Ὅσα δὲ τοῦ συμμέτρου θερμότερα μέν ἐστιν, οὐ μὴν ὑγρότερά γε, ἢ ξηρότερα κατὰ τὸ σαρκῶδες γένος, καὶ ὑπὲρ τούτου γὰρ ὁ ἐνεστηκὼς λόγος, φαίνεται μὲν δήπου καὶ ἁπτομένοις θερμότερα τοσοῦτον, ὅσον πέρ ἐστι τῇ κράσει θερμότερα. λασιώτερα δὲ τοσοῦτον ἔσται, ὅσον περ καὶ θερμότερα, καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χροιᾷ δὲ ἐξέρυθρα, καὶ μελανότριχα εἶναι. ψυχροτέρας δὲ κράσεως σημεῖα τὸ ἄτριχον, τὸ πιμελῶδες, τὸ ψυχρὸν ἁπτομένοις. ἡ χροιὰ δ’ αὐτοῖς ἅμα ταῖς θριξὶ πυῤῥοτέρα. πολλῆς δὲ τῆς ψύξεως οὔσης, πελιδνή πώς ἔστιν, καὶ καλεῖν ἔθος ἐστὶν ἐνίοις τῶν ἰατρῶν τοὺς τοιούτους μολυβδοχρῶτας. ἡ δὲ ξηροτέρα κρᾶσις ἰσχνοτέρα τέ ἐστι καὶ σκληροτέρα τῆς εὐκράτου τοσοῦτον, ὅσον περ ἂν ᾖ ξηροτέρα, τὰ δ᾽ ἄλλα παραπλήσιος. καὶ ἡ ὑγροτέρα δὲ τὰ μὲν ἄλλα παραπλήσιος, εὐσαρκοτέρα δὲ καὶ μαλακωτέρα. Καὶ μὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι γινόμεναι σύνθετον ἔχουσι καὶ τὴν τῶν γνωρισμάτων ἰδέαν. ἡ μὲν γὰρ θερμοτέρα καὶ ξηροτέρα, λασιωτέρα, καὶ θερμοτέρα, καὶ σκληροτέρα, καὶ ἀπίμελός ἐστι, καὶ ἰσχνὴ, καὶ μελανόθριξ. εἰ δὲ ἐπὶ πλέον ἥκει θερμότητος, καὶ μελάγχρους. ἡ θερμοτέρα καὶ ὑγροτέρα κρᾶσις μαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερμοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον ἀμφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται νοσήμασιν, ὅτι καὶ κακόχυμος ἑτοίμως γίγνεται. εἰ δ᾽ ὀλίγῳ μὲν ὑγροτέρα εἴη, παμπόλλῳ δὲ θερμοτέρα, καὶ μαλακώτεροι μὲν ὀλίγῳ τῶν συμμέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι δὲ οὐκ ὀλίγῳ· καὶ μὲν δὴ καὶ ἁπτομένοις οὐκ ὀλίγῳ θερμότεροι. μέλαιναι δ᾽ αὐτοῖς αἱ τρίχες, καὶ ἡ σὰρξ ἀπίμελος. εἰ δ᾽ ὀλίγῳ μὲν εἴη θερμοτέρα, παμπόλλῳ δὲ ὑγροτέρα, μαλακὴ τούτοις ἐστὶν ἡ σὰρξ, καὶ πολλὴ, καὶ τὸ χρῶμα συμμιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων ὀλίγῳ θερμότεροι. συλλήβδην δ’ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσματα. ἡ ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις, ἐπ’ ὀλίγον μὲν ἀμφοῖν ηὐξημένων, ἄτριχός τέ ἐστι καὶ λευκὴ, καὶ μαλακὴ, καὶ παχεῖα, καὶ πιμελώδης. ἐπὶ πλεῖον δὲ τὰ μὲν ἄλλα κατὰ ἀναλογίαν τῆς τῶν ποιοτήτων αὐξήσεως· ἡ χροιὰ δὲ ἅμα ταῖς θριξὶ πυῤῥὰ, καθάπερ γε καὶ εἰ ἐπὶ πλεῖστον ἀμφοῖν ηὐξημένων πελιδνή. εἰ δ’ ἄνισος ἡ αὔξησις εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς μᾶλλον ηὐξημένης ἴδια. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἴσχουσι τὸ σῶμα, καὶ ἄτριχον, ἁπτομένοις δὲ ψυχρόν. ἡ πιμελὴ δὲ ὅμως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί. τὰ δὲ τῶν τριχῶν καὶ τῆς χροιᾶς ἀνάλογον τῷ μέτρῳ τῆς ψυχρότητος. μεταπεσούσης δὲ τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακμῆς εἰς τὴν ξηράν τε καὶ ψυχρὰν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ καὶ σκληρὰ, μελαγχολικὴ δέ ἐστι καὶ διὰ τοῦτο μέλαινά τε ἅμα καὶ δασεῖα. κρατούσης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολὺ, τῆς δ’ ἑτέρας ὀλίγον τι τοῦ συμμέτρου παραλλαττούσης, ἐπικρατήσει μὲν τὰ τῆς ἐπικρατούσης, ἀμυδρὰ δὲ ἔσται τὰ τῆς ἑτέρας γνωρίσματα. ἐπὶ πᾶσι δὲ τοῖς εἰρημένοις τε καὶ μέλλουσι λέγεσθαι κοινὸν γνώρισμα κράσεως, εἰ μὲν εὔψυκτον εἴη τὸ μόριον, ἤτοι ψυχρότητος, ἢ ἀραιότητος, εἰ δὲ δύσψυκτον, ἤτοι θερμότητος, ἢ πυκνότητος, εἰ δ’ ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο, αὐχμηρόν τε, καὶ ξηρὸν, καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο πρὸς τῶν ὑγραινόντων, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ μύες, ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούμενον ἐν ἅπασι πηλικότητα τῶν ὑποβεβλημένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ μέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον ἐπὶ τοῖς μυσὶ, διὰ δὲ τὴν στενότητα τῶν ὀστῶν τοιοῦτον φανταζόμενον. οὕτως δὲ καὶ παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανομένη τε καὶ μειουμένη, σκληροτέρα τε καὶ μαλακωτέρα γενομένη, ξηρότερον ἢ ὑγρότερον ἀποφαίνει τὸ μόριον. ἡ μὲν οὖν ὀλίγη τε καὶ σκληρὰ, τὸ ξηρότερον· ἡ πολλὴ δὲ καὶ ἡ μαλακὴ; τὸ ὑγρότερον. οὕτω δὲ καὶ αἱ μεταξὺ χῶραι τῶν ὁμοιομερῶν σωμάτων, ἤτοι πλέον ὑγρὸν ἐν αὐταῖς, ἢ ἔλαττον περιέχουσαι, καὶ ἤτοι παχύτερον, ἢ λεπτότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἀποφαίνει τὸ μόριον· ὑγρότερον μὲν, ἔνθα λεπτοτέρα τε καὶ πλείων ἐστὶν ἡ ὑγρότης, ξηρότερον δὲ, ὅπου παχυτέρα τε ἅμα καὶ ἐλάττων. αὐτὰ μὲν γὰρ τὰ στερεὰ τοῦ σώματος μόρια, τὰ ὄντως στερεὰ καὶ πρῶτα, κατ’ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα ποιεῖν, ἀλλ’ ἱκανὸν, εἰ κωλύει τις αὐτὰ μὴ διὰ ταχέων ξηραίνεσθαι, τὰς δὲ διαλαμβανούσας αὐτὰ χώρας ἔνεστι πληροῦν ὑγρότητος, ἤτοι τοίας, ἢ τοίας. τοιαύτη δέ ἐστιν ἡ οἰκεία τροφὴ τῶν ὁμοιομερῶν ἐκ παραθέσεως; οὐ δι’ ἀγγείων ἑλκομένη. κοινὸς δὲ καὶ οὗτος ὁ λόγος ἁπάντων ἐστὶ τῶν μορίων, καὶ ῥηθήσεται καὶ αὗθις ἐν τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν αἰτίων διδασκαλίᾳ. νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώμεθα. Γαστρὸς γνωρίσματα, τῆς μὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίγνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη ποτὸν, καὶ βαρύνοιντο τῷ πλείονι, καὶ κλύδωνας ἴσχοιεν, ἢ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσμασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ μήτε διψώδεις γίγνοιντο, καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσμασί τε χαίροιεν ὑγροτέροις. ἡ δὲ θερμοτέρα φύσει γαστὴρ πέττει μὲν ἄμεινον, ἢ ὀρέγεται, καὶ πολὺ μᾶλλον ὅσα σκληρὰ φύσει καὶ δυσαλλοίωτα· διαφθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα· χαίρουσα δὲ τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται, κατά γε τὴν ἔμμετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ, ὀρεχθῆναι μὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ μάλιστα ὅσα δυσαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσμάτων ἐστίν. ὀξύνεται γοῦν ἑτοίμως ἐν αὐτῇ. διὰ τοῦτο καὶ ὀξυρεγμιώδης ἐστὶν ἡ τοιαύτη γαστὴρ, καὶ χαίρει μὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀμετρότερον χρησαμένη. οὕτως δὲ καὶ τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον ὁμιλίαν, ὥσπερ οὐδ’ ἡ θερμὴ τῶν θερμῶν. αἱ μέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι τῶν ἐμφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυμοῦσιν, οὐ τῶν ὁμοίων, ὥσπερ αἱ σύμφυτοι. αἱ δὲ κατὰ συζυγίαν ἐν τῇ γαστρὶ δυσκρασίαι διὰ τῆς τῶν ἁπλῶν γνωρισθήσονται συνθέσεως. ἀκριβῶς δὲ χρὴ προσέχειν τὸν νοῦν τοῖς εἰρημένοις, διακρίνοντας αὐτὰ τῶν ῥηθησομένων. οὐ μόνον γὰρ ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται, καὶ ψυχροῦ καὶ θερμοῦ πόματος ὀρεκτικοὺς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα, καρδία καὶ πνεύμων. ἀλλ’ οἵ γε διὰ τὴν τούτων θερμότητα διψῶντες εἰσπνέουσί τε πλέον, ἐκφυσῶσί τε μακρὸν, αἰσθάνονταί τε κατὰ τὸν θώρακα τοῦ καύματος, οὐχ ὥσπερ οἱ διὰ τὴν γαστέρα κατὰ τὰ ὑποχόνδρια. καὶ μὲν δὴ πίνοντες οὐκ εὐθέως ἡσυχάζουσι, καὶ τὸ ψυχρὸν πόμα ἵστησιν αὐτῶν μᾶλλον τὴν δίψαν, ἤπερ τὸ πολὺ θερμόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις. οὕτως δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται. Καὶ μέγιστόν ἐστι τοῦτο γνώρισμα τῆς ἐν πνεύμονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερμὸν αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγματικὰ περιττώματα χρεμπτόμενοι ἅμα καὶ μετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγματι, καὶ λαμπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες τὸ ἐναντίον ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνὴν, ἐντρέχει δ’ αὐτοῖς περιττώματα, μεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι προελομένοις. οὐ μὴν αὐτό γε τὸ τῆς φωνῆς μέγεθος ὑπὸ τῆς θερμότητος αὐτῆς, ὥσπερ οὐδ’ ἡ σμικρότης ὑπὸ τῆς ψυχρότητος, γίνεται· ἀλλὰ τὸ μὲν εὐρύτητι τῆς τραχείας ἀρτηρίας, ἐκφυσήσει τε σφοδροτέρᾳ, σμικρότης δὲ τοῖς ἐναντίοις ἀκολουθεῖ. ὥστε οὔτε διὰ παντὸς, οὔτε πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μόναις ταῖς συμφύτοις κράσεσι, οὐ ταῖς ἐπικτήτοις, ἕπεται τὸ τῆς φωνῆς μέγεθός τε καὶ ἡ σμικρότης. ὅτι μὲν γὰρ τοιάδε τὰ ὄργανα διὰ τὴν κρᾶσιν ἐγένετο, τοῖς τοιούτοις δὲ ἕπεται τοιάδε φωνὴ, ἐκ φωνῆς διὰ τοῦτο ἔνεστι περὶ τῆς συμφύτου κράσεως συλλογίζεσθαι. καὶ γὰρ ἡ λεία φωνὴ λειότητι τῆς ἀρτηρίας ἕπεται, καθάπερ ἡ τραχεῖα τραχύτητι. λειότης μὲν οὖν ἀρτηρίας συμμετρίᾳ κράσεως ἕπεται, τραχύτης δὲ ξηρότητι. τραχύτης μὲν γὰρ ἐπὶ ἀνωμαλίᾳ, κατὰ ξηρὸν σῶμα. τὴν δὲ ἀρτηρίαν ἐργάζεται σκληρὰν μὲν ἡ τῶν ὁμοιομερῶν αὐτῆς μορίων ξηρότης, ἀνώμαλον δὲ ἡ τῆς παρεσπαρμένης τούτοις ὑγρότητος ἔνδεια. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ἡ ὀξεῖα φύσει φωνὴ χωρὶς στενότητος φάρυγγος, οὔθ’ ἡ βαρεῖα χωρὶς εὐρύτητος δύναται γίνεσθαι. στενότης μὲν οὗν ἐμφύτου ψυχρότητος ἔκγονός ἐστιν, εὐρύτης δὲ θερμότητος. ἀνάλογον δὲ ταῖς φυσικαῖς διαφοραῖς τῶν φωνῶν αἱ κατὰ πάθος ἐπιτελοῦνται, γνωρίσματα καὶ αὗται γινόμεναι τῶν ἐργαζομένων αἰτίων, ὑπὲρ ὧν αὐτάρκως ἐν τοῖς περὶ φωνῆς διώρισται. τὰ δ’ ἄλλα μόρια τοῦ ζώου τὰ ἐντὸς ἀμυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσματα. πειρατέον δὲ ὅμως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων διαγινώσκειν, ἔτι τε κατὰ τὰς τῶν φυσικῶν δυνάμεων ἐνεργείας. εἴρηται δὲ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ὡς ἥτις ἑκάστης δυνάμεως ἀρετῇ τε καὶ κακίᾳ, ἡ προηγουμένη κρᾶσίς ἐστιν. τὰ μὲν οὖν τῶν κράσεων γνωρίσματα καὶ ἤδη λέλεκται. Τὰ δὲ περὶ τὸ μέγεθος ἤτοι τὴν διάπλασιν, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν ἐσφαλμένα, ὅσα μὲν ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ’ οὐχ ὑποπιπτόντων τὰ μὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν. τὸ μὲν οὖν τῆς κεφαλῆς μέγεθός τε καὶ σχῆμα, καὶ σὺν αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ καὶ ὅσα κατ’ ὠμοπλάτας, ἢ ὤμους, ἢ βραχίονας, ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ μηρὸν, ἢ κνήμην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλμένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὺ μέγεθος, ἄν τε κατὰ τὸν ἀριθμὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώματος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα μὲν γάρ τινος οὕτω σμικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάμην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτομένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάμην ἐγκειμένην τε καὶ σμικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραμμένος ἐναργῶς. οὐ μὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε μοί ποτε. πειρᾶσθαι μέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ μὴ κατ’ ἐπιστήμην βεβαίαν, ἀλλ’ οὗν κατὰ στοχασμόν τινα τεχνικὸν, οἶον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς μὲν φλέβας ἔχοντας. ἄχρουν δὲ τὸ σύμπαν σῶμα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ μᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς μὲν ὥσπερ τινὸς βάρους ἐγκειμένου καὶ κρεμαμένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανομένους ἐν βάθει, τοὺς δὲ μετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ μικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάμην φλεγματικὸν μὲν ὅλην τὴν ἕξιν, ἐμοῦντα δὲ ἑκάστης ἡμέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήματα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκμηράμην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ μικρὰν ἑαυτοῦ μοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέμπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει μεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατομῆς φαινομένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλμένων σωμάτων, ἐν ταῖς ἀνατομαῖς αὑτὸν γυμναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδίᾳ καθ’ ἑτέρας πραγματείας, ὑπὲρ ὧν ἐπὶ τελευτῇ τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλομαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι μαθεῖν, ἐκ ποίας μάλιστα πραγματείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ μὲν τούτων ἅλις.