Ὅσα δὲ ἐν τῷ νῦν ἐστι νοσώδη σώματα, τουτέστιν ὅσα νοσεῖ, διαγινώσκειν χρὴ καὶ ταῦτα, ταῖς μὲν αἰσθήσεσιν ὑποπίπτοντα τῇ μεταβολῇ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων, ἐν μεγέθει, καὶ χροιᾷ, καὶ σχήματι, καὶ ἀριθμῷ, καὶ θέσει, καὶ τῇ κατὰ σκληρότητα, καὶ μαλακότητα, καὶ θερμότητα, καὶ ψυχρότητα διαφορᾷ· μὴ φαινόμενα δὲ, καθόλου μὲν φάναι, ταῖς βλάβαις τῶν ἐνεργειῶν, ἢ τοῖς ἐκκρινομένοις, ἢ ταῖς ὀδύναις, ἢ τοῖς ὄγκοις τοῖς παρὰ φύσιν, ἤ τισιν τούτων, ἢ πᾶσι. κατὰ μέρος δὲ, τὰς μὲν κατὰ τὸν ἐγκέφαλον νοσώδεις διαθέσεις ἢ τοῖς τῆς παραφροσύνης εἴδεσιν, ἢ ταῖς τῶν αἰσθήσεων ἢ φαντασιῶν βλάβαις, ἢ ταῖς τῶν προαιρετῶν, ἢ τοῖς ἐκκρινομένοις δι’ ὑπερώας, καὶ ῥινὸς, καὶ ὤτων, ἢ ταῖς τῶν κατ’ αὐτὸν ὀδυνῶν διαφοραῖς. τὰς δὲ κατὰ τὴν καρδίαν ἔκ τε τῶν τῆς δυσπνοίας εἰδῶν καὶ παλμῶν τῶν κατ’ αὐτὴν, ἔτι τε τῶν κατ’ αὐτὴν σφυγμῶν καὶ τὰς ἀρτηρίας, ὀξυθυμίας τε καὶ ἀθυμίας, καὶ πυρετῶν, καὶ τῶν καταψύξεων, καὶ τῶν ἐν τῷ χρώματι διαφορῶν, ἀλγημάτων τε τῶν κατ’ αὐτήν. τὰς δὲ καθ’ ἧπαρ, ἔκ τε τῆς τῶν χυμῶν ἐνδείας τε καὶ πλεονεξίας, ἐκτροπῆς τε τῆς εἰς τὸ παρὰ φύσιν, καὶ ἀχροίας, καὶ προσέτι τοῖς κατὰ τὴν ἀνάδοσιν, ἢ θρέψιν, ἢ τὴν τῶν περιττωμάτων ἔκκρισιν ὑπαλλαττομένοις, ἀλλὰ καὶ τοῖς βάρεσι τοῖς κατ’ αὐτὸ, καὶ ὄγκοις, καὶ ἀλγήμασιν, οὐ τοῖς ἐγχωρίοις μόνον, ἀλλὰ καὶ κατὰ συμπάθειαν ὅσα γίνεται, κατά τινα δυσπνοίας ἰδέαν καὶ βηχός. οὕτως δὲ καὶ τὰ κατὰ τὴν γαστέρα τοῖς περὶ τὴν πέψιν τε καὶ τὴν ὄρεξιν τῆς ὑγρᾶς ἢ ξηρᾶς προσφορᾶς, ἢ περὶ τὴν τῶν περιττωμάτων ἔκκρισιν ἁμαρτανομένοις· ὡσαύτως δὲ καὶ τοῖς λυγξὶν, ἐρυγαῖς, ναυτίαις, ἐμέτοις, αὐταῖς τῶν ἐμουμένων ταῖς ἰδέαις. καὶ μέν γε καὶ ὅσα κατὰ θώρακα, δυσπνοίαις, βηξὶν, ὀδύναις ταῖς κατ’ αὐτὸν, τῇ τῶν ἀναβηττομένων διαφορᾷ. καὶ τὰ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν νοσήματα, δύσπνοιά τε καὶ βὴξ, ἥ τε κατὰ τὸν τόπον ὀδύνη, τά τε ἀναπτυόμενα, καὶ αἱ τῆς φωνῆς βλάβαι γνωρίζουσιν. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων μορίων ἁπάντων ἐξ ὄγκου, καὶ ὀδύνης, καὶ βλάβης ἐνεργειῶν, ἔτι τε τῆς τῶν ἐκκρινομένων διαφορᾶς αἱ διαγνώσεις ἔσονται. ὄγκους μὲν δὴ τοὺς παρὰ φύσιν ἐν φλεγμοναῖς, καὶ ἐρυσιπέλασι, καὶ σκίῤῥοις, καὶ οἰδήμασιν ἐξεταστέον. ἄλγημα δὲ, καθ’ ὃν ἂν ἐρείδῃ τόπον, ἤτοι συνεχείας λύσιν, ἢ άλλοίωσιν ἀθρόαν ἐνδείκνυται. λύεται μὲν οὖν ἡ συνέχεια τομῇ, καὶ διαβρώσει, καὶ θλάσει, καὶ τάσει. ἀλλοιοῦται δὲ ἡ οὐσία θερμότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι. βλάπτεται δὲ ἡ ἐνέργεια τριχῶς, ἢ ἀῤῥώστως, ἢ πλημμελῶς, ἢ μηδ’ ὅλως γιγνομένη. ὅσα δ’ ἐκκρίνεται, τὰ μὲν ὡς μόρια τῶν πεπονθότων, τὰ δὲ ὡς περιττώματα, τὰ δὲ ὡς ἐν αὐτοῖς περιεχόμενα, κατὰ φύσιν ἕκαστον ἔνδειξιν ἰδίαν ποιήσεται. λέλεκται δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ, μηδενὸς αὐτὴν ὑπὸ μέθοδον τῶν ἔμπροσθεν ἀγαγόντος, ἢ τὸ τέλειον ἀποδόντος, ὥσπερ οὐδ’ ἄλλην οὐδεμίαν ὧν ὑπήρξαντο μὲν οἱ παλαιοὶ, οὐ συνετέλεσαν δέ. τῶν μὲν δὴ νοσούντων σωμάτων ἐξ ἐκείνης τῆς πραγματείας μανθάνειν χρὴ τὰ γνωρίσματα, τῶν νοσησόντων δὲ καὶ τῶν ὑγιασθησομένων ἐκ τῆσδε τῆς μεθόδου. Τὰ μὲν οὖν τῶν νοσησόντων ἐν τῷ μεταξὺ τὴν ἰδέαν ἐστὶ τῶν τε τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσι συμβαινόντων. κατὰ φύσιν μὲν γὰρ ἅπαντα τοῖς ὑγιαίνουσιν ὑπάρχει, παρὰ φύσιν δὲ τοῖς νοσοῦσιν, καθόσον νοσοῦσιν. ἐν μεθορίῳ δὲ τούτων ἐστὶ τὰ δηλωτικὰ σημεῖα τῶν νοσησόντων, ἔνια μὲν ἐκ τοῦ γένους ὑπάρχοντα τῶν κατὰ φύσιν, ἀλλὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ὑπηλλαγμένα, τινὰ δὲ ἐκ τῶν παρὰ φύσιν μὲν, ἀλλὰ μικρότερα τῶν ἐν ταῖς νόσοις, καὶ διὰ τοῦτο καὶ αἱ διαθέσεις μὲν αὗται τῶν σωμάτων, ὅσα νοσήσειν ὑπέδειξα, τῶν οὐδετέρων εἰσὶ, καὶ τὰ δηλοῦντα αὐτὰς σημεῖα. πρώτως μὲν γὰρ ταῦτα ὑγείαν δηλοῖ, δευτέρως δὲ τὰς νόσους. καὶ γίνεται τὰ αὐτὰ σημεῖα κατὰ τὴν πρός τι σχέσιν, οὐδέτερά τε καὶ νοσώδη· τὰ μὲν τὴν ἤδη διάθεσιν δηλοῦντα οὐδέτερα, τὰ δὲ τὴν ἐσομένην προδηλοῦντα νοσώδη. κατὰ δὲ τὸν αὐτὸν λόγον, καὶ ὅσα τοῖς νοσοῦσιν ἐπιφαίνεται σημεῖα σωτήρια, λεχθήσεται μὲν ὑγιεινὰ, διότι τὴν ἐσομένην ὑγείαν προδηλοῖ· λεχθήσεται δὲ καὶ νοσερὰ, καθόσον τὴν ὑπάρχουσαν νόσον ἐνδείκνυται. καὶ δῆλον ὡς, ὅσαπερ ἀμφοῖν ἐστι δηλωτικὰ, λεχθείη ἂν οὐδέτερα καθ’ ἔν τι τῶν σημαινομένων τῆς οὐδετέρου φωνῆς. οὐδὲν δὲ θαυμαστὸν, τὰ αὐτὰ σημεῖα τοὺς τρεῖς ἔχειν λόγους ἐν διαφερούσαις σχέσεσιν, ὑγιεινά τε καὶ νοσερὰ, καὶ οὐδέτερα λεγόμενα. καθ’ ἕτερον δὲ σημαινόμενον, ὅσα τοῖς ἀνακομιζομένοις ἐκ νόσων ὑπάρχει σημεῖα, λέγομεν οὐδέτερα, καθ’ ὃ, οἶμαι, καὶ τὰ τῶν ἐν γήρᾳ. ταῦτα μὲν οὖν ἅπαντα πλείοσιν ὑποπέπτωκεν ἐννοίαις τε καὶ λόγοις. ὅσα δὲ τοῖς ἀμέμπτως ὑγιαίνουσιν ὑπάρχει, μόνῃ τῇ τῶν ὑγιεινῶν ἐννοίᾳ, καὶ ὅσα τοῖς νοσοῦσι μὴ προδηλοῦντα τὴν ἐσομένην ὑγείαν, μόνῃ καὶ ταῦτα τῇ τῶν νοσωδῶν ὑποπέπτωκεν ἐννοίᾳ. περὶ μὲν δὴ τούτων ἑξῆς εἰρήσεται. τὰ δὲ τῆς μελλούσης νόσου προγνωστικὰ διέλθωμεν πρότερον. διττῆς δὲ οὔσης τῆς αἰτῶν διαφορᾶς, προχειρισώμεθα πρότερον τὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς, οὐκ αὐταῖς ταῖς οἰκείαις ἰδέαις ἐξηλλαγμένα τῶν κατὰ φύσιν, οἷον ὄρεξιν σιτίων ἐπιτεταμένην, ἢ ἐκλελυμένην, ἢ μὴ κατὰ. τὸν συνήθη καιρὸν, ἢ οὐ συνήθων ἐδεσμάτων, ἥ ἀπόκρισιν τῶν περιττωμάτων τῆς τροφῆς ἐλαττόνων, ἢ πλειόνων, ἢ ὑγροτέρων, ἢ σκληροτέρων. οὕτως δὲ καὶ τῶν ὑγρῶν περιττωμάτων ἔνδεια, καὶ πλεονεξία παρὰ τὸ κατὰ φύσιν, ἢ χροιᾶς, ἢ συστάσεως ἐξάλλαξις, ἢ καιροῦ κενώσεως, ἀγρυπνία τε καὶ πλείων ὕπνος, ἢ οὐκ ἐν καιρῷ τῷ συνήθει κατὰ ταῦτα δὲ καὶ ἡ περὶ πόμα πλεῖον, ἢ ἔλαττον, ἢ θερμὸν, ἢ ψυχρὸν ἐπιθυμία παρὰ τὺ σύνηθες. ὥσπερ γε καὶ ἡ περὶ τὴν τῶν ἀφροδισίων χρῆσιν ἄμετρος ἢ ἄκαιρος ἐπιθυμία, ἱδρῶτες πλείους τοῦ δέοντος, ἢ ἐλάττους, ὄκνος εἰς τὰς κινήσεις, ἢ πειρωμένων κινεῖσθαι βαρύτης, ἢ ἔκλυσις ἰσχυρὰ, καταμηνίων κρύψις, ἢ πλείων, ἢ ἐλάττων κένωσις. οὕτω δὲ καὶ ἡ δι’ αἱμοῤῥοΐδων. ἀλλὰ καὶ ἡ κατ’ αὐτὴν τὴν ἐδωδὴν ἢ πόσιν οὐχ ὁμοία τῇ πρόσθεν ἡδονὴ γνώρισμά ἐστι μέλλοντος νοσήματος. οὕτως δὲ καὶ ἡ τῆς διανοίας ἀμβλύτης οὐ κατὰ φύσιν, ἢ ἐπιλησμοσύνη τις ἀήθης, ἢ φαντασιωδέστεροι τῶν ἔμπροσθεν ὕπνοι, καὶ μὲν δὴ καὶ ἀκοὴ, καὶ ὄσφρησις, καὶ ὄψις ἀμβλύτεραί τε καὶ ἀχλυωδέστεραι. καὶ ἁπλῶς εἰπεῖν, ὅσα κατὰ φύσιν ὑπῆρξε, τὰ μὲν αὐξανόμενα, τὰ δὲ μειούμενα, τὰ δὲ καιροῖς τισιν, ἢ ποσότησιν, ἢ ποιότησιν ἐξαλλαττόμενα. καὶ γὰρ οὖν καὶ τοῦ σώματος ὄγκος, ἐλάττων τε καὶ μείζων γινόμενος, ἐρυθρότερός τε καὶ λευκότερος, ἢ οἷον πελιδνότερος, καὶ μελάντερος, καὶ ἐρυγαί τε καὶ πταρμοὶ, καὶ φύσαι πλείους ἢ ἐλάττους τῶν κατὰ φύσιν. οὕτω δὲ καὶ ὅσα διὰ ῥινῶν, ἢ ὑπερώας, ἢ ὤτων, οἷς ὁ ἐγκέφαλος ἐκκαθαίρεται, ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ἐξαλλαττόμενα. ταῦτα μὲν ἅπαντα τοῦ γένους τῶν κατὰ φύσιν ἐστίν. δῆξις δὲ γαστρὸς, ἢ κατὰ στόμαχον, ἢ κατὰ τι τῶν ἐντέρων, ἢ ἐπὶ τοῖς διαχωρουμένοις, ἢ ἐμουμένοις, ἢ οὐρουμένοις, ἤ τις ἕτερος μέτριος πόνος, ἐκ τοῦ γένους μέν ἐστι τῶν παρὰ φύσιν, οὔπω δὲ νοσεῖν οἱ οὕτως ἔχοντες λέγονται, καθάπερ οὐδ’ οἱ βαρυνόμενοι τὴν κεφαλὴν, ἢ ἀλγοῦντες, ὅταν γε μηδέπω διὰ ταῦτα πρὸς τὰ συνήθη τῶν ἔργων ἐμποδίζωνται. καὶ ὅ γε τοῦ νοσεῖν ὅρος οὗτός ἐστιν ἐπὶ ταῖς τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο ἐν τῷ πρός τι τὴν αὐτὴν διάθεσιν ἤδη τε νοσώδη καὶ οὐδετέραν ἐροῦμεν ἔτι. πρὸς γὰρ τὴν ῥώμην τῆς φερούσης ῥᾳδίως ἢ νικωμένης ἤδη δυνάμεως ἤτοι νόσος ἐστὶν, ἢ οὐδετέρα διάθεσις ἑκάστη τῶν εἰρημένων. οὕτω δὲ καὶ ὅσα κατὰ τὰς αἰσθήσεις, οὐκ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διενηνόχασιν, ἀλλ’ ὅσα τῷ γένει παρὰ φύσιν ἐστί. καὶ τοῦτ’ ἐστὶ νοσώδη σημεῖα, μέχρι περ ἂν ᾖ σμικρὰ, καὶ μηδέπω τῶν εἰθισμένων πράξεων ἀπάγειν ἱκανά. τοιαῦτα δ’ ἐστὶ κατὰ μὲν τὴν γεῦσιν, ὅταν ἁλμυρᾶς, ἢ πικρᾶς, ἤ τινος ἑτέρας ποιότητος ἔμφασις ᾖ τοῖς ἐσθιομένοις τε καὶ πινομένοις ἅπασιν, ἢ καὶ χωρὶς τοῦ προσάρασθαί τι τὸ σίαλον αὐτὸ φαίνηται τοιοῦτον. κατὰ δὲ τὴν ὄσφρησιν, ὅταν ἤτοι τινὸς αἰσθανώμεθα μιᾶς ποιότητος, οὐδενὸς ὀσφρητοῦ παρόντος, ἢ καὶ προσφέροντες πλείω τε καὶ διαφέροντα πάντων αὐτῶν ὡς ὁμοίων αἰσθανώμεθα. πολλάκις δὲ οὐδ’ ὅλως αἴσθησις ἡμῖν οὐδενὸς, ἢ δυσώδους τινὸς γίνεται, μηδενὸς παρόντος δυσώδους. κατὰ δὲ τὴν ἀκοὴν ἦχοι καὶ ψόφοι τοῦ παρὰ φύσιν εἰσίν. ὥσπερ γε καὶ κατὰ τὴν ὄψιν, ὅσα προφαίνεσθαι δοκεῖ, μέλανά τε καὶ ὀρφνώδη, καὶ κυανὰ, καὶ πυῤῥὰ, καὶ ξανθὰ, καὶ τὰ μὲν στρογγύλα, τὰ δὲ προμήκη· καὶ τὰ μὲν ἰσχνὰ, τὰ δὲ παχέα, παραπέτασθαι πάντα δοκοῦντα. κατὰ δὲ τὴν ἁπτικὴν αἴσθησιν, ὅταν ἀνωμαλία τις, ἢ πύκνωσις, ἢ βάρος, ἢ τάσις, ἢ ναρκώδης ἢ ἑλκώδης διάθεσις ἐμφαίνηται καθ’ ὅλην τὴν ἕξιν. οὕτως δὲ καὶ καθ’ ὁτιοῦν μέρος ἢ τάσις, ἢ θλίψις, ἢ δῆξις, ἢ βαρύτης, ὅταν σμικραί τινες ὦσι καὶ μὴ μόνιμοι, τὴν μὲν διάθεσιν οὐδετέραν εἶναι δηλοῦσι, προαγγέλλουσι δὲ νόσον. Ὅσα δὲ ἐν τοῖς ἤδη νοσοῦσι γίνεται σημεῖα, τὰ μὲν ὑγείαν δηλοῦντα, τὰ δὲ θάνατον, ὑγιεινὰ μὲν τὰ πρότερα, τὰ δὲ ἕτερα τῷ γένει μὲν νοσερὰ, κατ’ εἶδος δὲ ὀλέθρια λέγεται. λαμβάνεται δὲ, καθόλου μὲν εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν ἀρετῆς τε καὶ κακίας, κατὰ μέρος δὲ ἐκ τῶν κατὰ μέρος ἐνεργειῶν, ὧν τὰ γένη πρόσθεν εἴρηται, πρῶτον μὲν τὸ τῶν ἀρχῶν, δεύτερον δὲ τὸ τῶν ἀπ’ ἐκείνων πεφυκότων, καὶ τρίτον τὸ τῶν ἰδίαν μὲν ἐχόντων διοίκησιν, ἀπὸ δὲ τῶν ἀρχῶν ἀποφύσεις τινὰς δεχομένων. τὸ γὰρ δὴ τέταρτον γένος τῶν τότε ῥηθέντων, ἐξ ἑαυτοῦ μὲν ἄχρηστον εἰς τὰς προγνώσεις, κατὰ συμβεβηκὸς δὲ, κᾀκ τούτων ἔσται ποτὲ πρόγνωσις, ὥσπερ γε κᾀκ τῶν περιττωμάτων διὰ παντός. ἐκ τούτων μὲν λόγῳ συμπαθείας, ἐκ δὲ τῶν περιττωμάτων, ὅτι πέψεως καὶ ἀπεψίας ἐν αὐτοῖς ἐστι σημεῖα. ὥστε οὐκ ἐνδέχεται μὴ δηλοῦν αὐτὰ διὰ παντὸς, ἤτοι τὴν φύσιν ἐπικρατεῖν τῆς ὕλης, ἢ τὴν ὕλην τῆς φύσεως, ἢ οὐδέτερον οὐδετέρου. ὑγιεινὰ μὲν οὖν σημεῖα λεχθήσεται, κρατούσης τῆς φύσεως, νοσώδη δὲ, κρατουμένης, οὐδέτερα δὲ τὰ ἐν ταῖς ἰσοσθενέσι μάχαις. τὰ μὲν δὴ τῆς ἐναργοῦς πέψεως σημεῖα τῶν ὑγιεινῶν ἐστι, καθάπερ καὶ τὰ τῆς ἀπεψίας νοσερὰ, τὰ δὲ οὕτε πέψιν, οὔτε ἀπεψίαν ἐναργῶς ἐνδεικνύμενα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. οὐδέτερα δὲ καὶ ὅσα νῦν μὲν τοῦτο, νῦν δὲ τοὐναντίον δηλοῖ, καθάπερ οἱ μελαινόμενοι δάκτυλοι. τοιαῦτα δ’ ἐστὶ καὶ τὰ κριτικὰ συμπτώματα. λέλεκται δὲ ὑπὲρ ἁπάντων αὐτῶν ἐν τοῖς περὶ κρίσεως, ὥσπερ καὶ περὶ τῶν καθ’ ἑκάστην ἐνέργειαν ἐν τοῖς περὶ συμπτωμάτων αἰτίοις. ἐκ τούτων οὖν χρή τὴν κατὰ μέρος ἅπασαν αὐτῶν ὕλην ἀναλέγεσθαι. ἐγὼ δὲ μήκους φειδόμενος ἐνταυθοῖ μὲν ἤδη καταπαύσω τὸν περὶ τῶν σημείων λόγον, μεταβήσομαι δὲ ἐπὶ τὸν περὶ τῶν αἰτίων. Ἐπεὶ δὲ καὶ τούτων ἐστὶ τὰ μὲν ὑγιεινὰ, τὰ δὲ νοσερὰ, τὰ δὲ οὐδέτερα, πρῶτον περὶ τῶν ὑγιεινῶν ὁ λόγος ἔσται. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν τὰ μὲν ἦν φυλακτικὰ, τὰ δὲ ποιητικὰ τῆς ὑγείας, ἔστι δὲ καὶ χρόνῳ, καὶ ἀξιώματι πρότερα τὰ φυλακτικὰ τῶν ποιητικῶν, ἀπὸ τῶν φυλακτικῶν νῦν ἀρκτέον. ὄντος τοίνυν οὐχ ἑνὸς τοῦ ὑγιεινοῦ σώματος, ἀλλὰ πλειόνων, ὡς ἔμπροσθεν διώρισται, καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται τὸ φυλακτικὸν, ὅτι καὶ πᾶν αἴτιον ἐν τῷ πρός τι. πάλιν οὖν κᾀνταῦθα τὴν ἀρχὴν ἀπὸ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ποιητέον, ἐπισκεπτομένους τὰ πρὸς ταύτην ὑγιεινά. τὴν δὲ εὕρεσιν αὐτῶν ἡ τοῦ πράγματος αὐτοῦ φύσις ὑπαγορεύει. εἰ μὲν γὰρ ἦν ἀπαθὲς καὶ ἀναλλοίωτον τὸ σῶμα, διὰ παντὸς ἂν ἔμενεν ἡ ἀρίστη κατασκευὴ, καὶ οὐδὲν ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ. ἐπειδὴ δὲ ἀλλοιοῦται, καὶ διαφθείρεται, καὶ τρέπεται, μὴ φυλάττον ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν, ἐπικουρίας ἐν τοσούτῳ δεῖται. καθ’ ὅσους οὖν τρόπους ἀλλοιοῦται, τοσαῦτα γένη καὶ τῶν ἐπικουριῶν ἕξει, τουτέστι τῶν φυλακτικῶν αἰτίων, ἃ πρόδηλον ἤδη κᾀξ αὐτῶν τῶν εἰρημένων, ὡς ἐπανορθωτικὰ τῷ γένει τετύχηκεν ὄντα. τῷ δὲ κατὰ βραχὺ ποιεῖσθαι τὰς ἐπανορθώσεις, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, οὐ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ πρὸς τῶν ἰατρῶν κέκληται, ἀλλὰ φυλακτικὰ τῆς παρούσης κατασκευῆς. ἀλλοιοῦται τοίνυν τὸ σῶμα, πρὸς μέν τινων ἐξ ἀνάγκης, πρὸς δέ τινων οὐκ ἐξ ἀνάγκης. λέγω δὲ ἐξ ἀνάγκης μὲν, οἶς ἀδύνατον αὐτῷ ἐστι μὴ πλησιάζειν, οὐκ ἐξ ἀνάγκης δὲ τὰ λοιπά. τὸ μὲν γὰρ τῷ περιέχοντι διὰ παντὸς ὁμιλεῖν, ἐσθίειν τε καὶ πίνειν, καὶ ἐγρηγορέναι, καὶ ὑπνοῦν ἀναγκαῖον αὐτῷ, ξίφεσι δὲ καὶ θηρίοις οὐκ ἀναγκαῖον. ὅθεν ἐν μὲν τῷ προτέρῳ γένει τῶν αἰτίων ἡ περὶ τὸ σῶμα τέχνη καταγίνεται, κατὰ δὲ δεύτερον οὐκέτι. ὁπόσα τοίνυν ἐστὶ τὰ ἐξ ἀνάγκης ἀλλοιοῦντα τὸ σῶμα, διελόμενοι, καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι γένος αἰτίων ὑγιεινῶν εὑρήσομεν. ἔστιν οὗν ἓν μὲν ἐκ τῆς τοὺ περιέχοντος ἀέρος ὁμιλίας, ἕτερον δὲ ἐκ κινήσεως καὶ ἡσυχίας ὅλου τε τοῦ σώματος καὶ κατὰ τὰ μόρια. τρίτον, ἐξ ὕπνου καὶ ἐγρηγόρσεως. τέταρτον, ἐκ τῶν προσφερομένων. πέμπτον, ἐκ τῶν ἐκκρινομένων, ἢ ἐπεχομένων. ἕκτον, ἐκ τῶν ψυχικῶν παθῶν. ὑπὸ τούτων γὰρ ἁπάντων ἀνάγκη τὸ σῶμα διατίθεσθαί πως. ὑπὸ μὲν τοῦ περιέχοντος, ἤτοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ κατὰ συζυγίαν τούτων τι πάσχον, ἢ καθ’ ὅλην. τὴν οὐσίαν ἀλλοιούμενον. ἐκ κινήσεως δὲ καὶ ἡσυχίας, ἀμέτρων ἀμφοῖν γινομένων, ἢ θερμαινόμενον, ἢ ξηραινόμενον, ἢ ψυχόμενον, ἢ ὑγραινόμενον, ἢ κατὰ συζυγίαν τι τούτων πάσχον. οὕτω δὲ καὶ ἐξ ὕπνου καὶ ἐγρηγόρσεως ἀνάγκη πως πάσχειν αὐτό. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῶν προσφερομένων, ἢ ἐκκρινομένων, ἢ ἐπεχομένων. ἅπαντα γὰρ ταῦτα, τὰ μὲν ἄντικρυς, τὰ δὲ διὰ μέσων ἑτέρων αἰτίων ἀλλοιοῖ τὸ σῶμα, καὶ διαφθείρει τὴν ὑγείαν. καὶ γέγραπται περὶ τούτων αὐτῶν ἰδίᾳ καθ’ ἕκαστον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. τὰ μὲν οὖν ἅπαντα τὰ νῦν εἰρημένα γένη τῶν ὑγιεινῶν αἰτίων ὕλαι τινὲς ὑπάρχουσι· μετὰ δὲ τῆς δεούσης χρήσεως αἴτια γίνεται φυλακτικά τε καὶ ὑγιεινά· διαμαρτανόμενα δὲ τῆς συμμετρίας, νοσώδη καθίσταται. ὥστε δῆλον ἤδη κᾀκ τούτων, ὡς οὐχ ἑτέρας μὲν οὐσίας τῶν ἐκτὸς τούτων πραγμάτων ὑγιεινὰς ἡμῖν, ἑτέρας δὲ νοσερὰς ὑποληπτέον, ἀλλὰ τὰς αὐτὰς ἐν τῷ πρός τι ποτὲ μὲν ὑγιεινὰς, ποτὲ δὲ νοσώδεις γινομένας. ἡνίκα μὲν γὰρ δεῖται κινήσεως τὸ σῶμα, τὸ μὲν γυμνάσιον ὑγιεινὸν, ἡ δὲ ἡσυχία νοσερόν· ἡνίκα δὲ ἀναπαύσεως, ὑγιεινὸν μὲν ἡ ἡσυχία, νοσερὸν δὲ τὸ γυμνάσιον. ὡσαύτως δὲ καὶ περὶ σιτίων καὶ πομάτων καὶ τῶν ἄλλων ἁπάντων. ἕκαστον γὰρ, ἐπειδὰν δεομένῳ τῷ σώματι προσάγηται μετὰ τῆς οἰκείας ποσότητος καὶ ποιότητος, ὑγιεινὸν γίνεται· τῷ δὲ ἤτοι μηδ’ ὅλως δεομένῳ προσφερόμενον, ἢ οὐκ ἐν τῷ προσήκοντι μέτρῳ, νοσῶδες καθίσταται. καὶ δύο εἰσὶν οὔτοι σκοποὶ περί τε τὸ ὑγιεινὸν καὶ τὸ νοσερὸν, ἡ ποιότης τε καὶ ἡ ποσότης τοῦ προσφερομένου· τὸ γὰρ καὶ τὸν καιρὸν, ὡς ἕτερόν τι τούτων, τρίτον ἐπεισάγειν ἐν τοῖς εἰρημένοις περιεχόμενον, οὐκ εὔλογον. εἰ γὰρ δεῖται τὸ σῶμα τοιοῦδε καὶ τοσοῦδε τοῦ προσφερομένου, δηλονότι καὶ κατὰ τὸν καιρὸν τὸν δέοντα προσφέρεται. καὶ ἡ γένεσις τῷ καιρῷ ἐκ τοῦ ῥευστὸν καὶ εὐμετάβλητον εἶναι τὺ θνητὸν σῶμα, καὶ δεῖσθαι κατὰ τὰς μεταβολὰς ἄλλοτ’ ἀλλοίων τῶν ὠφελούντων. ὥστε οὐκ ἔστιν ἐπὶ τῷ γένει τρίτον ἐν τοῖς εἰρημένοις ὁ καιρός. εἰς δὲ τὴν διδασκαλίαν αὐτῷ πολλάκις ὡς τρίτῳ χρώμεθα διὰ τὴν εἰρημένην αἰτίαν. Ἐπεὶ δὲ ἐν τούτοις τοῖς σκοποῖς τά τε ἄλλα τῶν αἰτίων τῶν ὑγιεινῶν καὶ τὸ νῦν ἡμῖν προκείμενόν ἐστι γένος, αὖθις ἀναλάβωμεν αὐτά. τῇ τοίνυν ἀρίστῃ κατασκευῇ τοῦ σώματος, ἐπειδὰν εὔκρατον ᾖ τὸ περιέχον, ἁρμόσει συμμετρία τῶν τε ἄλλων ἀκριβὴς, ὧν ἀρτίως εἶπον, ἡσυχίας τε καὶ κινήσεως, καὶ ὕπνου καὶ ἐγρηγόρσεως, καὶ τῶν προσφερομένων τε καὶ ἐκκρινομένων. ἐπειδὰν δὲ δύσκρατον ᾖ, εἰς τοσοῦτον καὶ τὰς συμμετρίας ἐξαλλάττειν προσήκει, εἰς ὅσον καὶ τὰ τῆς εὐκρασίας διέφθαρται. σκοποὶ δὲ τῆς συμμετρίας, ἐπὶ μὲν τοῦ περιέχοντος, ὡς μήτε φρίττειν διὰ κρύος, μήθ’ ἱδροῦν διὰ θάλπος· ἐν δὲ τοῖς γυμνασίοις, ὅταν πρῶτον ἄρξηται πονεῖν τὸ σῶμα, καταπαύειν εὐθύς· ἐν δὲ τοῖς ἐδέσμασι, πέψεως ἀκρίβεια, καὶ διαχωρήσεως συμμετρία κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν. ἰσάζει δέ πως ἐπὶ τούτων ἡ ὄρεξις τῇ πέψει, ὥστε οὐδ’ ἐπιστάτου δέονται, τοῦ τὸ ποσὸν ἑκάστου τῶν προσφερομένων μετρήσοντος. ἡ γὰρ ἀρίστη φύσις, ὅσον ὀρέγεται, τοσοῦτον καὶ πέττει καλῶς. οὕτω δὲ καὶ τῶν ὕπνων τὸ ποσὸν ἡ φύσις αὐτὴ μετρεῖ τοῖς ἐν ἀρίστῃ κατασκευῇ, καὶ παύονται τηνικαῦτα ὑπνοῦντες, ὅταν μηκέτι δέηται τὸ σῶμα. καὶ δὴ καὶ οὕτως αὐτῶν διαιτωμένων, ἐν ταῖς ἐκκρίσεσιν οὐδὲν πλημμελεῖται κατὰ γαστέρα, καὶ οὖρα, καὶ ὅλον τὸ σῶμα. τὰς μὲν γὰρ ἡ συμμετρία τῶν προσφερομένων, τὴν δὲ καθ’ ὅλον τὸ σῶμα διαπνοὴν ἡ τῶν γυμνασίων ὑγιεινὴν ἀπεργάζεται χρῆσις. ἀπέχεσθαι δὲ δηλονότι τῆς ἀμετρίας αὐτοὺς χρὴ ἁπάντων τῶν ψυχικῶν παθῶν, ὀργῆς, λύπης, θυμοῦ, φόβου, καὶ φθόνου, καὶ φροντίδος. ἐξίστησι γὰρ καὶ ταῦτα, καὶ ἀλλοιοῖ τὸ σῶμα τῆς κατὰ φύσιν συστάσεως. Ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινὴ, κατὰ δὲ τὸ ἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτ’ ἐκλύσεως αἰσθάνεσθαι, καὶ κουφότερον αὐτὸν ἑαυτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήθ’ ὑπερπεπληρωμένον, μήτ’ ἐνδεὲς, μήθ’ ὑπερεψυγμένον, μήθ’ ὑπερτεθερμασμένον, ἢ ἐξηρασμένον, ἢ ὑγρασμένον ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, σμικρὸν μὲν ἔσται τὸ διαμαρτανόμενον. ἄμεινον δὲ τεθερμασμένῳ μᾶλλον, ἢ ὑπερεψυγμένῳ, καὶ ὑπερπεπληρωμένω, ἢ ἐνδεεῖ, καὶ ὑγρασμένῳ, ἢ ἐξηρασμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις. ποιότητα δὲ ἑκάστου τῶν εἰρημένων ἐπὶ τῆς ἀρίστης κατασκευῆς ἐκλέγεσθαι δεῖ. γυμνασίου μὲν γὰρ, ἐν ᾧ πάντα τὰ μόρια τοῦ σώματος ἀνάλογον κινεῖται, καὶ μὴ τὸ μὲν ὑπερπονεῖ, τὸ δὲ ἐνδεέστερον πονεῖ· τῶν δὲ ἐσθιομένων τε καὶ πινομένων τὸ εὐκρατότατον· ταῦτα γὰρ οἰκειότερα ταῖς εὐκράτοις φύσεσιν. ὡσαύτως δὲ κᾀπὶ τῶν ἄλλων.