Τῆς μὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώματος εἴρηται τὰ γνωρίσματα. τῶν δ’ ἀπολειπομένων αὐτῆς ἰσάριθμα μὲν τὰ γένη, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον τέμνεσθαι δυναμένων. ἀφωρισμένων δὲ εἰς τρία μέρη, τὰ σημεῖα τοῦ νοσώδους σώματος ἁπλῶς ἐροῦμεν. ἐξ αὐτῶν γὰρ ἔσται δῆλα καὶ τὰ λοιπὰ δύο πλάτη. κατὰ γένος μὲν οὖν εἴρηται πρόσθεν ἐν τῷ τῆς ἀρίστης κατασκευῆς λόγῳ, κατ’ εἶδος δὲ νῦν εἰρήσεται, διελομένων ἡμῶν πρότερον τὰ μόρια. τέσσαρες δ’ αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τὰ μὲν γὰρ ἀρχαί τινές εἰσιν, τὰ δὲ ἀπ’ ἐκείνων ἐκπέφυκε. τὰ δὲ, οὔτ’ ἄλλων ἄρχει τῆς διοικήσεως, οὔθ’ ὑπ’ ἄλλων ἄρχεται, συμφύτους ἔχοντα τὰς διοικούσας αὐτὰ δυνάμεις. ἔνια δὲ συμφύτους τε ἅμα καὶ ἐπιῤῥύτους ἔχει. ἀρχαὶ μὲν οὖν εἰσιν ἐγκέφαλος, καρδία, ἧπαρ, καὶ ὄρχεις. ἀπ’ ἐκείνων δ’ ἐκπέφυκε, κᾀκείνοις ὑπηρετεῖ, νεῦρα μὲν καὶ νωτιαῖος μυελὸς ἐγκεφάλῳ, τῇ καρδίᾳ δ’ ἀρτηρίαι, φλέβες δ’ ἥπατι, τὰ σπερματικὰ δ’ ἀγγεῖα τοῖς ὄρχεσιν. αὐτὰ δ’ αὑτὰ διοικεῖ χόνδρος, ὀστοῦν, σύνδεσμος, ὑμὴν, ἀδὴν, πιμελὴ, σὰρξ ἁπλῆ. τὰ δ’ ἄλλα πάντα μόρια κοινὴν τούτοις ἔχοντα τὴν ἐξ ἑαυτῶν διοίκησιν, ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ νεύρων προσδεῖται. τριχῶν δὲ καὶ ὀνύχων οὐδὲ διοίκησίς τίς ἐστιν, ἀλλὰ γένεσις μόνη. αὗται μὲν οὖν αἱ τῶν μορίων διαφοραί. Σημεῖα δ’ ἑκάστου τῆς κράσεως ἐφεξῆς εἰρήσεται, τὴν ἀρχὴν ἀπ’ ἐγκεφάλου ποιησαμένων ἡμῶν. ἔστι δὲ πέντε τὰ σύμφυτα γένη τῶν γνωρισμάτων αὐτοῦ. ἓν μὲν ἡ τῆς συμπάσης κεφαλῆς διάθεσις, δεύτερον δὲ ἡ τῶν αἰσθητικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία, καὶ τρίτον ἡ τῶν πρακτικῶν, καὶ τέταρτον ἡ τῶν ἡγεμονικῶν, καὶ πέμπτον ἡ τῶν φυσικῶν. ἄλλο δὲ γένος ἐπὶ τούτοις ἅπασιν, ἡ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἀλλοίωσις. ἡ μὲν δὴ τῆς συμπάσης κεφαλῆς διάθεσις ἐκ μεγέθους τε καὶ σχήματος αὐτῆς λαμβάνεται καὶ τριχῶν. ἡ μὲν οὖν μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σημεῖον. ἡ μεγάλη δὲ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς κατασκευῆς σημεῖον. ἀλλ’ εἰ μὲν διὰ ῥώμην ἐγένετο τῆς ἐγχωρίου δυνάμεως, ὕλην χρηστήν τε καὶ πολλὴν δημιουργούσης, ἀγαθὸν σημεῖον· εἰ δὲ διὰ μόνης τῆς ὕλης τὸ πλῆθος, οὐκ ἀγαθόν. διοριστέον οὖν ἐστιν αὐτὰ τῷ τε σχήματι καὶ τοῖς ἀπ’ αὐτοῦ πεφυκόσι. τῷ σχήματι μὲν, εἰ εὔρυθμος, ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σημεῖον. τοῖς δ’ ἀπ’ αὐτοῦ πεφυκόσιν, εἰ κρατεραύχην τέ ἐστιν καὶ τοῖς ἄλλοις ὀστοῖς ἄριστα διάκειται, καὶ εἰ τὸ νευρῶδες αὐτῇ σύμπαν εὐτραφές τέ ἐστι καὶ εὔτονον. οἰκεῖον δὲ σχῆμα κεφαλῆς, ὥσπερ ἂν εἰ νοήσαις σφαῖραν ἀκριβῆ κηρίνην ἑκατέρωθεν ἀτρέμα πεπιλημένην. ἀνάγκη γὰρ τῆς τοιαύτης κυρτότερα μὲν, ἢ κατὰ σφαῖραν, γενέσθαι τά τε ὄπισθεν καὶ τὰ ἔμπροσθεν, εὐθύτερα δὲ τὰ ἑκατέρωθεν. εἰ δ’ ἡ κατ’ ἰνίον ἐξοχὴ μειωθείη τινὶ, συνεπισκέπτου τά τε νεῦρα καὶ τὸν αὐχένα σὺν τοῖς ἄλλοις ὀστοῖς. κατὰ φύσιν μὲν γὰρ ἐχόντων, ἐνδείᾳ τῆς ὕλης, οὐ δυνάμεως ἀῤῥωστίᾳ τοιοῦτος ἐγένετο. φαυλοτέρων δὲ ὑπαρχόντων, ἀσθενὴς ἡ ἀρχή. τὰ πολλὰ δὲ ταῖς κατ’ ἰνίον ἐνδείαις ἀσθένεια τῶν εἰρημένων ἕπεται, καὶ σπάνιον πάνυ τὸ μὴ τοιοῦτον. καὶ τὴν φοξοτέραν δὲ κατ’ ἰνίον ἐπισκέπτου κεφαλὴν, ὡσαύτως τοῖς ἐφ’ ὅλης αὐτῆς μεγάλης γενομένης διορισμοῖς. ὡς τὰ πολλὰ δὲ κᾀνταῦθα σὺν εὐρύθμῳ τῷ σχήματι γενομένης τῆς παρεγκεφαλίδος, ἀγαθὸν σημεῖον, ἣν ἔνιοι τῶν ἰατρῶν ὀπίσθιον ἐγκέφαλον ὀνομάζουσιν, ὥσπερ οὖν καὶ ἔστιν ὀπίσθιος, ὁριζόμενος τῇ λαμβδοειδεῖ ῥαφῇ. τοῦ νωτιαίου δέ ἐστιν ἀρχὴ τὸ μόριον τοῦτο, καὶ δι’ ἐκεῖνον ἁπάντων τῶν καθ’ ὅλον τὸ ζῶον νεύρων πρακτικῶν. αὐτὸ δὲ τὸ ὄπισθεν μέρος καθ’ αὑτὸ παντάπασιν ὀλίγων αἰσθητικῶν μετέχει, παμπόλλων δὲ τῶν πρακτικῶν, ὥσπερ γε καὶ θάτερον τὸ πρόσθιον, αἰσθητικῶν μὲν παμπόλλων, ὀλίγων δὲ τῶν πρακτικῶν. ὥστε καὶ καλῶς διακείμενα ῥωμαλέας ἕξει τὰς ἀποφύσεις ἑκάτερον τὰς ἰδίας. οἱ αὐτοὶ δὲ κᾀπὶ τῶν ἔμπροσθεν τῆς κεφαλῆς τῶν κατὰ τὸ μέτωπον διορισμοὶ τοῖς ὄπισθεν, εἰς σμικρότητά τε καὶ μέγεθος αὐτοῦ βλεπόντων, καὶ σχῆμα, καὶ τὰς ἐνταῦθα αἰσθήσεις, ὄψιν τε καὶ γεῦσιν καὶ ὄσφρησιν. ἀλλήλων γάρ ἐστι γνωρίσματα, καὶ ἀλλήλοις μαρτυρεῖ, τά τε ἀπὸ τῆς ἀρχῆς πεφυκότα, τῇ τῆς ἀρχῆς ἀρετῇ τε καὶ κακίᾳ, καὶ ἡ ἀρχὴ τοῖς ἀπ’ αὐτῆς. ἡ μέντοι τῶν ἡγεμονικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία τῆς ἀρχῆς μόνης ἐστὶν αὐτῆς καθ’ ἑαυτὴν γνώρισμα. καλῶ δὲ ἡγεμονικὰς ἐνεργείας τὰς ἀπὸ τῆς ἀρχῆς μόνης γινομένας. ἀγχίνοια μὲν οὖν λεπτομεροῦς οὐσίας ἐγκεφάλου γνώρισμα, βραδυτὴς δὲ διανοίας παχυμεροῦς· εὐμάθεια δ’ εὐτυπώτου, καὶ μνήμη μονίμου. οὕτω δὲ καὶ ἡ μὲν