά τε καὶ αἴτια καὶ σημεῖα. καὶ ἐστι κατὰ πρῶτον μὲν λόγον ἐπιστήμη τῶν ὑγιεινῶν αἰτίων ἰατρικὴ, δι’ ἐκεῖνα δ’ ἤδη καὶ τῶν ἄλλων. δεύτερον δὲ τῶν νοσωδῶν. τρίτον δὲ τῶν οὐδετέρων. καὶ δὴ καὶ μετὰ ταῦτα τῶν σωμάτων, πρῶτον μὲν κᾀνταῦθα τῶν ὑγιεινῶν, ἐφεξῆς δὲ τῶν νοσερῶν, εἶτα τῶν οὐδετέρων. καὶ περὶ τῶν σημείων δὲ κατὰ τὸν αὐτὸν λόγον. ἐν μέντοι ταῖς πράξεσι, πρότερον μὲν τῶν σωμάτων ἡ διάγνωσις, ἐκ τῶν σημείων δηλονότι, μετὰ ταῦτα δὲ ἡ τῶν ἐπ’ αὐτοῖς αἰτίων εὕρεσις. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιητικὸν, καὶ τὸ δηλωτικὸν, καὶ τὸ ἐπιδεκτικὸν, διχῶς ἕκαστον λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δὲ ἐν τῷ νῦν, ἰστέον ἀμφοῖν οὖσαν ἐπιστήμην τὴν ἰατρικήν. καὶ αὐτὸ δὲ τὸ ἁπλῶς διχῶς λέγεται, τό τε διὰ παντὸς, καὶ ὡς ἐπὶ τὸ πολύ· καὶ ἔστιν ἀμφοτέρων τούτων ἐπιστήμη ἡ ἰατρική. τὸ δὲ οὐδέτερον, αἴτιόν τε, καὶ σημεῖον, καὶ σῶμα, τό τε ἁπλῶς λεγόμενον καὶ τὸ ἐν τῷ νῦν, τριχῶς ἕκαστον λέγεται· τὸ μὲν τῷ μηδ’ ἑτέρου τῶν ἐναντίων μετέχειν, τὸ δὲ τῷ τῶν ἀμφοτέρων, τὸ δὲ τῷ ποτὲ μὲν τοῦδε, ποτὲ δὲ τοῦδε. τούτων δ’ αὐτῶν τὸ δεύτερον κατὰ δύο τρόπους λέγεται· ποτὲ μὲν τῷ μετέχειν ἑκατέρου τῶν ἐναντίων ἐξ ἴσου, ποτὲ δὲ τῷ πλέον θατέρου. ἔστι δὲ καὶ καθ’ ὅλου τοῦ ὅρου κατὰ τὴν λέξιν ἀμφιβολία τις, ἣν καὶ αὐτὴν χρὴ διαλύεσθαι. ἐν γὰρ τῷ λέγειν τὴν ἰατρικὴν ἐπιστήμην ὑπάρχειν ὑγιεινῶν, καὶ νοσερῶν, καὶ οὐδετέρων, σημαίνεται μὲν καὶ τὸ πάντων τῶν κατὰ μέρος, σημαίνεται δὲ καὶ τὸ ὁποίων, σημαίνεται δὲ καὶ τό τινων. ἀλλὰ τὸ μὲν πάντων ἀπεριόριστόν τε καὶ ἀδύνατον, τὸ δέ τίνων ἐλλιπές τε καὶ οὐ τεχνικόν· τὸ δ’ ὁμοίων τεχνικόν τε ἅμα καὶ διαρκὲς εἰς ἅπαντα τῆς τέχνης τὰ κατὰ μέρος, ὅπερ καὶ περιέχεσθαί φαμεν ἐν τῷ τῆς ἰατρικῆς ὅρῳ. ἀρξόμεθα οὖν ἀπὸ τῶν σωμάτων πρῶτον, ὁποῖά τινα τά θ’ ὑγιεινὰ, καὶ τὰ νοσώδη, καὶ τὰ οὐδέτερα τετύχηκεν ὄντα. μετὰ δὲ ταῦτα τὸν περὶ τῶν σημείων τε καὶ αἰτίων διεξέλθωμεν λόγον. Ὑγιεινόν ἐστιν ἁπλῶς σῶμα τὸ ἐκ γενετῆς εὔκρατον μὲν ὑπάρχον τοῖς ἁπλοῖς καὶ πρώτοις μορίοις· σύμμετρον δὲ τοῖς ἐκ τούτων συγκειμένοις ὀργάνοις. ὑγιεινὸν δὲ νῦν ἐστι σῶμα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν τε καὶ σύμμετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ συμμετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ σώματος, διὰ παντὸς μὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε καὶ συμμετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς ἀπολειπόμενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶμα, τὸ ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον τοῖς ὀργανικοῖς, ἢ ἀμφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶμα τὸ νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ, ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι δύσκρατόν ἐστιν ἐν τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον ἐν τοῖς ὀργανικοῖς, ἢ ἀμφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον ἐν ἁπλοῖς καὶ πρώτοις μορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυμμετρότατον, ὁμοίως καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶμα. τὸ τοῦ τοιούτου τῆς κακίας ἀπολειπόμενον, οὔπω δ’ ἐν τῷ μέσῳ καθεστηκός. ἐπεὶ δὲ καὶ τὸ οὐδέτερον σῶμα τριχῶς ἐλέγετο, τὸ μὲν μηδ’ ἑτέρας τῶν ἄκρων διαθέσεων μετέχον, τὸ δὲ τῷ ἀμφοτέρων, τὸ δὲ τῷ, ποτὲ μὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ μὲν τὸ πρῶτον σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ μέσον ἀκριβῶς ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώματος καὶ τοῦ νοσωδεστάτου. καὶ τούτου τὸ μὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν τὸ μέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ μὲν διὰ παντὸς τοιοῦτον, ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαμένῃ τοιοῦτον. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ μεταβολάς τινας λαμβάνον. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ ἐναντίων ἅμα διαθέσεων μετέχον ἐκ γενετῆς, ἤτοι καθ’ ἓν μόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν μὲν, εἰ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων, ἢ κατ’ ἀμφοτέρας μὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν τῶν μορίων, ἢ τὴν θέσιν ἐσφαλμένον, ἢ ἔμπαλιν ἐν τούτοις μὲν κατωρθωμένον ἅπασιν, ἤ τισιν, ἐν δὲ τῇ κράσει διημαρτημένον. ἐν διαφέρουσι δὲ μορίοις, καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων ἅμα μετέχειν. καὶ διὰ παντὸς μὲν τοιοῦτον, τὸ κατὰ πάσας τὰς ἡλικίας μένον ὅμοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ μεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται σῶμα, κατὰ τὸ δεύτερον σημαινόμενον, ἢ τῷ περὶ ἓν μόριον, τὰ μὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων αὐτῷ, ἢ τῷ περὶ διαφέροντα μέρη. κατὰ δὲ τὸ τρίτον σημαινόμενον, οὐδέτερον ἔσται σῶμα τὸ ποτὲ μὲν ὑγιεινὸν, ποτὲ δὲ νοσερὸν ἐν μέρει γινόμενον, ὥσπερ ἐνίοις ὑπῆρξε, παισὶ μὲν οὖσιν, ὑγιεινοῖς γενέσθαι, νεανίσκοις δὲ γενομένοις, νοσεροῖς, ἢ ἔμπαλιν. ἐν ἑνὶ δὲ χρόνῳ τὸ οὕτως οὐδέτερον, ἀκριβῶς μὲν οὐκ ἐγχωρεῖ συστῆναι, κατὰ πλάτος δ’ ἐγχωρεῖ. ἴσμεν δὲ, ὅτι τὸ νῦν διχῶς λέγεται. τὸ μὲν οὖν ὑγιεινὸν, καὶ νοσῶδες, καὶ οὐδέτερον σῶμα ποσαχῶς λέγεται, καὶ ὁποῖον ἕκαστόν ἐστιν, αὐτάρκως διώρισται. Περὶ δὲ τῶν σημείων ἐφεξῆς ἂν εἴη ῥητέον. ἔστι δὲ καὶ τούτων ὑγιεινὰ μὲν, ὅσα τῆς τε παρούσης ὑγείας ἐστὶ διαγνωστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικά. νοσώδη δὲ τά τε τῆς παρούσης νόσου διαγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικά. κατὰ ταῦτα δὲ καὶ τὰ οὐδέτερα, τά τε τῶν οὐδετέρων διαθέσεων διαγνωστικὰ, καὶ προγνωστικὰ, καὶ ἀναμνηστικὰ, καὶ τὰ μηδὲν ὅλως δηλοῦντα περὶ διαθέσεων, ἢ τὰ μηδὲν μᾶλλον ὑγιεινὴν, ἢ νοσερὰν δηλοῦντα διάθεσιν. καὶ τὰ κατά τι μὲν ὑγιεινὴν, κατά τι δὲ νοσερὰν δηλοῦντα διάθεσιν, καὶ τὰ ποτὲ μὲν ὑγιεινὴν, ποτὲ δὲ νοσώδη. καὶ ταῦτα δὲ κατὰ τοὺς τρεῖς χρόνους ὁμοίως τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσι. καλεῖται δ’ ἐνίοτε πρὸς τῶν παλαιῶν ἰατρῶν ἅπαντα ταῦτα τὰ σημεῖα προγνωστικὰ, κᾂν τῶν ἐνεστώτων ἢ προγεγονότων ᾖ δηλωτικά. καὶ ἡ χρεία μεγάλη μὲν τῶν διαγνωστικῶν τε καὶ προγνωστικῶν, ἐλάττων δὲ τῶν ἀναμνηστικῶν. Ὄντων οὖν σωμάτων ὑγιεινῶν, τῶν μὲν ἁπλῶς, τῶν δὲ ἐν τῷ νῦν, ἅπερ δὴ καὶ ὑγιαίνοντα λέγεται, τῶν ἁπλῶς ὑγιεινῶν σωμάτων διττὴν ἔφαμεν εἶναι τὴν διαφορὰν, τῷ τὰ μὲν διὰ παντὸς ὑπάρχειν τοιαῦτα, τὰ δὲ ὡς τὸ πολύ. διὰ παντὸς μὲν, ὅσα τὴν ἀρίστην ἔχει κατασκευήν· ὡς τὸ πολὺ δὲ, ὅσα μὴ πολλῷ ταύτης ἀπολείπεται. τὰς διαγνώσεις δὲ αὐτῶν ἀπό τε τῶν ὑπαρχόντων κατὰ τὸν τῆς οὐσίας αὐτῶν λόγον χρὴ ποιεῖσθαι, καὶ τῶν ἐξ ἀνάγκης τούτοις ἑπομένων ἐνεργειῶν τε καὶ συμπτωμάτων, ἃ δὴ καὶ συμβεβηκότα καλοῦμεν ἰδίως. ἀπὸ μὲν τῆς οὐσίας αὐτῆς, τῶν ἐν ἀρίστῃ κατασκευῇ συμμετρία τῶν ὁμοιομερῶν ἐν θερμότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι· τῶν δ’ ὀργανικῶν ἐν ποσότητι, καὶ πηλικότητι τῶν συντιθέντων αὐτὰ, καὶ προσέτι διαπλάσει τε καὶ θέσει τῶν μορίων ἑκάστου καὶ ὅλου τοῦ ὀργάνου. ἀπὸ δὲ τῶν ἐξ ἀνάγκης ἑπομένων τοῖς ὁμοιομερέσιν, ὡς μὲν πρὸς τὴν ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι συμμετρία, πρὸς δὲ τὴν ὄψιν εὔχροιά τε καὶ ἡ κατὰ λειότητα καὶ δασύτητα συμμετρία. κατὰ δὲ τὰς ἐνεργείας ἡ τελειότης, ἣν δὴ καὶ ἀρετὴν αὐτῶν ὀνομάζομεν. ἀπὸ δὲ τῶν τοῖς ὀργανικοῖς ἑπομένων, ἐν συμμετρίᾳ τε καὶ κάλλει τῶν τοῦ παντὸς σώματος ὀργάνοιν, ἔτι τε τῇ τῶν ὑπαρχουσῶν αὐτοῖς ἐνεργειῶν ἀρετῇ. τῆς μὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώματος τὰ διαγνωστικὰ σημεῖα ταῦτά ἐστι. τῶν δ’ ἀπολειπομένων