Λυθείσης δὲ τῆς συνεχείας, ὁ μὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ μὲν τῶν ὀργανικῶν μορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁμοιομερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύμφυσιν ὀνομάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν μεῖζον γένηται τὸ τραῦμα, προσαγωγὴ τῶν διεστώτων μορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γένηται μόνιμος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιμοι. κολλᾷ μὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡμέτερον δ’ ἔργον ἕν πρῶτον μὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς μηδὲν ἐμπέσῃ τῶν χειλῶν μεταξὺ, προνοεῖσθαι, καὶ τέταρτον, αὐτὴν τοῦ μέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ μὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν μὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ μηδὲν ἔξωθεν ἐμπίπτειν ἐάσομεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα μεταξὺ στᾶσα τῶν κολληθησομένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ μετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῥῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήματος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ μέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν μετρίως ξηραινόντων. αὕτη μὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει μορίῳ γεγενημένης αὐτῆς καθ’ ἑαυτὴν μόνης. εἰ δ’ ἑτέρῳ τινὶ μιχθείη νοσήματι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγμένων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦμεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον. Κάταγμα τοίνυν ἐστὶ μὲν τῆς ἐν ὀστῷ συνεχείας λύσις. ἀνίατον δὲ ὂν, ὅσον ἐπὶ τῷ πρώτῳ σκοπῷ, κατὰ δεύτερον τινὰ τρόπον ἰατόν πως γίνεται. πρῶτος μὲν οὖν σκοπὸς ἡ σύμφυσις οὐ δυναμένη διὰ σκληρότητα τοῦ μορίου γενέσθαι. δεύτερον δὲ ἡ δέσις διὰ πώρου δεσμοῦντος ἐν κύκλῳ τὸ κάταγμα. γένεσις δὲ τῷ πώρῳ, καθ’ ὅσον μὲν ἐξ ὕλης καὶ ἀποφύσεως γίνεται, κοινὴ πρὸς τὰ ἄλλα, καθ’ ὅσον δὲ ἐγγύς ἐστιν ὀστῷ τὴν ἰδέαν, ἐκ τῆς ἐκείνου τροφῆς. μαλακὸν δὲ καὶ παιδικὸν ὀστοῦν καὶ συμφῦναι δυνατόν. σπάνιος δὲ καὶ ἡ τοῦδε τοῦ πάθους γένεσις ἄνευ συμπλοκῆς. ὡς τὰ πολλὰ γὰρ οἱ παρακείμενοι μύες ἅμα τοῖς ἄλλοις σώμασι πάσχουσι, ῥηγνυμένων τῶν ὀστῶν, ὥστε καὶ ὁ σκοπὸς τῆς θεραπείας διττὸς, ἕτερος μὲν ὁ ἐπὶ τοῖς ὀστοῖς, ἕτερος δὲ ὁ ἐπὶ τοῖς ἀμφ’ αὐτὰ σώμασιν. ὁ μὲν δὴ τοιοῦτος ἐν ταῖς τῶν σαρκωδῶν μορίων ἐπιπεπλεγμέναις διαθέσεσιν εἴρηται. περὶ δὲ τῶν καταγμάτων ἐν τῷδε ῥητέον. ἐπεὶ γὰρ καὶ τούτων ἡ ἴασίς ἐστιν ἐκ τῆς πωρώσεως, ἵνα δ’ αὐτὴ γένηται, τῆς οἰκείας τροφῆς τοῦ ὀστοῦ δεῖ περίττωμα πρὸς τὴν τοῦ πώρου γένεσιν ὑποβεβλῆσθαι τῇ φύσει, τὸ περίττωμα δὲ τοῦτο καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι σύμμετρον εἶναι χρὴ, διὰ τοῦτο ἀγωγῆς δεῖται τῆς τοσοῦτον καὶ τοιοῦτον τὸ ἐπιῤῥέον αἷμα τοῖς ὀστοῖς παρασκευαζούσης, ἐξ οἵου τε καὶ ὅσου γενήσεται πῶρος. ἐπεὶ δ’ ἐκχεῖται τοῦτο διὰ τῶν σηράγγων τοῦ κατεαγότος ὀστοῦ, σκοπεῖν αὐτοῦ χρὴ τὸ πλῆθός τε καὶ τὴν ποιότητα, καὶ οὕτως ἢ ξηραντικωτέραν ποιεῖσθαι τὴν ἀγωγὴν, ἢ ὑγραντικωτέραν, ἅπερ ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι λέλεκται. Νεύρου δὲ καὶ τένοντος νύγμα διά τε τὸ περιττὸν τῆς αἰσθήσεως, καὶ διότι συνεχές ἐστι πρὸς τὴν ἀρχὴν τὸ μόριον, ἕτοιμον ἐπικαλέσασθαι σπασμοὺς, καὶ μάλισθ’ ὅταν μηδὲν διαπνέηται πρὸς τὰ ἐκτὸς, τυφλωθείσης τῆς τοῦ δέρματος τρώσεως. τοῦτο τοίνυν χρὴ ἀναστομοῦν, καὶ ἀναξηραίνειν οὐσίᾳ λεπτομερεῖ, διϊκνεῖσθαι δυναμένῃ πρὸς τὸ βάθος ἄχρι τοῦ τετρωμένου νεύρου. λέλεκται δὲ καὶ περὶ τούτου τελέως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν μὲν οὖν δὴ ταῖς ἁπλαῖς τοῦδε τοῦ γένους διαθέσεσιν ἡ τῶν ὑγιεινῶν αἰτίων ἰδέα τοιάδε.