Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν ἤδη καιρὸς ἐπὶ τὰ κατὰ τὸν ἀριθμὸν οὐ κατὰ φύσιν ἔχοντα. διττῆς δὲ οὔσης αὐτῶν τῆς διαφορᾶς, οἷς μὲν ἐλλιπές τι μόριον, ἐργάζεσθαι τοῦτο σκοπὸς, ὑπηρετοῦντας δηλονότι τῇ φύσει, καθ’ ὃν ὀλίγον ἔμπροσθεν, εἴρηται τρόπον. οἷς δ’ αὖ περιττεύει, τοῦτ’ ἐκκόπτειν αὐτὸ, ἤτοι διὰ σμίλης, ἢ διὰ πυρὸς, ἢ διὰ φαρμάκου καυστικοῦ. ταυτὶ μὲν οὖν ἅπαντα σχεδὸν δυνατόν ἐστιν ἰάσασθαι, γεννῆσαι δ’ οὐχ ἅπαντα δυνατὸν, ὡς ἐν τῷ περὶ σπέρματος ἀποδέδεικται λόγῳ. τινὰ δὲ κᾂν αὐτὰ μὴ δυνατὸν ᾖ γεννῆσαι, ποιῆσαι γοῦν ἀντ’ αὐτῶν ἕτερόν τι δυνατὸν, ὡς ἐπὶ τοῦ ὀστοῦ τελέως ἐξαιρεθέντος οὐσίαν ἑτέραν ἐν τῇ κατ’ αὐτὸ χώρᾳ, διαφέρουσαν ὀστοῦ τε καὶ σαρκός. ἔστι γὰρ ἡ γινομένη κατὰ τὴν χώραν αὐτοῦ καθάπερ τις σὰρξ. πωροειδὴς, ἢ πῶρος σαρκοειδὴς, καὶ τοῦ χρόνου δὲ προϊόντος ἐπὶ τὸ πωρωδέστερον μεθίσταται, κατ’ ἀρχὰς σαρκοειδὴς μᾶλλον οὖσα. καθ’ ὅ τι δ’ αὖ μόριον ἀπολλύμενον οὔτε τὴν αὐτὴν οὐσίαν κατ’ εἶδος, οὔθ’ ὁμοίαν ἐργάσασθαι δυνάμεθα, τρίτος ἡμῖν σκοπὸς ἐξευρεῖν τινα κόσμον, ὡς ἐπὶ κολοβωμάτων. ἐπικοινωνεῖ δὲ δηλονότι τὸ γένος ὅλον τοῦτο τῷ κατὰ τὸ πηλίκον. ὅσον γὰρ αὐτοῦ περὶ τὸ κατὰ φύσιν ἐστὶν, ἐκείνῳ πλησιάζει. τὸ δ’ ἐν τοῖς τῷ γένει παρὰ φύσιν ἀποκεχώρισται μόνον. ἐφ’ οὗ πρῶτος μὲν σκοπὸς ἡ ἀφαίρεσις· εἰ δ’ ἀδύνατος οὗτος, ἡ μετάθεσις δεύτερος, ὡς ἐπὶ τῶν ὑποχυμάτων. ὅσα δ’ οὐχ ὅλοις μορίοις, ἀλλ’ ἐν μέρεσι μορίων ἐλλείπει τε καὶ ὑπερβάλλει τοῦ κατὰ φύσιν, ἀνάθρεψις μὲν ἢ γένεσις ἐπὶ τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ ἢ καθαίρεσις ἐπὶ τῶν ὑπερβαλλόντων· ὅθεν οὔτε σκοπὸς ἐπ’ αὐτῶν ἕτερος, οὔτ’ ἰδέα φαρμάκων ἑτέρα κατὰ γένος. ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος ἰτέον τῶν ὑγιεινῶν αἰτίων, ὅπερ ἐνανορθωτικόν ἐστι τῶν παρὰ τὴν θέσιν ἐσφαλμένων σωμάτων, οἷον ἐξαρθρήματα καὶ ἔντερον ἐν ὀσχέῳ. γίνεται δὲ τὸ μὲν ἐκ βιαίας τάσεως ἢ ὤσεως· τὸ δὲ ἐξ ἀνευρύνσεως ἢ ῥήξεως τοῦ περιέχοντος· ὥστε καὶ ἡ ἴασις τῷ μὲν ἐξ ἀντιτάσεώς τε καὶ τῆς εἰς τοὐναντίον, εἰ παρήλλαξεν, ὤσεως, τῷ δὲ ἐκ τοῦ στεγανὸν ἐργάσασθαι τὸ περιέχον. ἐξ ὧν δ’ ἂν τις μεθόδων τὰ κατὰ μέρος ἐξευρίσκῃ, διὰ τῆς θεραπευτικῆς πραγματείας δεδήλωται. Ἑξῆς δ’ εἴη λέγειν, ὅσα κατὰ τὸν ἔμπροσθεν λόγον ἀνεβαλλόμεθα. καλοῦσι δὲ αὐτὰ προφυλακτικά. τριττὴ δ’ ἐστὶ καὶ τούτων ἥ γε κατὰ γένος διαφορά. πρώτη μὲν ὑγιαίνοντος ἀμέμπτως τοῦ ἀνθρώπου, δευτέρα δὲ ἡ μεμπτῶς, ἡ τρίτη δὲ νοσοῦντος. τὸ μὲν οὖν πρῶτον γένος ἐκ τῆς ὑγιεινῆς ἐστι πραγματείας, διττὸν ὑπάρχον, ὡς ἔμπροσθεν εἴρηται· τὸ δεύτερον δὲ ἐκ τῆς προφυλακτικῆς· τὸ δὲ τρίτον ἐκ τῆς θεραπευτικῆς. ἐν χυμοῖς δὲ μάλιστα τὴν σύστασιν ἔχει σύμπαν τοῦτο τὸ γένος, οὓς οὔτε γλίσχρους εἶναι προσήκει, οὔτε παχεῖς, οὔτε ὑδατώδεις, οὔτε πολλοὺς, οὔτε ἐπὶ πλέον θερμοὺς, ἢ ψυχροὺς, οὔτε δακνώδεις, οὔτε σηπεδονώδεις, οὔτε δηλητηρίους. αὐξηθέντες γὰρ αἴτιοι καθίστανται νοσημάτων. αὐξάνονται δὲ, ποτὲ μὲν ὑπὸ τῆς αὐτῆς αἰτίας, ἥπερ αὐτοὺς ἐγέννησε τὸ πρῶτον· ἔστι δὲ ὅτε συναλλοιοῦντες ἑαυτοῖς τοὺς κατὰ τὸ σῶμα χυμούς. σκοπὸς δ’ ἐστὶ καὶ ἐπὶ τούτων ὁ τῆς ἰάσεως διττὸς, ἡ ἀλλοίωσίς τε καὶ κένωσις. ἀλλοιοῦνται μὲν οὖν ἤτοι πεττόμενοι πρὸς αὐτοῦ τοῦ σώματος, ἢ ὑπό τινων φαρμακωδῶν δυνάμεων, ἐν αἷς εἰσι καὶ αἱ θεραπεύουσαι τοὺς ἰοὺς τῶν ἰοβόλων ὀνομαζομένων ζώων, ἔτι τε τὰ δηλητήρια φάρμακα μεταβάλλουσαι. κενοῦνται δὲ ὑπὸ τῶν θερμῶν ἱκανῶς φαρμάκων, καὶ καθάρσεων, καὶ κλυστήρων, καὶ ἱδρώτων, καὶ ἐμέτων. αὗται μὲν αὐτῶν αἱ κοιναὶ κενώσεις. ἴδιαι δὲ ἐκ τῶν τόπων, ἐν οἷς ἂν ἀθροισθῶσι, λαμβάνονται, καθάπερ ἐν τοῖς ὑγιεινοῖς δεδήλωται, κατὰ τὸ τρίτον καὶ τέταρτον, καὶ μάλιστα περί τε κόπων ἡμῶν διεξιόντων, ὅσαι τε ἄλλαι τοιαῦται παράκεινται τοῖς κόποις διαθέσεις. ἐκκενοῦνται γὰρ ἑτοιμότερον, οἱ μὲν ἐν ταῖς πρώταις φλεψὶ διὰ γαστρός· οἱ δ’ ἐν ταῖς καθ’ ἧπαρ δι’ οὔρων· οἱ δὲ καθ’ ὅλην τὴν ἕξιν δι’ ἱδρώτων· ὥσπερ γε καὶ οἱ κατὰ τὴν κεφαλὴν ἤτοι δι’ ὑπερώας, ἢ διὰ ῥινῶν, ἢ δι’ ἀμφοτέρων· οἱ δ’ ἐν ταῖς τοῦ θώρακος εὐρυχωρίαις διὰ φάρυγγος ἅμα καὶ βηχός· οἱ δὲ κατὰ νεφροὺς ἢ κύστιν δι’ οὔρων. ἀντισπάσεως δὲ κοινὴ συμπάντων τῶν μερῶν ἔνδειξις ἐπὶ τὰ ποῤῥωτάτω, παροχέτευσις δὲ ἐπὶ τὰ πλησίον. ἅπαντα δ’ οὖν, ὅσα θεραπεύει τὰς τοιαύτας διαθέσεις, ὑγιεινὰ προσαγορεύομεν αἴτια, καθάπερ νοσερὰ τὰ προσαύξοντα, καὶ οὐδέτερα τὰ μήτε βλάπτοντα, μήτε ὠφελοῦντα. δύναιτο δ’ ἄν τις αὐτὰ μηδ’ αἴτια προσαγορεύειν ὅλως, οἷοί πέρ εἰσιν οἱ πολλοὶ τῶν σοφιστῶν, ἀμελοῦντες μὲν αὐτῶν τῶν πραγμάτων ἐξευρίσκειν τὴν διαφορὰν, ἐν δὲ τοῖς ὀνόμασι τὸ πλεῖστον τοῦ χρόνου διατρίβοντες. εἴρηται δ’ ἐπὶ πλέον ἐν ἑτέροις πρὸς αὐτούς. τὸ μὲν δὴ προφυλακτικὸν τῆς τέχνης τοιόνδε. Τὸ δ’ ἀναληπτικόν τε καὶ ἀναθρεπτικὸν ἐπὶ τῶν ἀνακομιζομένων ἐκ νόσου καὶ γερόντων. ὁποία δέ τίς ἐστι καὶ ἡ τούτων διάθεσις, ὑπὸ τίνων τε μάλιστα αἰτίων εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται, τελεώτατα μὲν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι δεδήλωται· διὰ κεφαλαίων δ’ ἂν ῥηθείη καὶ νῦν. ἡ μὲν οὖν διάθεσίς ἐστι τοιάδε. χρηστὸν μὲν, ἀλλ’ ὀλίγον τὸ αἷμα, καὶ σὺν αὐτῷ τό τε ζωτικὸν ὀνομαζόμενον πνεῦμα, καὶ τὸ ψυχικόν. αὐτὰ δὲ τὰ στερεὰ μύρια ξηρότερα, καὶ διὰ τοῦτο καὶ αἱ δυνάμεις αὐτῶν ἀῤῥωστότεραι, καὶ διὰ ταύτας ὅλον τὸ σῶμα ψυχρότερον. αἴτια δ’ ὑγιεινὰ, τὰ τὴν εἰρημένην ἐπανορθούμενα διάθεσιν ἑνὶ μὲν κεφαλαίῳ περιλαβεῖν, ὅσα ταχεῖαν μὲν καὶ ἀσφαλῆ θρέψιν ἐργάζεται· κατὰ μέρος δὲ, ἐν ταῖς συμμέτροις κινήσεσι, καὶ σιτίοις, καὶ πόμασι, καὶ ὕπνοις. εἰσὶ δὲ ὕλαι τῶν μὲν κινήσεων αἱ αἰῶραι, καὶ περίπατοι, καὶ τρίψεις, καὶ λουτρά. καὶ εἰ πολὺ βελτίους ἐπὶ τούτοις γίνοιντο, καὶ τῶν συνήθων ἔργων ἐπ’ ὀλίγον ἁπτέσθωσαν. τῶν δὲ σιτίων κατ’ ἀρχὰς μὲν ὑγραὶ, καὶ εὔπεπτοι, καὶ μὴ ψυχραὶ, προϊόντων δὲ καὶ αἱ τροφιμώτεραι. πόμα δὲ ἐπιτήδειον οἶνος, ἡλικίᾳ μὲν σύμμετρος, ἰδέᾳ δὲ καθαρός τε καὶ διαυγὴς, ἤτοι λευκὸς, ἢ ὑπόξανθος, ὀσμῇ ἡδὺς, μέτριος ἐν τῷ γεύεσθαι, μήθ’ ὑδατώδης τὸ πᾶν, μήτε τινὰ σφοδρὰν ἐνδεικνύμενος ποιότητα, μήτ’ οὖν στρυφνότητα, μήτε δριμύτητα, μήτε πικρότητα. λέγεται δ’, ὡς ἀρτίως εἶπον, ἐν τοῖς θεραπευτικοῖς ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν· νυνὶ γὰρ οὐ διελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἡμῖν πρόκειται, μόνον δ’ ἀναμνῆσαι τῶν κεφαλαίων, ὧν ἐν ἑτέραις πραγματείαις ἐποιησάμεθα τὴν διέξοδον, ἃς προσγράψας, ὁπόσαι τέ εἰσι καὶ ποῖαι, καταπαύσω τὸν λόγον ἐνταῦθα. [κατάλογος.] εἴρηται μὲν οὖν καὶ πρόσθεν, ὡς ἔστιν ἕν ἄλλο βιβλίον, ἐν ᾧ περὶ συστάσεως τῆς ἰατρικῆς τέχνης διερχόμεθα. προηγεῖται δ’ αὐτοῦ τὰ πρότερα δύο περὶ τεχνῶν συστάσεως. ἀλλὰ ταῦτα μὲν ἅμα τῷ νῦν περανθέντι χωρὶς τῶν κατὰ διέξοδόν ἐστι πραγματειῶν· ἐκεῖναι δὲ τήνδε τὴν τάξιν ἔχουσι. περὶ μὲν οὖν τῶν καθ’ Ἱπποκράτην στοιχείων ἓν βιβλίον ἐστίν. ἑξῆς δ’ αὐτῷ τρία περὶ κράσεων. ὧν τὰ μὲν δύο περὶ τῶν ἐν τοῖς ζώοις ἐστὶ κράσεων, τὸ τρίτον δὲ ὑπὲρ τῶν ἐν τοῖς φαρμάκοις. διὸ καὶ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματείαν οὐχ οἶόν τε κατανοῆσαι καλῶς ἄνευ τοῦ τὸ τρίτον ἀκριβῶς ἀναγνῶναι περὶ κράσεων. ἔστι δὲ καὶ ἄλλο βιβλίον μικρὸν, ἑπόμενον τοῖς πρώτοις δύο περὶ κράσεων, τὸ περὶ τῆς ἀνωμάλου δυσκρασίας ἐπιγραφόμενον· ὁμοίως δ’ αὐτῷ καὶ ἄλλα δύο μικρὰ, τὸ μὲν περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος, τὸ δὲ περὶ εὐεξίας. τρίβιβλος δ’ ἄλλη πραγματεία ἡ περὶ φυσικῶν δυνάμεών ἐστιν· ἣν εἴτε μετὰ τὰ δύο περὶ κράσεων, εἴτε μετὰ τὸ περὶ στοιχείων ἀναγινώσκειν τις ἐθέλοι, δύναιτ’ ἂν ἔσεσθαι. μετὰ δὲ ταύτην ἐν πλείοσι πραγματείαις ὑπὲρ τῶν ψυχικῶν ἐνεργειῶν διέξιμεν. ἐπεὶ δὲ εἰς τὰς ἀποδείξεις αὐτῶν οὐ σμικρὸν ὄφελός ἐστι τὰ διὰ τῶν ἀνατομῶν φαινόμενα, πρώταις ἐκείναις ἐγγυμνάσασθαι προσήκει. ἔστι δὲ χρησιμωτάτη μὲν αὐτῶν ἡ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ἄλλαι δέ τινες ἐπ’ αὐταῖς πλείους, ἐν δυοῖν μὲν περὶ ἀνατομικῆς διαφωνίας, ἐν ἑνὶ δὲ περὶ τῆς τῶν τεθνεώτων ἀνατομῆς· οἷς ἐφεξῆς δύο περὶ τῆς ἐπὶ τῶν ζώντων. ἐν ἄλλοις δέ τισι κατὰ μέρος, ὅσα τοῖς εἰσαγομένοις ἐποιησάμεθα, τὰ περὶ ὀστῶν, καὶ ἡ τῶν μυῶν ἀνατομὴ, καὶ ἡ τῶν νεύρων, καὶ ἡ τῶν ἀρτηριῶν καὶ φλεβῶν, καί τινα τοιαῦτα ἕτερα. τῶν τοιούτων δ’ ἐστὶ, καὶ εἰ κατὰ φύσιν τὸ ἐν ἀρτηρίαις αἷμα. τὰ δὲ τὰς ἐνεργείας αὐτῶν ἀποδεικνύντα, δύο μέν εἰσι περὶ μυῶν κινήσεων, τρία δὲ περὶ θώρακος καὶ πνεύμονος κινήσεως, οἶς ἐφεξῆς ὑπὲρ τῶν τῆς ἀναπνοῆς αἰτίων, οἷς ἕπεται τὰ περὶ φωνῆς. ὑπὲρ ἡγεμονικοῦ δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὅσα περὶ φυσικῶν ἢ ψυχικῶν ἐνεργειῶν ζητεῖται, διὰ πολυβίβλου πραγματείας ἐδηλώσαμεν, ἣν περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπιγράφομεν. ἐκ τούτου τοῦ γένους ἐστὶ τῆς θεωρίας καὶ τὰ περὶ σπέρματος ἰδίᾳ γεγραμμένα, καὶ προσέτι τῆς Ἱπποκράτους ἀνατομῆς, οἷς ἅπασιν ἡ περὶ χρείας μορίων ἕπεται πραγματεία. εἰς δὲ τὰς διαγνώσεις τῶν νοσημάτων ἥ τε περὶ τῶν πεπονθότων τόπων καὶ ἡ περὶ σφυγμῶν πραγματεία χρήσιμος ὑπάρχει, ακθ’ ἣν καὶ τὰς προγνώσεις διδάσκομεν. ἡγεῖται δὲ τῆς περὶ σφυγμῶν δύο βιβλία, τὸ περὶ χρείας ἀναπνοῆς, καὶ τὸ περὶ χρείας σφυγμῶν. αὕτη δὲ ἡ περὶ τῶν σφυγμῶν πραγματεία εἰς τέτταρα μέρη νενέμηται· πρῶτον μὲν τὸ περὶ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δὲ τὸ περὶ τῆς διαγνώσεως, καὶ τρίτον τὸ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, καὶ τέταρτον περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ τὸ τοῖς εἰσαγομένοις περὶ τῶν σφυγμῶν γεγραμμένον. ἐννοῶ δὲ καὶ ἄλλο τι ποιῆσαι βιβλίον ἓν οἷον ἐπιτομὴν ἁπάντων, ὅπερ ἤτοι τέχνην περὶ σφυγμῶν, ἢ σύνοψιν ἐπιγράψω. χρήσιμον δὲ εἰς τὴν τοιαύτην θεωρίαν ἐστὶ, καὶ δι’ ὧν ἐξηγοῦμαί τε ἅμα καὶ κρίνω τὸ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίον. εἰς δὲ τὰς προγνώσεις χρησιμωτάτη μάλιστά ἐστιν ἡ περὶ κρίσεων πραγματεία· προηγεῖται δ’ αὐτῆς ἡ περὶ τῶν κρισίμων. ἀλλὰ καὶ ἡ περὶ δυσπνοίας πρὸς διάγνωσίν τε τῆς παρούσης διαθέσεως καὶ πρόγνωσιν τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν περὶ τὸν κάμνοντα χρήσιμος ὑπάρχει. ταῦτά τε οὖν ἅπαντα, καὶ σὺν αὐτοῖς ἔνια μονόβιβλά ἐστι γινώσκεσθαι χρήσιμα, καθάπερ τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων, καὶ τὸ περὶ τῆς ἰατρικῆς ἐμπειρίας, καὶ τὸ περὶ τῆς λεπτυνούσης διαίτης, ἔτι τε τὸ περὶ τῆς φλεβοτομίας πρὸς Ἐρασίστρατον, καὶ τὸ περὶ τῶν παρὰ φύσιν ὄγκων. ὡσαύτως δὲ καὶ τὸ περὶ πλήθους, ἕτερά τέ τινα τοιαῦτα. πάντων δὲ ἀναγκαιότερα πρὸς τὴν θεραπευτικὴν μέθοδόν ἐστιν τό τε περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, καὶ τὸ περὶ τῆς τῶν συμπτωμάτων, καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐν ᾧ τὰς αἰτίας τῶν νόσων διέξιμεν, ἐφ’ οἶς ἄλλα τρία, ἐν οἶς τὰς ἐπὶ τοῖς συμπτώμασιν αἰτίας ἐξηγούμεθα, τά τε περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεώς ἐστιν, ὧν ἔμπροσθεν ἐμνημόνευσα, καὶ τὰ περὶ συνθέσεως φαρμάκων, οἷς τὰ τῆς θεραπευτικῆς ἕπεται μεθόδου γεγραμμένης ἡμῖν ἰδίᾳ, καὶ τῆς τῶν ὑγιεινῶν πραγματείας. ὅτι δὲ καὶ πρὸ ἁπάντων τούτων ἐγγεγυμνάσθαι χρὴ τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ τὸν μέλλοντα λογικῶς μεταχειρίζεσθαι τὴν τέχνην, ἐν τῷ περὶ τῆς ἀρίστης αἱρέσεως ἐπιδέδεικται γράμματι. περὶ δὲ τῶν ἄλλων συγγραμμάτων τε καὶ ὑπομνημάτων ὧν ἐγράψαμεν, οὐκ ἀναγκαῖόν ἐστι διεξέρχεσθαι νῦν, ὑπὲρ ἁπάντων γε μέλλοντας ἐρεῖν ἑτέρωθι, καθ’ ἕν ἴσως ἢ δύο βιβλία τὴν ἐπιγραφὴν ἕξοντα, Γαληνοῦ περὶ τῶν ἰδίων βιβλίων.