Κατὰ δὲ τὰς συνθέτους ἐπιπέπλεκται τοῖς ἕλκεσιν πρώτη μὲν ἡ κοιλότης, ἣν οὐκ ἄλλην διάθεσιν, ἀλλ’ ἕλκους ἡγοῦνται διαφοράν. ἔστι δὲ οὐ διαφορὰ τό γε τοιοῦτον, ἀλλ’ ἕτερόν τι γένος ὅλου τοῦ νοσήματος, ἐν ᾧ τῆς οὐσίας αὐτῆς ἐστιν ἀπώλεια. καὶ τοίνυν καὶ ἡ ἴασις ἐπὶ διττῷ πάθει διττοῦ δεῖται σκοποῦ. ἡ μὲν γὰρ τῆς συνεχείας λύσις ἑνώσεως, ἡ δὲ τῆς οὐσίας ἀπώλεια γενέσεως χρῄζει λελεγμένοι δ’ εἰσὶν ὀλίγον ἔμπροσθεν οἱ τῆς γενέσεως σκοποί. καὶ μὲν δὴ καὶ ὡς χρὴ πρῶτον ἰᾶσθαι τήνδε τὴν διάθεσιν, εἶθ’ ἑξῆς ἑνοῦν ἐπιχειρεῖν, αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. ὅταν οὗν ἀναπληρωθῇ μὲν τὸ κοῖλον, ὁμαλὸν δὲ τὸ ἕλκος ὑπάρχῃ, τὸν ἕτερον τῶν σκοπῶν ἀνῃρῆσθαι συμβαίνει. μέσης γὰρ τῆς νεογενοῦς σαρκὸς ἱσταμένης τῶν χειλῶν τοῦ ἕλκους, ἑνωθῆναι μὲν ἀδύνατον τὰ διεστῶτα, σκοπὸν δ’ ἄλλον ἰάσεως ἐξευρεῖν χρή τὴν δ’ εὕρεσιν ἐκ τοῦ κατὰ φύσιν ἕξομεν, ὃ περιποιῆσαι τῷ μέρει προσήκει. κατὰ φύσιν δ’ ἦν αὐτῷ σκέπεσθαι δέρματι. τοῦτ’ οὖν ἡμῖν ἐστι ποιητέον, ἢ, εἴπερ ἐστὶν ἀδύνατος ὁ σκοπὸς, ὅμοιόν τι δέρματι. τὴν γοῦν σάρκα δερματώδη ποιητέον ἐστίν. ἔστι δὲ τοιαύτη, ξηραινομένη τε ἅμα καὶ τυλουμένη. ξηραινόντων δὲ καὶ στυφόντων ἀδήκτως ἔσται χρεία φαρμάκων εἰς τὰς ἐπουλώσεις. οὕτως δὲ κᾀν ῥύπος ἐπιτραφῇ, σκοπὸς μὲν ἀποῤῥύψαι· φάρμακον δὲ ὑγιεινὸν τὸ ῥυπτικόν. εἴρηται δ’ αὐτῶν ἐν τοῖς περὶ φαρμάκων ἡ ὕλη. καὶ μὲν δὴ καὶ εἰ φλεγμονή τις, ἢ θλάσις, ἢ σκίῤῥος, ἢ οἴδημα κατὰ τοῦ ἕλκους εἴη, θεραπευτέον ἐκεῖνα πρότερον διὰ τῶν εἰρημένων μεθόδων. οὕτως δὲ καὶ εἰ ἐπιῤῥεῖ τι τῷ ἕλκει, κατὰ τὴν τῶν ἐπιῤῥεόντων ἴασιν. ὡσαύτως δὲ καὶ εἰ δυσκρασία τις εἴη κατὰ τὸ ἡλκωμένων, ἐπὶ τὰ τῆς δυσκρασίας πρότερον ἰέναι βοηθήματα. καὶ περὶ μὲν τούτων ἅλις. Ἐπὶ δὲ τὸ περὶ τὴν διάπλασιν ἰτέον ἤδη γένος, εἰς πλείους διαφορὰς τεμνόμενον. ἀλλ’ ἀπὸ τοῦ σαφεστάτου τὴν ἀρχὴν τῷ λόγῳ θετέον, ὃ κατὰ τὴν τοῦ σχήματος ἐξάλλαξιν γίνεται. τῶν μὲν οὖν ἔτ’ αὐξανομένων οἷόν τε τὸ σχῆμα τῶν πλείστων μορίων ἐπανορθοῦσθαι, τῶν δ’ ηὐξημένων οὐκέτι. σκοπὸς δ’ ὧν οἶόν τε θεραπεῦσαι, πρὸς τοὐναντίον ἀπάγειν τῆς διαστροφῆς. εἰ δὲ κατάγματος οὐκ ὀρθῶς διαπλασθέντος ἡμάρτηταί τινος κώλου σχῆμα, πωρωθῆναι φθάσαντος, ἐὰν ἔτι πρόσφατος ὁ πῶρος ὑπάρχῃ, κατάξαντα χρὴ διαπλάττειν αὖθις ὀρθῶς, εἶτα πωροῦν. ἔστι δὲ ἡ ἔμφραξις ἐκ ταὐτοῦ γένους τῶν νοσημάτων. ἡ μὲν ὑπὸ γλίσχρων καὶ παχέων γινομένη χυμῶν, ἕνα μὲν ἔχουσα καὶ αὐτὴ σκοπὸν ἐναντίον τῷ πάθει τὴν ἔμφραξιν· αἴτια δὲ ὑγιεινὰ τά τε ῥυπτικὰ καὶ τμητικὰ τῶν φαρμάκων. ἡ δ’ ὑπὸ κόπρου σκληρᾶς ἐμφραχθείσης ἐντέρῳ, προτέραν μὲν ἕξει τὴν τῆς σκληρότητος ἐπανόρθωσιν ἐξ ὑγρῶν καὶ λιπαρῶν κλυσμάτων, ἑξῆς δὲ τὴν κένωσιν ἐκ δριμέων. ἡ δ’ ὑπὸ λίθου κατὰ κύστιν, ἐν μὲν τῷ παραυτίκα τὴν μετάθεσιν· ἰάσεως δὲ παντελοῦς ἕνεκα τὴν διὰ τομῆς κομιδήν. ἡ δὲ τῆς παρὰ φύσιν ἐν μορίῳ περιεχομένης ὑγρότητος ἴασις ἐν τῇ παντελεῖ κενώσει, καθάπερ ἐπὶ τῶν ἐμπύων. ἡ δὲ ἄμετρος πλήρωσις ἐν ἀμέτρῳ κενώσει, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς φλέβας αἵματος. ὡσαύτως καὶ ὅσοις κατὰ γαστέρα, καὶ ἔντερα, ἢ ἀρτηρίαν τραχεῖαν, ἢ πνεύμονα πύον ἢ αἷμα περιέχεται, παντελοῦς κενώσεως δεῖται. τοῦ δὲ πλείονος ἐδέσματος, ἢ πόματος, ἔτι ὄντος προσφάτου, κατὰ τὴν ἀποκένωσιν ἡ ἐπανόρθωσις. ὅσα μὲν οὖν ἐν πνεύμονί τε καὶ θώρακι περιέχεται, μετὰ βηχῶν μὲν ἡ κένωσις, ὑπὸ δὲ φαρμάκων λεπτυντικῶν· ὅσα δὲ καθ’ ἧπαρ, ἢ φλέβας, ἢ ἀρτηρίας, ἢ νεφροὺς, ἤτοι δι’ οὔρων, ἢ γαστρός. ἀλλὰ δι’ οὔρων μὲν ὑπὸ τῶν λεπτυνόντων σφοδρῶς· διὰ γαστρὸς δὲ ὑπὸ τῶν ἑλκτικῶν τε καὶ ἀναστομωτικῶν. ὅσα μὲν οὖν κατὰ τὴν ἄτω γαστέρα, δι’ ἐμέτων· ὅσα δὲ κατὰ τὴν κάτω, δι’ ὑπαγωγῆς. ὅσα δὲ ὑπὸ τῷ δέρματι, διὰ τομῆς, ἢ καύσεως, ἢ φαρμάκων καυστικῶν. οὕτως δ’ ἐνίοτε καὶ ὅσα κατά τινα κοιλότητα φυσικὴν, ὡς ἐπὶ θώρακος. ἑνὶ δὲ κεφαλαίῳ, τῶν μὲν ὅλῳ τῷ γένει παρὰ φύσιν ἔν τισι μέρεσι περιεχομένων σκοπὸς τῆς ἰάσεως ἄρσις ἐστίν· εἰ δ’ ἀδύνατος γενέσθαι, μετάθεσις. ὅσα