Ἐπεὶ δὲ καὶ τούτων ἐστὶ τὰ μὲν ὑγιεινὰ, τὰ δὲ νοσερὰ, τὰ δὲ οὐδέτερα, πρῶτον περὶ τῶν ὑγιεινῶν ὁ λόγος ἔσται. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν τὰ μὲν ἦν φυλακτικὰ, τὰ δὲ ποιητικὰ τῆς ὑγείας, ἔστι δὲ καὶ χρόνῳ, καὶ ἀξιώματι πρότερα τὰ φυλακτικὰ τῶν ποιητικῶν, ἀπὸ τῶν φυλακτικῶν νῦν ἀρκτέον. ὄντος τοίνυν οὐχ ἑνὸς τοῦ ὑγιεινοῦ σώματος, ἀλλὰ πλειόνων, ὡς ἔμπροσθεν διώρισται, καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται τὸ φυλακτικὸν, ὅτι καὶ πᾶν αἴτιον ἐν τῷ πρός τι. πάλιν οὖν κᾀνταῦθα τὴν ἀρχὴν ἀπὸ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ποιητέον, ἐπισκεπτομένους τὰ πρὸς ταύτην ὑγιεινά. τὴν δὲ εὕρεσιν αὐτῶν ἡ τοῦ πράγματος αὐτοῦ φύσις ὑπαγορεύει. εἰ μὲν γὰρ ἦν ἀπαθὲς καὶ ἀναλλοίωτον τὸ σῶμα, διὰ παντὸς ἂν ἔμενεν ἡ ἀρίστη κατασκευὴ, καὶ οὐδὲν ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ. ἐπειδὴ δὲ ἀλλοιοῦται, καὶ διαφθείρεται, καὶ τρέπεται, μὴ φυλάττον ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν, ἐπικουρίας ἐν τοσούτῳ δεῖται. καθ’ ὅσους οὖν τρόπους ἀλλοιοῦται, τοσαῦτα γένη καὶ τῶν ἐπικουριῶν ἕξει, τουτέστι τῶν φυλακτικῶν αἰτίων, ἃ πρόδηλον ἤδη κᾀξ αὐτῶν τῶν εἰρημένων, ὡς ἐπανορθωτικὰ τῷ γένει τετύχηκεν ὄντα. τῷ δὲ κατὰ βραχὺ ποιεῖσθαι τὰς ἐπανορθώσεις, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, οὐ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ πρὸς τῶν ἰατρῶν κέκληται, ἀλλὰ φυλακτικὰ τῆς παρούσης κατασκευῆς. ἀλλοιοῦται τοίνυν τὸ σῶμα, πρὸς μέν τινων ἐξ ἀνάγκης, πρὸς δέ τινων οὐκ ἐξ ἀνάγκης. λέγω δὲ ἐξ ἀνάγκης μὲν, οἶς ἀδύνατον αὐτῷ ἐστι μὴ πλησιάζειν, οὐκ ἐξ ἀνάγκης δὲ τὰ λοιπά. τὸ μὲν γὰρ τῷ περιέχοντι διὰ παντὸς ὁμιλεῖν, ἐσθίειν τε καὶ πίνειν, καὶ ἐγρηγορέναι, καὶ ὑπνοῦν ἀναγκαῖον αὐτῷ, ξίφεσι δὲ καὶ θηρίοις οὐκ ἀναγκαῖον. ὅθεν ἐν μὲν τῷ προτέρῳ γένει τῶν αἰτίων ἡ περὶ τὸ σῶμα τέχνη καταγίνεται, κατὰ δὲ δεύτερον οὐκέτι. ὁπόσα τοίνυν ἐστὶ τὰ ἐξ ἀνάγκης ἀλλοιοῦντα τὸ σῶμα, διελόμενοι, καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι γένος αἰτίων ὑγιεινῶν εὑρήσομεν. ἔστιν οὗν ἓν μὲν ἐκ τῆς τοὺ περιέχοντος ἀέρος ὁμιλίας, ἕτερον δὲ ἐκ κινήσεως καὶ ἡσυχίας ὅλου τε τοῦ σώματος καὶ κατὰ τὰ μόρια. τρίτον, ἐξ ὕπνου καὶ ἐγρηγόρσεως. τέταρτον, ἐκ τῶν προσφερομένων. πέμπτον, ἐκ τῶν ἐκκρινομένων, ἢ ἐπεχομένων. ἕκτον, ἐκ τῶν ψυχικῶν παθῶν. ὑπὸ τούτων γὰρ ἁπάντων ἀνάγκη τὸ σῶμα διατίθεσθαί πως. ὑπὸ μὲν τοῦ περιέχοντος, ἤτοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ κατὰ συζυγίαν τούτων τι πάσχον, ἢ καθ’ ὅλην. τὴν οὐσίαν ἀλλοιούμενον. ἐκ κινήσεως δὲ καὶ ἡσυχίας, ἀμέτρων ἀμφοῖν γινομένων, ἢ θερμαινόμενον, ἢ ξηραινόμενον, ἢ ψυχόμενον, ἢ ὑγραινόμενον, ἢ κατὰ συζυγίαν τι τούτων πάσχον. οὕτω δὲ καὶ ἐξ ὕπνου καὶ ἐγρηγόρσεως ἀνάγκη πως πάσχειν αὐτό. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῶν προσφερομένων, ἢ ἐκκρινομένων, ἢ ἐπεχομένων. ἅπαντα γὰρ ταῦτα, τὰ μὲν ἄντικρυς, τὰ δὲ διὰ μέσων ἑτέρων αἰτίων ἀλλοιοῖ τὸ σῶμα, καὶ διαφθείρει τὴν ὑγείαν. καὶ γέγραπται περὶ τούτων αὐτῶν ἰδίᾳ καθ’ ἕκαστον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. τὰ μὲν οὖν ἅπαντα τὰ νῦν εἰρημένα γένη τῶν ὑγιεινῶν αἰτίων ὕλαι τινὲς ὑπάρχουσι· μετὰ δὲ τῆς δεούσης χρήσεως αἴτια γίνεται φυλακτικά τε καὶ ὑγιεινά· διαμαρτανόμενα δὲ τῆς συμμετρίας, νοσώδη καθίσταται. ὥστε δῆλον ἤδη κᾀκ τούτων, ὡς οὐχ ἑτέρας μὲν οὐσίας τῶν ἐκτὸς τούτων πραγμάτων ὑγιεινὰς ἡμῖν, ἑτέρας δὲ νοσερὰς ὑποληπτέον, ἀλλὰ τὰς αὐτὰς ἐν τῷ πρός τι ποτὲ μὲν ὑγιεινὰς, ποτὲ δὲ νοσώδεις γινομένας. ἡνίκα μὲν γὰρ δεῖται κινήσεως τὸ σῶμα, τὸ μὲν γυμνάσιον ὑγιεινὸν, ἡ δὲ ἡσυχία νοσερόν· ἡνίκα δὲ ἀναπαύσεως, ὑγιεινὸν μὲν ἡ ἡσυχία, νοσερὸν δὲ τὸ γυμνάσιον. ὡσαύτως δὲ καὶ περὶ σιτίων καὶ πομάτων καὶ τῶν ἄλλων ἁπάντων. ἕκαστον γὰρ, ἐπειδὰν δεομένῳ τῷ σώματι προσάγηται μετὰ τῆς οἰκείας ποσότητος καὶ ποιότητος, ὑγιεινὸν γίνεται· τῷ δὲ ἤτοι μηδ’ ὅλως δεομένῳ προσφερόμενον, ἢ οὐκ ἐν τῷ προσήκοντι μέτρῳ, νοσῶδες καθίσταται. καὶ δύο εἰσὶν οὔτοι σκοποὶ περί τε τὸ ὑγιεινὸν καὶ τὸ νοσερὸν, ἡ ποιότης τε καὶ ἡ ποσότης τοῦ προσφερομένου· τὸ γὰρ καὶ τὸν καιρὸν, ὡς ἕτερόν τι τούτων, τρίτον ἐπεισάγειν ἐν τοῖς εἰρημένοις περιεχόμενον, οὐκ εὔλογον. εἰ γὰρ δεῖται τὸ σῶμα τοιοῦδε καὶ τοσοῦδε τοῦ προσφερομένου, δηλονότι καὶ κατὰ τὸν καιρὸν τὸν δέοντα προσφέρεται. καὶ ἡ γένεσις τῷ καιρῷ ἐκ τοῦ ῥευστὸν καὶ εὐμετάβλητον εἶναι τὺ θνητὸν σῶμα, καὶ δεῖσθαι κατὰ τὰς μεταβολὰς ἄλλοτ’ ἀλλοίων τῶν ὠφελούντων. ὥστε οὐκ ἔστιν ἐπὶ τῷ γένει τρίτον ἐν τοῖς εἰρημένοις ὁ καιρός. εἰς δὲ τὴν διδασκαλίαν αὐτῷ πολλάκις ὡς τρίτῳ χρώμεθα διὰ τὴν εἰρημένην αἰτίαν. Ἐπεὶ δὲ ἐν τούτοις τοῖς σκοποῖς τά τε ἄλλα τῶν αἰτίων τῶν ὑγιεινῶν καὶ τὸ νῦν ἡμῖν προκείμενόν ἐστι γένος, αὖθις ἀναλάβωμεν αὐτά. τῇ τοίνυν ἀρίστῃ κατασκευῇ τοῦ σώματος, ἐπειδὰν εὔκρατον ᾖ τὸ περιέχον, ἁρμόσει συμμετρία τῶν τε ἄλλων ἀκριβὴς, ὧν ἀρτίως εἶπον, ἡσυχίας τε καὶ κινήσεως, καὶ ὕπνου καὶ ἐγρηγόρσεως, καὶ τῶν προσφερομένων τε καὶ ἐκκρινομένων. ἐπειδὰν δὲ δύσκρατον ᾖ, εἰς τοσοῦτον καὶ τὰς συμμετρίας ἐξαλλάττειν προσήκει, εἰς ὅσον καὶ τὰ τῆς εὐκρασίας διέφθαρται. σκοποὶ δὲ τῆς συμμετρίας, ἐπὶ μὲν τοῦ περιέχοντος, ὡς μήτε φρίττειν διὰ κρύος, μήθ’ ἱδροῦν διὰ θάλπος· ἐν δὲ τοῖς γυμνασίοις, ὅταν πρῶτον ἄρξηται πονεῖν τὸ σῶμα, καταπαύειν εὐθύς· ἐν δὲ τοῖς ἐδέσμασι, πέψεως ἀκρίβεια, καὶ διαχωρήσεως συμμετρία κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν. ἰσάζει δέ πως ἐπὶ τούτων ἡ ὄρεξις τῇ πέψει, ὥστε οὐδ’ ἐπιστάτου δέονται, τοῦ τὸ ποσὸν ἑκάστου τῶν προσφερομένων μετρήσοντος. ἡ γὰρ ἀρίστη φύσις, ὅσον ὀρέγεται, τοσοῦτον καὶ πέττει καλῶς. οὕτω δὲ καὶ τῶν ὕπνων τὸ ποσὸν ἡ φύσις αὐτὴ μετρεῖ τοῖς ἐν ἀρίστῃ κατασκευῇ, καὶ παύονται τηνικαῦτα ὑπνοῦντες, ὅταν μηκέτι δέηται τὸ σῶμα. καὶ δὴ καὶ οὕτως αὐτῶν διαιτωμένων, ἐν ταῖς ἐκκρίσεσιν οὐδὲν πλημμελεῖται κατὰ γαστέρα, καὶ οὖρα, καὶ ὅλον τὸ σῶμα. τὰς μὲν γὰρ ἡ συμμετρία τῶν προσφερομένων, τὴν δὲ καθ’ ὅλον τὸ σῶμα διαπνοὴν ἡ τῶν γυμνασίων ὑγιεινὴν ἀπεργάζεται χρῆσις. ἀπέχεσθαι δὲ δηλονότι τῆς ἀμετρίας αὐτοὺς χρὴ ἁπάντων τῶν ψυχικῶν παθῶν, ὀργῆς, λύπης, θυμοῦ, φόβου, καὶ φθόνου, καὶ φροντίδος. ἐξίστησι γὰρ καὶ ταῦτα, καὶ ἀλλοιοῖ τὸ σῶμα τῆς κατὰ φύσιν συστάσεως. Ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινὴ, κατὰ δὲ τὸ ἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτ’ ἐκλύσεως αἰσθάνεσθαι, καὶ κουφότερον αὐτὸν ἑαυτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήθ’ ὑπερπεπληρωμένον, μήτ’ ἐνδεὲς, μήθ’ ὑπερεψυγμένον, μήθ’ ὑπερτεθερμασμένον, ἢ ἐξηρασμένον, ἢ ὑγρασμένον ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, σμικρὸν μὲν ἔσται τὸ διαμαρτανόμενον. ἄμεινον δὲ τεθερμασμένῳ μᾶλλον, ἢ ὑπερεψυγμένῳ, καὶ ὑπερπεπληρωμένω, ἢ ἐνδεεῖ, καὶ ὑγρασμένῳ, ἢ ἐξηρασμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις. ποιότητα δὲ ἑκάστου τῶν εἰρημένων ἐπὶ τῆς ἀρίστης κατασκευῆς ἐκλέγεσθαι δεῖ. γυμνασίου μὲν γὰρ, ἐν ᾧ πάντα τὰ μόρια τοῦ σώματος ἀνάλογον κινεῖται, καὶ μὴ τὸ μὲν ὑπερπονεῖ, τὸ δὲ ἐνδεέστερον πονεῖ· τῶν δὲ ἐσθιομένων τε καὶ πινομένων τὸ εὐκρατότατον· ταῦτα γὰρ οἰκειότερα ταῖς εὐκράτοις φύσεσιν. ὡσαύτως δὲ κᾀπὶ τῶν ἄλλων. Εἰ δέ τι τῆς ἀρίστης κατασκευῆς ἀπολείποιτο τὸ σῶμα, μὴ πολλῷ δὲ τοῦτο, καὶ τὰ φυλακτικὰ δὴ τῆς ὑγείας αἴτια κατὰ τὴν ἀναλογίαν ὑπηλλαγμένα γενήσεται. πλειόνων δὲ τοιούτων ὄντων σωμάτων, καθ’ ἕκαστον γένος ἰδίᾳ ῥητέον. τὸ μὲν οὖν τῇ κράσει τῶν ὁμοιομερῶν παραλλάττον, ἐν μέντοι τῇ συμμετρίᾳ τῶν ὀργανικῶν μορίων μὴ παραλλάττον, διττὴν ἰδέαν ἔχει τῶν ὑγιεινῶν αἰτίων· ἑτέραν μὲν τῶν φυλαττόντων αὐτοῦ τὴν κρᾶσιν, ἑτέραν δὲ τῶν ἐπὶ τὴν ἀρίστην ἀγόντων. τὰ μὲν δὴ φυλάττοντα τὴν κρᾶσιν αὐτοῦ τοσοῦτον παραλλάξει τῶν ἐπὶ τῆς εὐκρατοτάτης φύσεως αἰτίων, ὅσον περ καὶ ἡ τοῦ σώματος ἅλου κρᾶσις ἐκείνης παραλλάττει. τὰ μὲν γὰρ θερμότερα σώματα θερμοτέρων δεῖται διαιτημάτων, τὰ δὲ ψυχρότερα ψυχροτέρων· καὶ τὰ μὲν ξηρότερα ξηροτέρων, τὰ δὲ ὑγρότερα ὑγροτέρων· καὶ κατὰ συζυγίαν τὰ θερμότερά τε καὶ ξηρότερα τῶν θερμοτέρων καὶ ξηροτέρων, καὶ τούτοις ἀνάλογον ἐπὶ τῶν λοιπῶν τριῶν συζυγιῶν. χρήσεται γὰρ ταῖς ὕλαις τῶν αἰτίων ὀρθῶς ὁ τὰς συμφύτους αὐτῶν δυνάμεις ἐπιστάμενος· οἷον ὅτι κίνησις μὲν καὶ ἔνδεια, καὶ ἀγρυπνία, καὶ ἔκκρισις, καὶ πάντα τὰ ψυχικὰ πάθη ξηραίνει τὸ σῶμα, τὰ δ’ ἐναντία τούτοις ὑγραίνει. οὕτως δὲ καὶ περὶ τῶν θερμαινόντων καὶ ψυχόντων ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν κατὰ τὸ σῶμα γινώσκων τις τὰς ὕλας καὶ τὰς δυνάμεις, ὑγιεινοῖς αἰτίοις χρήσεται, τὰς ὁμοίας τοῖς ὁμοίοις προσφέρων, ὅταν γε φυλάττειν βούληται τὴν τοῦ σώματος κρᾶσιν, ἣν παρέλαβεν. εἰ δ’ ἐξαλλάττειν ἐθέλει καὶ μετάγειν ἐπὶ τὸ βέλτιον, ἕτερόν ἐστιν ἐνταῦθα γένος αἰτίων ὑγιεινῶν, ἐναντίον μὲν τοῖς προειρημένοις, ἴσον δὲ ἀπέχον ἐπὶ θάτερα τῶν εὐκράτων τε καὶ μέσων·, ἃ ταῖς ἀρίσταις φύσεσιν ἁρμόττειν ἐλέγομεν. τὴν γὰρ θερμοτέραν καὶ ξηροτέραν κρᾶσιν οὐ τὰ θερμὰ καὶ ξηρὰ διαιτήματα ποιήσειεν ἂν εὔκρατον ἀκριβῶς, ἀλλὰ τοσοῦτον τῆς εὐκράτου ψυχρότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν, ὅσον καὶ ἡ φύσις τῆς φύσεως ἦν θερμοτέρα καὶ ξηροτέρα. τὸ μὲν γὰρ τοιοῦτον γένος τῶν αἰτίων ἐπανορθοῦται τὰς συμφύτους δυσκρασίας, τὸ δὲ ἕτερον τὸ προειρημένον διαφυλάττει. χρεία δὲ ἑκατέρων ἐν μέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι μὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ μετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνομάζομεν; ἔπρεπε γὰρ αὐτὸ μᾶλλον ἴσως ἀλλοιωτικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συμφύτων ἁμαρτημάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα μὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαμεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν μὲν οὖν ὁμοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώματος μέρεσιν ὁμοία καὶ ἡ ἐπιμέλεια· τῶν δ’ οὐχ ὁμοίων οὐχ ὁμοία. δύναται γὰρ ἡ μὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερμοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερμότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συμμέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτημάτων. οὔτ’ οὖν ἐξ ἴσου γυμνάσομεν ἅπαντα τῶν τοιούτων τὰ μόρια τοῦ σώματος, οὔθ’ ὡσαύτως ὑγρανοῦμεν καὶ ξηρανοῦμεν, ἤ τι τῶν ἄλλων πράξομεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ.