Εἰ δέ τι τῆς ἀρίστης κατασκευῆς ἀπολείποιτο τὸ σῶμα, μὴ πολλῷ δὲ τοῦτο, καὶ τὰ φυλακτικὰ δὴ τῆς ὑγείας αἴτια κατὰ τὴν ἀναλογίαν ὑπηλλαγμένα γενήσεται. πλειόνων δὲ τοιούτων ὄντων σωμάτων, καθ’ ἕκαστον γένος ἰδίᾳ ῥητέον. τὸ μὲν οὖν τῇ κράσει τῶν ὁμοιομερῶν παραλλάττον, ἐν μέντοι τῇ συμμετρίᾳ τῶν ὀργανικῶν μορίων μὴ παραλλάττον, διττὴν ἰδέαν ἔχει τῶν ὑγιεινῶν αἰτίων· ἑτέραν μὲν τῶν φυλαττόντων αὐτοῦ τὴν κρᾶσιν, ἑτέραν δὲ τῶν ἐπὶ τὴν ἀρίστην ἀγόντων. τὰ μὲν δὴ φυλάττοντα τὴν κρᾶσιν αὐτοῦ τοσοῦτον παραλλάξει τῶν ἐπὶ τῆς εὐκρατοτάτης φύσεως αἰτίων, ὅσον περ καὶ ἡ τοῦ σώματος ἅλου κρᾶσις ἐκείνης παραλλάττει. τὰ μὲν γὰρ θερμότερα σώματα θερμοτέρων δεῖται διαιτημάτων, τὰ δὲ ψυχρότερα ψυχροτέρων· καὶ τὰ μὲν ξηρότερα ξηροτέρων, τὰ δὲ ὑγρότερα ὑγροτέρων· καὶ κατὰ συζυγίαν τὰ θερμότερά τε καὶ ξηρότερα τῶν θερμοτέρων καὶ ξηροτέρων, καὶ τούτοις ἀνάλογον ἐπὶ τῶν λοιπῶν τριῶν συζυγιῶν. χρήσεται γὰρ ταῖς ὕλαις τῶν αἰτίων ὀρθῶς ὁ τὰς συμφύτους αὐτῶν δυνάμεις ἐπιστάμενος· οἷον ὅτι κίνησις μὲν καὶ ἔνδεια, καὶ ἀγρυπνία, καὶ ἔκκρισις, καὶ πάντα τὰ ψυχικὰ πάθη ξηραίνει τὸ σῶμα, τὰ δ’ ἐναντία τούτοις ὑγραίνει. οὕτως δὲ καὶ περὶ τῶν θερμαινόντων καὶ ψυχόντων ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν κατὰ τὸ σῶμα γινώσκων τις τὰς ὕλας καὶ τὰς δυνάμεις, ὑγιεινοῖς αἰτίοις χρήσεται, τὰς ὁμοίας τοῖς ὁμοίοις προσφέρων, ὅταν γε φυλάττειν βούληται τὴν τοῦ σώματος κρᾶσιν, ἣν παρέλαβεν. εἰ δ’ ἐξαλλάττειν ἐθέλει καὶ μετάγειν ἐπὶ τὸ βέλτιον, ἕτερόν ἐστιν ἐνταῦθα γένος αἰτίων ὑγιεινῶν, ἐναντίον μὲν τοῖς προειρημένοις, ἴσον δὲ ἀπέχον ἐπὶ θάτερα τῶν εὐκράτων τε καὶ μέσων·, ἃ ταῖς ἀρίσταις φύσεσιν ἁρμόττειν ἐλέγομεν. τὴν γὰρ θερμοτέραν καὶ ξηροτέραν κρᾶσιν οὐ τὰ θερμὰ καὶ ξηρὰ διαιτήματα ποιήσειεν ἂν εὔκρατον ἀκριβῶς, ἀλλὰ τοσοῦτον τῆς εὐκράτου ψυχρότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν, ὅσον καὶ ἡ φύσις τῆς φύσεως ἦν θερμοτέρα καὶ ξηροτέρα. τὸ μὲν γὰρ τοιοῦτον γένος τῶν αἰτίων ἐπανορθοῦται τὰς συμφύτους δυσκρασίας, τὸ δὲ ἕτερον τὸ προειρημένον διαφυλάττει. χρεία δὲ ἑκατέρων ἐν μέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι μὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ μετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνομάζομεν; ἔπρεπε γὰρ αὐτὸ μᾶλλον ἴσως ἀλλοιωτικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συμφύτων ἁμαρτημάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα μὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαμεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν μὲν οὖν ὁμοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώματος μέρεσιν ὁμοία καὶ ἡ ἐπιμέλεια· τῶν δ’ οὐχ ὁμοίων οὐχ ὁμοία. δύναται γὰρ ἡ μὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερμοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερμότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συμμέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτημάτων. οὔτ’ οὖν ἐξ ἴσου γυμνάσομεν ἅπαντα τῶν τοιούτων τὰ μόρια τοῦ σώματος, οὔθ’ ὡσαύτως ὑγρανοῦμεν καὶ ξηρανοῦμεν, ἤ τι τῶν ἄλλων πράξομεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. Τὰ δὲ τῶν ὀργανικῶν μορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλμα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα μὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλμάτων, ἄλλα δὲ τῶν παρὰ τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν. ἐν μὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλματα. καὶ γὰρ καὶ τὸ σχῆμα τοῦ μορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, ἢ στόμιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συμμετρίας, ἐπ’ ὀλίγον μὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωμάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθμῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν ὁμοιομερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡμῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν μερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη μὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶμα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα μὲν οὖν ἡμάρτηται μόρια κατὰ τὸ σχῆμα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ μὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται· σκληρὰ δ’ εἰ φθάσειεν αὐξηθέντα γενέσθαι, τὴν ἐπανόρθωσιν οὐ προσίεται. καὶ μὲν δὴ καὶ ὅσα περὶ τὴν κοιλότητα ἡμάρτηται, καὶ ταῦτα ὡσαύτως ἐπανορθοῦται μὲν ἔτι αὐξανόμενα, τελειωθέντα δὲ οὐ δύναται. μικρὰς μὲν οὖν κοιλότητας ἐπίδεσίς τε καὶ ἡσυχία, μεγάλας δὲ ἐνέργειά τε τῶν μερῶν καὶ κατάληψις ἐργάζεται πνεύματος. οὕτως δὲ καὶ ὅσα κατὰ πόρους, ἢ στόμια. καὶ μὲν δὴ καὶ ὅσα μείζω τοῦ δέοντος, ἡσυχία τε καὶ ἐπίδεσις ἐπιτήδειος ἐλάττονα πέφυκεν ἐργάζεσθαι. μείζω δ’ ἀποτελεῖται τὰ μόρια κινήσει τῇ κατὰ φύσιν ἅμα τρίψει συμμέτρῳ, καὶ τοῖς ἄλλοις, ὅσα πέφυκεν ἐπισπᾶσθαι πλέον αἷμα. τῶν δὲ λειπόντων μορίων, ὅσα μὲν ἐξ αἵματος ἔχει τὴν γένεσιν, οὐκ ἀδύνατος ἡ ἐπανόρθωσις· ὅσα δ’ ἐκ σπέρματος, ὀλίγου δεῖν ἀδύνατος. ἔστι δ’ ὅμως ἀντ’ αὐτῶν ἐνίοτε ποιεῖν ἕτερα παραπλησίαν ἐκείνοις ἔχοντα τὴν χρείαν. ἁπάντων δ’ αὐτῶν ἡ μὲν φύσις ἐστὶ δημιουργὸς, ὁ δ’ ἰατρὸς ὑπηρέτης. ὅσα δὲ περιττεύει κατ’ ἀριθμὸν, ἀφαίρεσις αὐτῶν ἐστιν αἴτιον ὑγιεινόν. ἐπισκέπτεσθαι δὲ δεῖ, ἐφ’ ὧν δυνατόν· εἰ δ’ ἀδύνατον φαίνοιτο, μετατιθέναι πειρᾶσθαι. ἡ δ’ αὐτὴ καὶ τῶν παρὰ τὴν θέσιν ἡμαρτημένων ἐπανόρθωσις. εὔδηλον δὲ, ὡς δύο καὶ τρία πολλάκις