δὲ οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ἀλλὰ τῷ ποσῷ, σκοπὸς τούτων ἡ ἀποκένωσις. ἡ δ’ εὕρεσις τῶν ἰασομένων αὐτὰ μέρος μέν τι κᾀξ αὐτῆς λαμβάνεται τῆς διαθέσεως· ἡ πλείστη δὲ ἐκ τῶν πεπονθότων μορίων. ὅσα δὲ ἐν τῷ τετραχύνθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον λειότητα· κατὰ μὲν οὖν ὀστοῦν ξύοντα, κατὰ δὲ τραχεῖαν ἀρτηρίαν ἢ γλῶτταν ἐκλεαίνοντα δι’ ὑγρῶν ἀδήκτων καὶ γλίσχρων. ὅσα δὲ τῷ λεῖα γενέσθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον τραχύτητα διά τε φαρμάκων ἱκανῶς ῥυπτικῶν καὶ διὰ βραχείας στύψεως. Ὅσαι δὲ ἐμφράξεις ἢ στενοχωρίαι νοσήμασιν ἑτέροις ἕπονται, θεραπευτέον ἐκεῖνα πρότερον. δέδεικται δ’ ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὡς φλεγμοναῖς, καὶ σκίῤῥοις, καὶ οἰδήμασι, καὶ ξηρότησιν ἐνίοτε ἀμέτροις, ἔτι τε μοχθηροῖς σχήμασιν αὐτῶν τῶν περιεχόντων σωμάτων ἕπεται πολλάκις τὰ εἰρημένα, καθάπερ καὶ ὄγκοις τισὶ τῶν πέριξ σωμάτων. εἰ δὲ καὶ πρὸς ἄλληλα τῶν εἰρημένων ἐπιπλέκοιτό τινα, τὰς ἐνδείξεις ἔχει ποικίλας. ἀρκέσει δ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγματος, ποιήσασθαι τὸν λόγον· ἐπὶ πλέον γὰρ ὑπὲρ ἁπάντων ἐν τοῖς θεραπευτικοῖς λέγεται γράμμασιν. ὑποκείσθω τοίνυν ἐπιῤῥεῖν τινι μέρει πλῆθος αἵματος, ὡς διατείνεσθαι τὰ κατὰ τὸ μόριον ἀγγεῖα, μὴ τὰ μεγάλα μόνον, ἀλλὰ καὶ τὰ σμικρὰ τὰ πρότερον ἐκφεύγοντα τὴν ὄψιν, ἐκ δὲ τοῦ πεπληρῶσθαι φαινόμενα νῦν, ὥσπερ γε ἐπ’ ὀφθαλμῶν ὁρᾶται σαφῶς ἐνίοτε διὰ τὴν λευκότητα τοῦ χιτῶνος. εἰκὸς δὲ δήπου, καὶ ἄλλα τῶν μὴ ὁρωμένων ἀγγείων διατετάσθαι μεμεστωμένα, μηδέπω μηδ’ αὐτὰ φαινόμενα διὰ τὴν σμικρότητα. καὶ δὴ κίνδυνος ἐκχυθῆναι τὸ διϊδρούμενον ἐκ τῶν ἀγγείων εἰς τὰς μεταξὺ χώρας τὰς κενὰς, ἢ καὶ παρεκχεῖσθαι μικρὸν ἤδη. τοῦ τοιούτου πάθους ἡ ἴασις ἕξει μὲν δήπου σκοπὸν τὴν κένωσιν, ἢ, ἵνα σαφέστερον εἴπωμεν, ἀποκένωσιν. ἐπειδὴ τὸ πάθος ἦν ἐν τῷ πεπληρῶσθαι τὸ μόριον ἀμέτρως, ἀναγκαῖον δὴ, ἤτοι παλινδρομῆσαν ἐκκενωθῆναι τὸ περιττὸν, ἢ δι’ αὐτοῦ τοῦ πεπονθότος μορίου. παλινδρομήσει μὲν οὖν, ἢ ὠσθὲν, ἢ ἑλχθὲν, ἢ παραπεμφθὲν, ἢ κατά τινα τούτων, ἢ κατὰ πάντα. δι’ αὐτοῦ δὲ τοῦ πεπονθότος ἐκκενωθήσεται, τὸ μέν τι φανερῶς τε καὶ αἰσθητῶς, τὸ δὲ εἰς ἀτμοὺς λεπτυνθέν. εἰ μὲν οὖν εἴη τὸ σύμπαν σῶμα πληθωρικώτερον, οὐ χρὴ διὰ τοῦ πεπονθότος τόπου ἐκκενοῦν. εἰ μὲν γὰρ ἀμυχαῖς καὶ τομαῖς αἰσθητῶς ἐκκενώσομεν ὀδυνήσαντες, ἐπισπασόμεθα πλέον διὰ τὴν ὀδύνην. εἰ δὲ τοῖς θερμαίνουσι διαφορεῖν ἐπιχειρήσομεν, ἕλξομεν διὰ τὴν θερμότερα πλέον εἰς τὸ μέρος, ἢ διαφορήσομεν. εἰ δ’ αὖ βουλοίμεθα παλινδρομεῖν ἀναγκάζειν τὸ ἐπιῤῥυὲν, οὐκ ἂν δέξαιτο μεστὸν ὑπάρχον τὸ σῶμα. πρὸς ἄμφω τοίνυν ταῦτα χρὴ κενῶσαι τὸ ὅλον, ἢ ἀντισπάσαι γε πάντως εἰς ἄλλα χωρία τὸ ἐπιῤῥέον τῷ πεπονθότι· τοῦτο δὲ ἐργασάμενον ἀπωθεῖσθαι τοῦ μέρους πρότερον, ἢ διαφορεῖν ἐπιχειρεῖν. ἑτοιμοτέρα γὰρ ἡ κένωσις, ὅσῳ διὰ μειζόνων. ἀποκρουσόμεθα δ’ ἐκ τοῦ πεπονθότος, εἰ στύφοιμέν τε καὶ ψύχοιμεν. ἀλλὰ καὶ τὰ κενωθέντα πρὸς ἑαυτὰ τὸ ἀποκρουόμενον ἕλξει· δέδεικται γὰρ καὶ τοῦτο διὰ τοῦ περὶ τῶν φυσικῶν δυνάμεων λόγου. καὶ δὴ καὶ παραπέμψει τὰ ἀγγεῖα, τονωθέντα τοῖς στύφουσι φαρμάκοις. εἰ μὲν οὖν ἅπαν οὕτω παλινδρομήσει, εὖ ἂν ἔχοι· καταλειφθέντος δέ τινος ἐν τῷ μορίῳ, ἐχρῆν, μὲν δήπου τεκμαίρεσθαι τοῦτο γλίσχρον ὑπάρχειν, ἢ παχὺ, καὶ διὰ τοῦτ’ ἐσφηνῶσθαι δυσλύτως. δύναται δὲ καὶ μὴ τοιοῦτον ὂν εἰς τὰς μεταξὺ χώρας ἐκκεχύσθαι. τότ’ οὖν ἥκειν ἤδη καιρὸς ἐπὶ τὸ κενοῦν αὐτὸ διὰ τοῦ πεπονθότος, ἐπιθέντα τοῖς ὑπερκειμένοις ἀποκρουστικὰς τῶν ἐπιῤῥεόντων δυνάμεις. ἐκκενώσεις δὲ μάλιστα, εἰ κατὰ τὰς μεταξὺ χώρας τεκμαίροιο περιέχεσθαί τι δι’ ἀμυχῶν τε ἅμα καὶ διὰ φαρμάκων διαφορητικῶν. ἀλλ’ ἐπεὶ τὰ διαφοροῦντα πάντα θερμὰ ταῖς δυνάμεσιν ὑπάρχει, τῆς δ’ αὐτῆς ἐστι κράσεως ἔργον τὸ δάκνειν, ὅταν ἀμετρότερον ἦ θερμὰ, φυλακτέον ἐν αὐτοῖς τὰ πάνυ θερμὰ, καὶ μάλιστα ἢν ἐπιπολῆς ἦ τὸ πεπονθός. ὀδυνήσεται γὰρ οὐ σμικρῶς, ἢν ἅμα τε πεπόνθῃ καὶ δάκνηται, ὀδύνη τε πᾶσα παροξύνει τὰ ῥεύματα. τὸ μετρίως οὖν θερμὸν ἐπὶ τούτων ἀνώδυνον, ἔτι δὲ μᾶλλον, ἐὰν ὑγρὸν ὑπάρχῃ. καὶ μέντοι καὶ ἱκανόν ἐστιν διαφορῆσαι τὸ ἐπιπολῆς, εἰ καὶ μὴ σφοδρὸν εἴη τὸ διαφορητικὸν φάρμακον. εἰ δὲ τὰ μὲν ἐπιπολῆς ἀπαθῆ παντάπασιν ὑπάρχει, διὰ βάθους δ’ εἴη τὸ κενώσεως δεόμενον, ἐπιτεῖναί τε καὶ αὐξῆσαι δεῖ τοῦ διαφορητικοῦ φαρμάκου τὴν θερμασίαν. κινδυνεύσει γὰρ ἐκλυθῆναι, πρὶν εἰς τὸ βάθος ἐξικέσθαι, οὐ μὴν οὐδ’ ἀνιάσει τι τὰ ἐπιπολῆς, ὧν ψαύσει, διότι μὴ πέπονθεν. ὥστε καὶ νῦν ἐς ταὐτὸν ἄμφω συμβαίνει πρὸς τὴν τῶν θερμοτέρων τε ἅμα καὶ δριμυτέρων φαρμάκων χρῆσιν, τά τ’ ἐπιπολῆς ἀνεχόμενα, καὶ τὰ διὰ βάθους δεόμενα. ταύτην μὲν οὖν τὴν ἔνδειξιν ἐκ τοῦ μορίου τῆς θέσεως ἐλάβομεν. ἑξῆς δὲ σκοπῶμεν, εἰ λείπει τι πρὸς τὴν ἴασιν· ἔοικε γάρ λείπειν οὐ μικρά. τῶν πεπονθότων αὐτῶν, ἐν οἷς ἐστι τὸ περιττὸν τοῦ ῥεύματος, ἔνια μὲν ἀραιὰ καὶ χαῦνα καὶ μαλακὰ τὴν φύσιν ἐστὶν, ἔνια δὲ πυκνὰ καὶ πεπιλημένα καὶ σκληρά. τὰ μὲν οὖν πρότερα ῥᾳδίως ἐκκενοῦται. τὰ δ’ ἕτερα δριμυτέρων δεῖται τῶν κενωσόντων αὐτὰ, καὶ προσέτι λεπτομερεστέρων. ἂν δὲ καὶ κατὰ συχνοῦ κεῖνται βάθους, ἔτι δὴ καὶ μᾶλλον. αὕτη σοι πάλιν ἔνδειξις ἑτέρα παρὰ τῆς οὐσίας τοῦ πεπονθότος. ἄλλη δ’ ἀπὸ τῆς διαπλάσεως ἅμα καὶ θέσεως. ὑποκείσθω γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν ἥπατι τὴν προειρημένην εἶναι διάθεσιν, ἐν τοῖς στενοῖς πέρασι τῶν ἀγγείων ἐσφηνωμένων ὑγρῶν, ἤτοι γλίσχρων, ἢ παχέων, ἢ πολλῶν. ἆρ’ οὐχ ἕτοιμον ἐδέσμασί τε καὶ πόμασι λεπτυντικοῖς τὸ πάχος μὲν πρῶτον ἅμα τῇ γλισχρότητι λεπτομερὲς ἐργάζεσθαι· δεύτερον δὲ, μὴ διὰ τῶν ἀοράτων καὶ στενῶν μόνον, ἀλλὰ καὶ δι’ εὐρειῶν ὁδῶν ἐκκενῶσαι τὸ λυποῦν; εὐρύτεραι γάρ εἰσι κατὰ τὸ ἧπαρ αἱ φλέβες, ὥσπερ καὶ πλεῖσται· τελευτῶσι δ’ αἱ μὲν ἐν τοῖς κυρτοῖς εἰς τὴν κοίλην, αἱ δ’ ἐν τοῖς σιμοῖς ἐπὶ πύλας. ὥστ’ ἤδη σοι ῥᾷστον, ἐν ὁποτέραις ἂν ὦσιν αἱ σφηνώσεις, ἐκκενοῦν ἑτοίμως αὐτὰς, ἕλκοντα μὲν εἰς τὴν γαστέρα διὰ τῶν ἑλκτικῶν τε καὶ ἀναστομωτικῶν, ὅσα τῶν ὑγρῶν ἐσφήνωται, κατὰ τὰς ἐν τοῖς σιμοῖς φλέβας, ἐπ’ οὖρα δὲ προτρέποντα διὰ τῆς κοίλης φλεβὸς, ὅσα κατὰ τὰς ταύτης φλέβας. ἑτέρα δὲ ἐπὶ ταῖς προειρημέναις ἔνδειξις ἀφ’ ἥπατος, ὡς ἀρχῆς φλεβῶν. ἐπεὶ γὰρ οὐχ ἑαυτὸ μόνον, ὥσπερ τὰ πλεῖστα μόρια τοῦ ζώου, διοικεῖν πέφυκεν, ἀλλ’ ἐπιπέμπει δύναμιν ταῖς φλεψὶ, κίνδυνός ἐστιν, ἐὰν ἐκλύσωμεν αὐτοῦ τὸν τόνον ἐπιβροχαῖς τε καὶ καταπλάσμασι χαλαστικοῖς, αὐτό τε πρῶτον ἀτονῆσαι περὶ τὴν ἐνέργειαν, ἀτόνους τε συμπάσας ἐργάσασθαι τὰς φλέβας. ὅθεν ἐπιμιγνύναι χρὴ τῶν στυφόντων τι φαρμάκων ἐν ταῖς θεραπείαις αὐτοῦ. ἀλλ’ ἐπειδὴ διὰ βάθους ἐστὶ συχνοῦ, κίνδυνος ἐκλυθῆναι τὴν δύναμιν τοῦ στύφοντος, ἐὰν μὴ ποδηγῆται πρός τινος ἑτέρας οὐσίας λεπτομεροῦς, οἵα περ ἡ τῶν ἀρωμάτων ἐστί. κάλλιον δὲ, εἰ αὐτὸ τὸ στύφον φάρμακον εὐθὺς εἴη καὶ ἀρωματῶδες· συμφύτους γὰρ ἔχον δύο ποιότητάς τε καὶ δυνάμεις ἰσχυρότερον ἐνεργήσει. καὶ τοίνυν ἐκκενούσθω μὲν καὶ ἤδη τὸ παρὰ φύσιν εἰς τὸ μόριον ἐνεχθέν· ἐχέτω δὲ τὴν συμμετρίαν τῶν χυμῶν τὴν κατὰ φύσιν. ἐπισκεπτέον οὖν ἡμῖν ἐν τούτῳ, μήτι πρὸς τῆς τοῦ ῥεύματος ποιότητος ἠλλοιώθη τὴν κρᾶσιν, εἰ μὲν φλεγματικώτερον ἦν, ψυχθὲν, εἰ δὲ χολωδέστερον, θερμανθὲν, ἵνα καὶ ταύτην αὐτοῦ τὴν δυσκρασίαν ἰασάμενοι τελέως ὑγιὲς ἀποφάνωμεν. ἰασόμεθα δὲ τὴν ἐναντίαν ἀντεισάγοντες ποιότητα, καθάπερ ἐν ταῖς τῶν δυσκρασιῶν εἴρηται θεραπείαις, εἰς ὅσον ἕκαστον ἐγένετο θερμότερον, ψύχοντες εἰς τοσοῦτον. ὥστ’ ἐνταῦθα πάλιν ἀναγκαῖον ἐπίστασθαι τὴν κατὰ φύσιν εὐκρασίαν αὐτοῦ. πῶς γὰρ ἂν εἰδείημεν, ὁπόσῳ τοῦ κατὰ φύσιν ἐστὶ ψυχρότερον ἢ θερμότερον, ἢ πότε ψύχοντες παυσόμεθα, μὴ γινώσκοντες τὸ μέτρον τῆς κατὰ φύσιν θερμότητος; οὕτω δὲ καὶ εἰ τὸ ψυχρότερον γενόμενον θερμαίνομεν, μὴ γινώσκοντες τὸ μέτρον αὐτῆς τῆς κατὰ φύσιν ψυχρότητος, οὐχ οἶόν τε ἡμῖν οὔτ’ εὐπορῆσαι τοῦ θερμαίνοντος οἰκείως, οὔτε παύσασθαι θερμαίνοντας.