δυσμάθεια δυστυπώτου. ἡ δ’ ἐπιλησμοσύνη διαῤῥεούσης, καὶ τὸ μὲν εὐμετάβολον ἐν δόξαις θερμῆς, τὸ δὲ μόνιμον ψυχρᾶς. ἔτι δέ μοι δοκῶ λείπεσθαι δύο γένη γνωρισμάτων, ὧν ἐξ ἀρχῆς ὑπεσχόμην ἐρεῖν, ἓν μὲν τὸ τῶν φυσικῶν ἐνεργειῶν, ἕτερον δὲ τὸ τῶν ἔξωθεν προσπιπτόντων· ἔσται δὲ κοινὸς ὑπὲρ ἀμφοῖν ὁ λόγος. εἰ μὲν εὔκρατος ὁ ἐγκέφαλος ὑπάρχει κατὰ τὰς τέσσαρας ποιότητας, ἁπάντων τῶν εἰρημένων ἕξει μετρίως, καὶ τῶν περιττωμάτων, ὅσα δι’ ὑπερώας, ἤ ὤτων, ἢ μυκτήρων ἐκκαθαίρεται, καὶ τούτων ἕξει μετρίως, ἥκιστά τε βλαβήσεται πρὸς ἁπάντων τῶν ἔξωθεν προσπιπτόντων, ὅσα θερμαίνει, καὶ ψύχει, καὶ ξηραίνει, καὶ ὑγραίνει. τοῖς τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς, βρέφεσι μὲν οὖσιν ὑπόπυῤῥοι, παισὶ δὲ ὑπόξανθοι, τελειουμένοις δὲ γίνονται ξανθαὶ, μεταξύ πως οὖσαι τῶν τε ἀκριβῶς οὔλων καὶ ἁπλῶν, οὐ μὴν οὐδὲ φαλακροῦνται ῥᾳδίως. ἀκούειν δὲ χρὴ τῶν εἰρημένων τε καὶ ῥηθησομένων γνωρισμάτων ὡς ἐπὶ εὐκράτων οἰκήσεων. ὅσα δὲ κατὰ τὰς τρίχας οὐκ ἐπὶ χωρίων μόνον, ἀλλὰ καὶ τῆς τῶν χυμῶν κράσεως, ἀνάλογον ἐχούσης τῇ κράσει τῶν κατὰ τὸν ἐγκέφαλον. εἰ δὲ θερμότερος εἴη τοῦ συμμέτρου, κατὰ δὲ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος, εἰ μὲν ἐπὶ πλέον εἴη θερμότερος, ἰσχυρὰ πάντα τὰ ῥηθησόμενα γενήσεται γνωρίσματα, βραχείας δὲ τῆς ὑπερβολῆς ὑπαρχούσης, ἀμυδρά. κοινὸς δὲ οὗτος ὁ λόγος ἐπὶ πάντων εἰρήσθω μοι τῶν μορίων, τῶν ἐν πάσαις ταῖς κράσεσι μελλόντων λέγεσθαι γνωρισμάτων. Ἑξῆς δ’ οὖν σημεῖα τῆς ἐν ἐγκεφάλῳ θερμότητος, ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις, ἐρυθρότερα καὶ θερμότερα τὰ περὶ τὴν κεφαλὴν σύμπαντα, καὶ αἱ ἐν τοῖς ὀφθαλμοῖς φλέβες αἰσθηταὶ, αἱ τρίχες τούτοις γεννηθεῖσι, ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται. πολλῷ μὲν οὖσι θερμοτέροις τῶν εὐκράτων, μέλαιναι, καὶ ἰσχυραὶ, καὶ οὖλαι γίνονται· μὴ πολλῷ δὲ, ὑπόξανθοι μὲν τὸ πρῶτον, εἶτα μελαίνονται· προϊόντων δὲ ταῖς ἡλικίαις φαλακροῦνται, καὶ μᾶλλόν γε οἱ ἐπὶ πλέον θερμότεροι. περιττώματα δὲ καθ’ ὑπερώαν καὶ μυκτῆρας, ὀφθαλμούς τε καὶ ὦτα, βραχέα καὶ πέπονα τούτοις ἐστὶν, ὅταν ἀμέμπτως ὑγιαίνωσι. πεπλησμένης δὲ τῆς κεφαλῆς ἐνίοτε, συνεχῶς γὰρ καὶ μάλιστα αὐτοῖς, ὅταν ἀφυλάκτως διαιτῶνται, τὸ τοιοῦτον συμβαίνει, πλείω μὲν, ἀλλ’ οὐκ ἄπεπτα τὰ περιττώματα γίνεται. πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ θερμαινόντων ἐδεσμάτων τε καὶ πομάτων, καὶ ὀσμῶν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ἁπάντων, ἐν οἷς ἐστι καὶ ὁ περιέχων ἡμᾶς ἀήρ. ἔτι τε μᾶλλον, εἰ μὴ μόνον εἴη θερμὰ τὰ τοιαῦτα τὴν φύσιν, ἀλλὰ καὶ ὑγρὰ, βραχέσιν ὕπνοις αἱ τοιαῦται κράσεις ἀρκοῦνται, πρὸς τῷ μηδὲ βαθεῖς αὐτοὺς γίνεσθαι. ψυχροτέρου δὲ ἤ προσῆκεν ἐγκεφάλου γνωρίσματα, περιττώματα πλείω κατὰ τὰς οἰκείας. ἐκροὰς, καὶ αἱ τρίχες εὐθεῖαί τε καὶ πυῤῥαὶ, καὶ μόνιμοι, καὶ μετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι φυόμεναι, λεπταὶ καὶ ἄτροφοι τὸ πρῶτον, καὶ ῥᾳδίως ὑπὸ τῶν ψυχρῶν αἰτίων βλάπτονται, καὶ κατ’ αὐτὸν τὸν χρόνον τῆς βλάβης κατάῤῥοις τε καὶ κορύζαις ἁλίσκονται. οὐ μὴν οὐδ’ ἁπτομένοις θερμὰ τὰ περὶ τὴν κεφαλὴν, οὐδ’ ὁρῶσιν ἐρυθρὰ, καὶ τῶν ὀφθαλμῶν αἱ φλέβες ἀόρατοι, καὶ ὑπνωδέστεροί πώς εἰσι. ξηροτέρου δ’ ἐγκεφάλου γνωρίσματα, τὸ ἀπέριττον ἐν ταῖς ἐκροαῖς, καὶ τὸ τῶν αἰσθήσεων ἀκριβές. ἀγρυπνητικοὶ δὲ εἰσι, καὶ τρίχας ἰσχυροτάτας μὲν ἔχουσι, καὶ τάχιστα φύουσι γεννηθέντες, οὔλας μᾶλλον ἢ εὐθείας, φαλακροῦνται δ’ ἐν τάχει. ὑγροτέρου δὲ τρίχες ἁπλαῖ, καὶ οὐδ’ ὅλως φαλακροῦνται, καὶ αἱ αἰσθήσεις ἀχλυώδεις εἰσὶ, καὶ περιττωμάτων πλῆθος, ὕπνοι τε πολλοὶ καὶ βαθεῖς. αὗται μὲν αἱ ἁπλαῖ δυσκρασίαι. Σύνθετοι δὲ, θερμὴ μὲν καὶ ξηρὰ πρώτη, καθ’ ἣν ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι, καὶ ἀγρυπνητικώτατοι, καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη μέντοι γένεσις τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, μελανότριχές τε καὶ οὐλότριχές εἰσι, καὶ θερμοὶ, ψαυόντων τῆς κεφαλῆς, ἐρυθροί τε μέχρι τῶν τῆς ἀκμῆς χρόνων. εἰ δ’ ὑγρότης προσίοι τῇ θερμότητι, βραχὺ μὲν ὑπερβαλλουσῶν ἀμφοτέρων τὸ σύμμετρον, εὔχροιά τε καὶ θερμότης, καὶ αἱ ἐν τοῖς ὀφθαλμοῖς φλέβες μεγάλαι, καὶ περιττώματα πλείω, μετρίως πέπονα, καὶ αἱ τρίχες εὐθεῖαι καὶ ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως, πληροῦνται δὲ, καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων. εἰ δὲ καὶ ὑγραίνοιντο, πολὺ δή που μᾶλλον, ἡνίκα καὶ πλῆθος ἴσχουσι περιττωμάτων. ἐὰν δ’ ἐπὶ πλεῖστον ὑγρότητός τε καὶ θερμότητος ἥκωσι, νοσώδης τούτοις ἡ κεφαλὴ, καὶ περιττωματικὴ, καὶ ῥᾳδίως ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων βλαπτομένη. νότος δ’ αὐτοῖς πολέμιος ἀεί. ἄριστα δ’ ἐν τοῖς βορείοις διάγουσιν, οὐ μὴν οὐδ’ ἐγρηγορέναι δύνανται μέχρι πλείονος, ὕπνῳ τ’ ἐπιτρέψαντες ἑαυτοὺς, ἅμα τε κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι, καὶ φαντασιώδεις τοῖς ὀνείρασιν, καὶ αἱ ὄψεις ἀχλυώδεις, καὶ αἱ αἰσθήσεις οὐκ ἀκριβεῖς. εἰ δὲ πολλῷ μὲν εἴη τοῦ συμμέτρου θερμότερος ὁ ἐγκέφαλος, ὀλίγῳ δ’ ὑγρότερος, ἐπικρατήσει μὲν τὰ τῆς θερμῆς κράσεως γνωρίσματα, μιχθήσονται δ’ αὐτοῖς ἀμυδρῶς τὰ τῆς ὑγρότητος, ὥσπερ καὶ, εἰ πολλῷ μὲν ὑγρότερος, ὀλίγῳ δὲ θερμότερος, ἐναργῆ μὲν ἔσται καὶ σφοδρὰ ὰ τοῦ ὑγρότητος, ἀμυδρὰ δὲ τὰ τῆς θερμότητος γνωρίσματα. κοινὸς δ’ οὗτος ὁ λόγος ἐπὶ πασῶν ἐστι τῶν κατὰ συζυγίαν δυσκρασιῶν. αἱ ψυχραὶ δ’ ἅμα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλὴν ὅσον ἐφ’ ἑαυταῖς. ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ κατ’ ἀρχὴν διορισμοῦ, προσεπιλογιζόμενον, ὅσον ἐκ τῆς τῶν χυμῶν κράσεως ἀλλοιοῦται τὰ κατ’ αὐτόν. εὐθὺς δ’ αἱ τοιαῦται κράσεις ἄφλεβοί τὲ τὰ κατὰ τοὺς ὀφθαλμούς εἰσι, καὶ πρὸς τῶν ψυχρῶν αἰτίων ἑτοίμως βλάπτονται· διὸ καὶ ἀνωμάλως ὑγιαίνουσι, ποτὲ μὲν κουφότατοι τὰς κεφαλὰς, ἀπέριττοί τε τὰς ἀκροὰς, ἐνίοτε δὲ κατάῤῥοις τε καὶ κορύζαις· ἐπὶ σμικροῖς αἰτίοις ἑτοίμως ἁλισκόμενοι. αἱ δ’ αἰσθήσεις αὐτῶν ἐν νεότητι μὲν ἀκριβεῖς τέ εἰσι καὶ ἄμεμπτοι τὰ πάντα, προϊοῦσι δὲ ἀπομαραίνονται ταχέως, καὶ, συλλήβδην φάναι, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντές εἰσι· διὸ καὶ πολιοῦνται ταχέως. αἱ τρίχες δ’ αὐτοῖς γεννηθεῖσι μὲν ἀνέρχονται μόγις, ἄτροφοι καὶ πυῤῥαί· προήκοντι δὲ τῷ χρόνῳ, κρατούσης μὲν ἐπὶ πλέον τῆς ψυχρότητος ἤπερ τῆς ξηρότητος, οὐ φαλακροῦνται. τοὔμπαλιν δὲ, εἰ συμβαίη τὴν ξηρότητα μὲν πλεῖστον κρατῆσαι τῆς ὑγρότητος, τὴν ψυχρότητα δὲ τῆς θερμότητος ὀλίγον, οἱ τοιοῦτοι φαλακροῦνται. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου κωματώδεις ἐργάζονται, καὶ ὑπνηλοὺς, καὶ φαύλους ταῖς αἰσθήσεσι, καὶ περιττωματικοὺς, εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν, εὐαλώτους τε κατάῤῥοις καὶ κορύζαις. οὐ μὴν οὐδὲ φαλακροῦνται οἱ τοιοῦτοι. ταυτὶ μὲν οὖν ἐστι τὰ σημεῖα τῶν ἐγκεφάλου κράσεων. ἐξ αὐτῶν δ’ ὁρμώμενος ἐφ’ ἕκαστον ὄργανον αἰσθήσεως ἴσθι τὰς διαγνώσεις μεταφέρων. Ἀρκέσει δ’ ἐπ’ ὀφθαλμῶν