ἁμαρτήματα δύναται συστῆναι περὶ μόριον ἕν, ὥσπερ ἐπὶ τοῦ τὴν γαστέρα μικράν τε ἅμα καὶ στρογγύλην καὶ κατὰ τοῦ διαφράγματος ἐπικειμένην ἔχοντος. ἡμάρτητο γὰρ ἐν αὐτῇ μέγεθός τε καὶ διάπλασις καὶ θέσις. ἦν δὲ καὶ τῇ κράσει ψυχροτέρα. ταύτην εἰς μὲν τὸ κατὰ φύσιν ἄγειν ἀμήχανον ἦν· ὥστε δὲ ἧττον ὑπ’ αὐτῆς ἐνοχλεῖσθαι, δυνατόν. ἐπειδὴ γὰρ ἐδυσπνόει, πληρωθείσης τῆς γαστρὸς, ἐλάττονά τε καὶ τρόφιμα καὶ μὴ βαρέως ὑπιόντα προσεφέρετο τρὶς τῆς ἡμέρας. ἄλλῳ δὲ, ἐμφράξεως ἐν ἥπατι διὰ τὴν στενότητα τῶν ἀγγείων συνεχέστατα γινομένης, ὑγιεινὸν αἴτιον ἐξευρέθη ἡ λεπτύνουσα δίαιτα. Λοιπὸν οὖν ἔτι γένος ἓν κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν ἐστιν ἡ λύσις τῆς συνεχείας, ἣν ἴσως τις οὐ συγχωρήσει τοῖς ἀμέμπτως ὑγιαίνουσιν ὑπάρξαι ποτέ· εἷναι γὰρ ἀεὶ πάθος· οὐκ εἰδὼς ὁμοίαν ἀπορίαν ἐσομένην ὑπὲρ ἁπάντων τῶν γενῶν. εἰ μὴ γὰρ ἐνεργείας. αἰσθητὴ βλάβη διορίζοι τὸ νόσημα τῆς ὑγείας, ἀλλὰ κατὰ τὸ ποιὸν τῆς διαθέσεως ἐπινοοῖτο μόνον, ἀναγκαῖον ἔσται τὸ τῆς ἀειπαθείας προσδέξασθαι δόγμα, μηδενὸς ἀρίστας ἔχοντος ἁπάσας τὰς ἐνεργείας. ἀλλὰ τοῦτο μὲν, ὡς ἂν λογικώτερον σκέμμα, καθ’ ἑαυτὸ λόγου τυγχανέτω. Τὰ δ’ ὡς πρὸς τοὺς ὁμολογουμένως νοσοῦντας ὑγιεινὰ τῶν αἰτίων ἑξῆς διέλθωμεν, ἀπὸ τοῦ τῆς δυσκρασίας ἀρξάμενοι γένους. διοριστέον οὖν ἐνταῦθα πρότερον, ἅπερ ὀλίγου δεῖν ἅπαντες οἱ ἰατροὶ παραλείπουσιν, ὡς ἀλλὰ μέν ἐστιν ὑγιεινὰ τῆς ἤδη γεγενημένης δυσκρασίας, ἄλλα δὲ τῆς ἔτι γινομένης, ὥσπερ γε καὶ τῆς γενησομένης ἄλλα. ταύτης μέν γε τῆς ὑστάτης τὰ μὲν ἐν τῷ προφυλακτικῷ μέρει τῆς τέχνης ἐστὶ, τὰ δὲ ἐν τῷ ὑγιεινῷ· τῆς δὲ πρώτης ἁπασῶν ἐν τῷ θεραπευτικῷ μόνῳ· τῆς δ’ ἀμφοῖν μέσης λεχθείσης ἐν τῷ προφυλακτικῷ τε καὶ θεραπευτικῷ. τὴν μὲν γὰρ ἤδη γεγενημένην τε καὶ οὖσαν νόσον ἰᾶσθαι χρή· τὴν δ’ οὔπω μὲν οὖσαν, ἐσομένην δὲ, ἐκ τῆς κατὰ τὶ σῶμα διαθέσεως κωλῦσαι γενέσθαι· τῆς γινομένης δὲ, τὸ μὲν ἤδη γεγονὸς ἰᾶσθαι, τὸ γενησόμεσον δὲ κωλῦσαι γενέσθαι. κωλυθήσεται δὲ, τῆς διαθέσεως, ἐφ’ ᾗ γίνεσθαι πέφυκεν, ἀναιρεθείσης. ὀνομάζεται δὲ ἡ τοιαύτῃ διάθεσις αἰτία προηγουμένη. ἡ γεγονυῖα δὲ νόσος ἤδη θεραπευθήσεται, τῆς διαθέσεως, ὑφ’ ἦς πρώτως ἡ κατὰ φύσιν ἐνέργεια βλάπτεται, λυθείσης, ἥν περ δὴ καὶ φαμὲν αὐτὴν εἶναι τῆς νόσου τὴν αἰτίαν. ἡ δ’ ἴασις ἕνα μὲν ἔχει πρῶτόν τε καὶ τὸν κοινότατον σκοπὸν, αὐτῷ τῷ μέλλοντι λυθήσεσθαι τὸ ἐναντίον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ πάντα τὰ δημιουργοῦντα τὴν ὑγείαν αἴτια, κατὰ μέρος δ’ ἐκ τῶν καθέκαστον ἐναντίων. τῇ μὲν οὖν θερμῇ διαθέσει τὸ ψυχρὸν αἴτιον ἐναντίον ἐστὶ, τῇ ψυχρᾷ δὲ τὸ θερμὸν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. εἰ γὰρ ἄμετρον μὲν ἅπαν τὸ παρὰ φύσιν, σύμμετρον δὲ τὸ κατὰ φύσιν, ἀνάγκη πᾶσα τὸ ἄμετρον ὑπὸ τοῦ κατὰ τοὐναντίον ἐμμέτρου πρὸς τὸ σύμμετρον ἐπανελθεῖν. εὔδηλον δὲ, ὡς τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ φαντασίαν θερμαῖνον καὶ ψύχον, ὅσα τ’ ἄλλα τοιαῦτα, ληπτέον ἐστί. καλῶ δὲ κατὰ δύναμιν μὲν, ὅπερ ὄντως τε καὶ ἀληθῶς ἐστιν οἷον λέγεται· κατὰ φαντασίαν δὲ, τὸ τῇ προχείρῳ μὲν αἰσθήσει τοιοῦτον εἶναι φανταζόμενον, ὄντως δ’ οὐκ ὂν τοιοῦτον. ὅπως δὲ χρὴ γνωρίζειν αὐτὰ, κατὰ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἴρηται πραγματείαν. εἰς δὲ τὴν εὕρεσιν τῶν ὑγιεινῶν αἰτίων, ὅσα μὲν ὡς πρὸς τὴν ἤδη γεγενημένην νόσον ἐστὶν ὑγιεινὰ, τῇ μεθόδῳ χρηστέον, ᾗ τὸ κατὰ φαντασίαν τοῦ κατὰ δύναμιν ὁρίζεται· ὅσα δὲ ὡς πρὸς τὴν ἔτι γινομένην, αὐτῇ τε ταύτῃ, καὶ προσέτι καθ’ ἣν ἐξευρίσκεται τὰ τῶν νοσημάτων αἴτια· φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ἐπὶ χυμοῖς σηπομένοις ἀνάπτεσθαι πυρετὸν, ἔνδειξις ἐπὶ τοῖς τοιούτοις ἀλλοίωσίς τε καὶ κένωσίς ἐστιν· ἀλλοίωσις μὲν ἡ παύουσα τὴν σηπεδόνα, μενούσης τῆς αἰτίας, κένωσις δὲ ἡ ὅλην ἐκ τοῦ σώματος ἐξάγουσα τὴν· αἰτίαν. ἀλλὰ τὸ μὲν εἰρημένον εἶδος τῆς ἀλλοιώσεως πέψις ἐστὶν, ἣν ὑπὸ τίνων αἰτίων ἐγχωρεῖ ποιεῖν, ἐξευρόντες, ἐν ἐκείνοις ἂν ἔχοιμεν ἤδη τὴν γνῶσιν τῶν οὕτως ὑγιεινῶν. αἱ κενώσεις δὲ διά τε φλεβοτομίας, καὶ κλυστήρων, καὶ οὔρων, καὶ τῆς κατὰ τὸ δέρμα διαπνοῆς εἰσιν, ἔτι δὲ ἀντισπάσεως καὶ μετοχετεύσεως εἰς ἕτερα. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ καταμήνια κινῆσαι καὶ αἱμοῤῥοΐδας ἀναστομῶσαι, καὶ διὰ ῥινῶν καὶ ὑπερώας καθᾶραι. ἐξευρόντες οὖν κᾀνταῦθα τὰς ὕλας, αἷς ἐν ποιότητι καὶ ποσότητι, καὶ καιρῷ, καὶ τρόπῳ τῆς χρήσεως προσφερομέναις ἡ κένωσις γίνεται, κατ’ αὐτὸ τὸ μέρος τῆς τέχνης εὑρήσομεν τὰ ὑγιεινά. καὶ γέγραπται πάντων ἡ εὕρεσις ἐν τῇ θεραπευτικῇ πραγματείᾳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ ταῖς ἄλλαις δυσκρασίαις ταῖς τρισὶν, ἓν κοινὸν ἔχοντες παράγγελμα, τὸ ποιοῦν ἕκαστον ἐκκόπτειν πρότερον, εἶθ’ οὕτως ἥκειν ἐπὶ τὸ γεγονὸς ὑπ’ αὐτοῦ νόσημα, τὴν τῶν ὑγιεινῶν αἰτίων εὕρεσιν ποιησόμεθα. κατὰ δὲ τὰς συνθέτους δυσκρασίας ἥ γ’ ἐκ τῶν ἁπλῶν σύνθεσις ἐνδείξεται τὰ ὑγιεινὰ παραγγέλματα, κᾀνταῦθα ἐχόντων ἡμῶν ἀνάλογον φάρμακον τῷ μεγέθει τῆς δυσκρασίας, τὸ πρὸς ἐκείνην ἁρμόττον, ἐξευρίσκειν. οἷον, εἰ οὕτως ἔτυχεν, δέκα μὲν ἀριθμοῖς ἐπὶ τὸ θερμότερον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, ἑπτὰ δ’ ἐπὶ τὸ ξηρότερον. εἷναι δήπου χρὴ καὶ τὸ ὑγιεινὸν αἴτιον ἐπὶ ταῖς τοιαύταις διαθέσεσι δέκα μὲν ἀριθμοῖς ψυχρότερον, ἑπτὰ δὲ ὑγρότερον. εἰ μὲν οὖν αὐτῷ τῷ πεπονθότι μορίῳ προσάγοιτο τοιοῦτον φάρμακον, εἰς τοσοῦτον ἔστω ψυχρότερόν τε καί ὑγρότερον, εἰς ὅσον ἡ ἔνδειξις κελεύει. διὰ βάθους δὲ κειμένου τοῦ πεπονθότος, ἐπιτεχνᾶσθαι χρὴ τοιοῦτον ἐργάζεσθαι