μὲν αὐτῆς, ὑγιεινῶν δ’ ἔτι, τὰ μὲν ἐν τῇ τῶν ὁμοιομερῶν ἔσφαλται κράσει μικρόν τι σφάλμα, τὰ δὲ ἐν τῇ τῶν ὀργανικῶν μικρόν τι κᾀνταῦθα, καὶ ἤτοι πάντων, ἤ τινων, ἢ καθ’ ἑκάτερον. τὰ δὲ γένη τῶν σφαλμάτων τὰ αὐτὰ τοῖς μὲν ἀρετὴν αὐτῶν συμπληροῦσι, κρᾶσις μὲν ἐν τοῖς ὁμοιομερέσιν, ἀριθμὸς δὲ, καὶ διάπλασις, καὶ μέγεθος, καὶ θέσις ἐν τοῖς ὀργανικοῖς. ἀμφοῖν δὲ κοινὸν ἡ ἕνωσις, ἣν δὴ καὶ συνέχειαν αὐτῶν ὀνομάζομεν. ἐν δὲ τοῖς αὐτοῖς τούτοις γένεσι καὶ ἡ τῶν νοσωδῶν σωμάτων ἐστὶ κακία, καθ’ ἑκάτερον τοῦ νοσώδους τὸ σημαινόμενον. ὅρος δ’ ἀμφοῖν ἐστι διακριτικὸς ἡ τῆς ἐνεργείας αἰσθητὴ βλάβη. τὰ δὲ τῆς ἀρίστης ἀπολειπόμενα κατασκευῆς σώματα βραχύ τι βέβλαπται μὲν δή που καὶ αὐτὰ κατά γε τὴν ἀλήθειαν, οὐ μὴν αἰσθητόν γε τοῦτο. διορίζει τοιγαροῦν αὐτὰ τὸ μᾶλλόν τε καὶ ἧττον, ἔν τε ταῖς ἐνεργείαις καὶ τῷ τοῖς νοσώδεσιν αἰτίοις ἀπομάχεσθαι. τὰ δέ γε ἁπλῶς νοσώδη σώματα διώρισται τῷ τε ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων νικᾶσθαι, καὶ τῷ πολύ τι κατὰ τὴν ἀρετὴν τῶν ἐνεργειῶν ἀπολείπεσθαι. γίνεται γοῦν ἀμφοῖν ἐν μέσῳ τὰ οὐδέτερά τε καὶ ἁπλῶς λεγόμενα, καὶ τὰ σύν τινι πλάτει. καὶ τμηθήσεται τὸ τῆς ὅλης ὑγείας πλάτος εἰς τρία μόρια, πλάτος ἔχοντα καὶ αὐτὰ συχνόν. ὧν τὸ μὲν πρῶτον ἔσται τῶν ὑγιαινόντων σωμάτων, τὸ δὲ δεύτερον, τῶν οὐδετέρων, τὸ δὲ τρίτον, τῶν νοσωδῶν. οἷς ἐφεξῆς ἐστι τὰ ἤδη νοσοῦντα σώματα, βλάβαις αἰσθηταῖς ἐνεργειῶν ἀφωρισμένα. τὰ μὲν οὖν ὀδυνώδη τε, καὶ ὧν αἱ κινήσεις πλημμελεῖς εἰσιν, ἢ ὅλως ἀπολώλασιν, ἐναργεῖς ἔχει τοὺς ὅρους. ὅσα δ’ ἀτόνους κέκτηται τὰς ἐνεργείας, ἐν μὲν ταῖς μεγίσταις ἀποστάσεσιν εὐδιάκριτα, κατὰ δὲ τὰς μικροτέρας ἀμφίβολα, καὶ διὰ τοῦτο κατὰ τὸ γένος τοῦτο τῆς βλάβης, ἡ μηδετέρου τῶν ἐναντίων ἐνεργειῶν μετέχουσα συνίσταται διάθεσις. ἥν καὶ αὐτὴν ἔφαμεν οὐδετέραν ὀνομάζεσθαι, πάντων τούτων αἰσθήσει διακρινομένων, οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει· κίνδυνος γὰρ εἰς τὸ τῆς ἀειπαθείας ὑποσυρῆναι δόγμα. καὶ τοίνυν καὶ τὰ σημεῖα τῶν ὑγιαινόντων μὲν σωμάτων, ἀλλ’ ἤτοι νοσωδῶν, ἢ οὐδετέρων ὑπαρχόντων, τῷ ποσῷ τῆς ἀποστάσεως διοίσει, θεμένων ἡμῶν ἄκρους μὲν ὅρους ἐναντίους ἀλλήλοις, τήν τε ἀρίστην κατασκευὴν καὶ τὴν ἄρτε γενομένην νόσον, ἐπισκοπουμένων δὲ, ὁποτέρῳ τούτων ἐστὶν ἐγγυτέρω τὰ δοκιμαζόμενα σώματα. τὸ μὲν γὰρ ἐγγυτέρω τῆς ἀρίστης κατασκευῆς ὑγιεινὸν, τὸ δὲ ταύτης μὲν ποῤῥωτέρω, τοῦ δ’ ἤδη νοσοῦντος ἐγγυτέρω, νοσῶδες. τὸ δ’ ἀμφοῖν μεταξὺ, καὶ ἴσον ἑκατέρων ἀπέχειν φαινόμενον, οὐδέτερον ἔσται τοῦτο.