μόνον εἰπεῖν. ὅσοι μὲν ἁπτομένοις ἐναργῶς εἰσι θερμοὶ, καὶ κινοῦνται ῥᾳδίως τε καὶ πολλάκις, καὶ φλέβας εὐρείας ἔχουσι, θερμοὶ σύμπαντές εἰσι. ψυχροὶ δὲ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ μὲν οἱ μαλακοί τε ἅμα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δὲ οἱ αὐχμηροί τε ἅμα καὶ σκληροί. καὶ βλάπτονται μὲν ὑπὸ τῶν ὁμοίων αἰτίων τῇ κράσει ῥᾳδίως, ὠφελοῦνται δὲ ὑπὸ τῶν ἐναντίων τῇ ἐμμέτρῳ χρήσει. ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ πάσῃ διαγνώσει κράσεως ἅπαντος μορίου μεμνῆσθαι προσήκει. μέγεθος δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν, ἐνδείκνυται. τὸ δ’ ἄνευ τούτων πολλὴν μὲν τὴν οὐσίαν, οὐκ εὔκρατον δὲ δηλοῖ. μικρότης δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ ὀλίγην μὲν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς διεπλάσθησαν, ἅμα δ’ ἀῤῥυθμίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν ὀλίγην τε ἅμα καὶ φαύλην εἶναι σημαίνει τὴν οὐσίαν αὐτῶν. τὰ δὲ κατὰ χρόας ᾧδε χρὴ διορίζεσθαι. γλαυκοὶ μὲν ὀφθαλμοὶ λάμποντες ὑγρότητι καθαρᾷ τε καὶ οὐ πολλῇ φωτός λαμπροῦ γίνονται περιουσίᾳ, μέλανες δ’ ἔμπαλιν. οἱ δ’ αὖ μεταξὺ κατὰ τὰς ἀνὰ μέσον αἰτίας. γλαυκὸς μὲν οὖν ὀφθαλμὸς ἤτοι διὰ μέγεθος, ἢ λαμπρότητα τοῦ κρυσταλλοειδοῦς, ἤ προπετῆ θέσιν, ἢ διὰ τὴν τοῦ λεπτοῦ καὶ ὑδατώδους ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθαρότητα γίνεται· πάντων μὲν ἅμα συνελθόντων, ὁ γλαυκότατος· εἰ δὲ τὰ μὲν αὐτῶν παρῇ, τὰ δὲ μὴ, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν γλαυκότητι συνίσταται.· μέλας δ’ ὀφθαλμὸς ἢ διὰ τὴν σμικρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ διὰ τὴν ἐν βάθει θέσιν, ἢ ὅτι λαμπρόν τε καὶ αὐγοειδὲς ἀκριβῶς οὐκ ἔστιν, ἢ ὅτι τὸ λεπτὸν ὑγρὸν, ἤτοι πλέον, ἢ οὐ καθαρόν ἐστιν, ἢ διά τινα τούτων, ἢ διὰ πάντα πέφυκε γίνεσθαι. τὸ μᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔμπροσθεν εἴρηται. τὸ μὲν οὖν λεπτὸν ὑγρὸν, ὑδατωδέστερόν τε καὶ πλέον γενόμενον, ὑγρότερον ἀποφαίνει τὸν ὀφθαλμόν. ὥσπερ γε καὶ εἰ παχύτερον, ἢ ἔλαττον γένοιτο ξηρότερον, τὸ δὲ κρυσταλλοειδὲς, εἰ μὲν σκληρότερον εἴη, ξηρότερον, εἰ δὲ μαλακώτερον, ὑγρότερον. οὕτως δὲ καὶ εἰ μὲν ὑπερβάλλοι τῆς συμμετρίας τοῦ λεπτοῦ, ξηρότερον· εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.