τὸ ὑγιεινὸν, ὡς μὴ φθάνειν ἐκλύεσθαι κατὰ τὴν ὁδόν. εἰ μὲν οὖν θερμότερον εἶναι δέοι τοῦ συμμέτρου, μὴ τοσοῦτον μόνον ἔστω θερμότερον, ὅσου δεῖται τὸ πάθος, ἀλλ’ ἐξ ἐπιμέτρου προσκείσθω τὸ διὰ τὴν θέσιν ἀναγκαῖον προσερχόμενον· εἰ δὲ ψυχρότερον, οὐχ ἁπλῶς χρὴ τοσοῦτον ποιεῖν αὐτὸ ψυχρότερον, ἀλλὰ καὶ τὴν ὕλην σκοπεῖσθαι πρότερον. εἰ μὲν γὰρ παχυμερές ἐστιν, οὐχ ὁδοιπορήσει μέχρι βάθους πολλοῦ· τοὐναντίον δὲ πᾶν ἐργάσεται πυκνῶσαν τὴν ἐπιφάνειαν. εἰ δὲ λεπτομερὲς ὑπάρχει, δύναιτ’ ἂν ἐξικέσθαι μέχρι πλείονος βάθους. οὕτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων τὸ παχυμερὲς καὶ λεπτομερὲς τῆς οὐσίας ἐπισκεπτέον. ἀπὸ μὲν δὴ τῆς θέσεως τοῦ πεπονθότος ἡ ἔνδειξις εὑρίσκει τὸ ὑγιεινὸν, ὡς εἴρηται νῦν. ἀπὸ δὲ τῆς διαπλάσεώς τε καὶ θέσεως, ὅταν ἐκροὰς αἰσθητὰς ἔχῃ συντετρημένας εἰς ἕτερον, ἢ μηδεμίαν ἔχῃ. τὰς μὲν γὰρ εἰς τὰ κυριώτατα φερούσας ἐκροὰς ἀποτρέψομεν, ἐρεθίσομεν δὲ τὰς εἰς μὴ κυριώτατα. δῆλον δὲ, ὡς τῶν ποιούντων αἰτίων τὴν δυσκρασίαν ἡ διὰ τῆς κενώσεώς ἐστιν ἴασις. αὐτῶν γὰρ τῶν δυσκρασιῶν μόνον ἀλλοίωσις ἴασίς ἐστιν. Λυθείσης δὲ τῆς συνεχείας, ὁ μὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ μὲν τῶν ὀργανικῶν μορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁμοιομερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύμφυσιν ὀνομάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν μεῖζον γένηται τὸ τραῦμα, προσαγωγὴ τῶν διεστώτων μορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γένηται μόνιμος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιμοι. κολλᾷ μὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡμέτερον δ’ ἔργον ἕν πρῶτον μὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς μηδὲν ἐμπέσῃ τῶν χειλῶν μεταξὺ, προνοεῖσθαι, καὶ τέταρτον, αὐτὴν τοῦ μέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ μὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν μὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ μηδὲν ἔξωθεν ἐμπίπτειν ἐάσομεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα μεταξὺ στᾶσα τῶν κολληθησομένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ μετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῥῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήματος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ μέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν μετρίως ξηραινόντων. αὕτη μὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει μορίῳ γεγενημένης αὐτῆς καθ’ ἑαυτὴν μόνης. εἰ δ’ ἑτέρῳ τινὶ μιχθείη νοσήματι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγμένων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦμεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον.