Περὶ δὲ τῶν τῆς καρδίας κράσεων ἑξῆς λεγέσθω, πρότερόν γε τοῦτο ἀναμνησάντων ἡμῶν, ὡς ἕκαστον μέρος ἤτοι θερμότερον, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαμὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερμοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερμοτάτου. τῆς μὲν οὖν θερμοτέρας ὡς πρὸς τὴν οἰκείαν συμμετρίαν καρδίας σημεῖα, τὰ μὲν ἀχώριστά τε καὶ οἰκεῖα, μέγεθος ἀναπνοῆς, καὶ σφυγμοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολμία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερμότητος, ὀξυθυμία τε μανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ μάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύμπαν σῶμα θερμὸν ἐπὶ θερμῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ μὴ μεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώματος τὰ γνωρίσματα. καὶ μέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερμότητος γνώρισμα, πλὴν εἰ μὴ κᾀνταῦθά ποτε μεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ μὲν τοῦ νωτιαίου μέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι μὲν οἱ σπόνδυλοι τὸ μέγεθος, ἡλίκος ὁ νωτιαῖος μυελὸς· ὥστε καὶ ἡ ῥάχις ὅλη. συμπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ μετάφρενον αὐτῆς μέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ μὲν μῆκος ἴσον τῷ μεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν μὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύμπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερμότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερμότητι διὸ καὶ ὅταν μὲν ἐπὶ σμικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, μέγιστον γίνεται γνώρισμα τῆς κατὰ τὴν καρδίαν θερμότητος· ὅταν δ’ ἐπὶ μεγάλῃ σμικρὸς, ἰδικώτατον καὶ τοῦτο σημεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σημείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόμενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγμοὶ μικρότεροι τῶν συμμέτρων, οὐ μὴν βραδύτεροί γε ἐξ ἀνάγκης. ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ μὲν τοσοῦτον μικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγμοῖς ἀνάλογον· εἰ δὲ μείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σμικροτέρα μόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολμοί εἰσι καὶ μελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σμικρότητος αὐτῆς διοριστέον, ὡς ἔμπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώματος θερμότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγμοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυμὸν οὐχ ἕτοιμον μὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶμα ξηρότερον, εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σημεῖα, σφυγμοὶ μαλακοὶ, καὶ ἦθος εὐκίνητον μὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύμπαν σῶμα ὑγρότερον, πλὴν εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι τῆς καρδίας ᾧδε ἔχουσιν. θερμῆς καὶ ξηρᾶς καρδίας οἱ σφυγμοὶ σκληροὶ καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοὶ, καὶ αἱ ἀναπνοαὶ μεγάλαι τε καὶ ταχεῖαι, καὶ πυκναί. καὶ πολὺ δὴ μᾶλλον εἰς τάχος ἐπιδιδόασι καὶ πυκνότητα, οὐ συναυξηθέντος ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακος. πάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ καὶ τὸ ὑποχόνδριον. εἰς δὲ τὰς πράξεις ἕτοιμοι καὶ θυμικοὶ καὶ ταχεῖς, ἄγριοι, καὶ ἀνήμεροι, καὶ ἰταμοὶ, καὶ ἀναίσχυντοι, καὶ τυραννικοὶ τοῖς ἤθεσι, καὶ γὰρ ὀξύθυμοι καὶ δύσπαυστοι. περὶ δὲ τῆς ἅπαντος τοῦ σώματος κράσεως, ἔτι τε τῆς τοῦ θώρακος εὐρυχωρίας, ἀνάλογον τοῖς ἔμπροσθεν εἰρημένοις διοριστέον. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν ἄμα θερμότητι, λάσιοι μὲν ἧττον οἱ τοιοῦτοι τῶν προειρημένων, ἕτοιμοι δὲ εἰς τὰς πράξεις οὐδὲν ἧττον· οὐ μὴν ἄγριός γε ὁ θυμὸς, ἀλλ’ εἰς ὀργὴν μόνον ἕτοιμοι. οἱ σφυγμοὶ δὲ μαλακοί τε καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοί. καὶ ἡ ἀναπνοὴ, τοῦ μὲν θώρακος ἀνάλογον ἔχοντος τῇ καρδίᾳ, κατὰ τὴν αὐτὴν ἰδέαν τοῖς σφυγμοῖς· μικροτέρου δὲ γενομένου, τοσοῦτον θάττων τε καὶ πυκνοτέρα τῶν προειρημένων, ὅσον καὶ ὁ θώραξ μικρότερός ἐστιν. πολλῆς δὲ τῆς κατὰ τὴν κρᾶσιν ἐκτροπῆς γινομένης, καὶ μάλιστα εἰ κατὰ τὴν ὑγρότητα συμπέσῃ τοῦτο, πρὸς τοῖς εἰρημένοις ἔτι καὶ τὰ σηπεδονώδη νοσήματα γίνεται, διαφθειρομένων τε καὶ σηπομένων αὐτοῖς τῶν χυμῶν συμπεσεῖται, καὶ αἱ ἐκπνοαὶ μείζους τε καὶ θάττους τῶν εἰσπνοῶν, κᾀν τοῖς σφυγμοῖς ἡ συστολὴ ταχεῖα. ὑγροτέρας δὲ καὶ ψυχροτέρας καρδίας οἱ μὲν σφυγμοὶ μαλακοὶ, τὸ δὲ ἦθος ἄτολμόν τε καὶ δειλὸν, καὶ ὀκνηρόν. εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οἱ τοιοῦτοι τὰ στέρνα, καὶ ἥκιστα μηνιῶσιν, ὥσπερ καὶ εἰς ὀργὴν οὐχ ἕτοιμοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ σύμπαν σῶμα τοῖς ἔμπροσθεν ὡσαύτως διοριστέον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα καρδία τοὺς μὲν σφυγμοὺς σκληροὺς ἐργάζεται καὶ μικρούς· τὴν δὲ ἀναπνοὴν, εἰ μὲν ἀνάλογον τῇ ψυχρότητι μικρὸς ὁ θώραξ γένοιτο, σύμμετρον· εἰ δὲ μείζων, ἀραιὰν καὶ βραδεῖαν. ἀοργητότατοι πάντων οὗτοι· βιασθέντες μέντοι τισὶν ὀργισθῆναι, φυλάττουσι τὴν μῆνιν. εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα πάντων μάλιστα. περὶ δὲ σμικρότητος τοῦ θώρακος, ἔτι τε τῆς τοῦ ὅλου σώματος ψυχρότητος ὁμοίως διοριστέον, ἓν κοινὸν ἐπὶ πᾶσι τοῖς εἰρημένοις ἐκεῖνο μεμνημένους, ὡς, ὅσα περὶ ἠθῶν ἢ νῦν, ἢ κατ’ ἄλλον τινὰ γέγραπται λόγον εἰς διάγνωσιν κράσεως, οὐχ ὑπὲρ τῶν ἐκ φιλοσοφίας ἢ χρηστῶν ἢ μοχθηρῶν ἠθῶν ἐγγιγνομένων, ἀλλ’ ὑπὲρ τῶν ἐμφύτων ἑκάστῳ λέλεκται. Ἥπατος θερμοτέρου γνωρίσματα, φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων, ἐν δὲ τῷ χρόνῳ τῆς ἀκμῆς καὶ ἡ μέλαινα, θερμότερον αὐτοῖς τὸ αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει, δασύτης τῶν καθ’ ὑποχόνδρια καὶ γαστέρα. ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγμα πλεῖον, αἷμα ψυχρότερον, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ψυχροτέρα, εἰ μή τι πρὸς τῆς καρδίας θερμαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδριά τε καὶ γαστήρ. ξηροτέρου δὲ, τὸ μὲν αἷμα παχύτερόν τε καὶ ξηρότερον καὶ ὀλιγώτερον, αἱ φλέβες δὲ σκληρότεραι, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ξηροτέρα. ὑγροτέρου δὲ, τὸ μὲν αἷμα πλεῖόν τε καὶ ὑγρότερον, αἱ φλέβες δὲ μαλακώτεραι· οὕτως δὲ καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. θερμοτέρου δὲ ἅμα καὶ ξηροτέρου ἥπατος γνωρίσματα, λασιώτατον ὑποχόνδριον, αἷμα παχύτερόν τε ἅμα καὶ ξηρότερον, ἡ ξανθὴ χολὴ πλείστη, κατὰ δὲ τὴν ἀκμὴν καὶ ἡ μέλαινα, φλεβῶν εὐρύτης τε καὶ σκληρότης. οὕτως δὲ καὶ τὸ σύμπαν σῶμα θερμότης μὲν γὰρ ἡ ἐκ καρδίας ὁρμωμένη νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρμωμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερμότητα. τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενομένης ἀχθῆναι. μεταξὺ δέ ἐστιν ἡ ἀφ’ ἥπατος ὑγρότης τῶν εἰρημένων. μᾶλλον μὲν γὰρ τῆς ἐν καρδίᾳ νικᾶται ξηρότητος, ἤπερ ἡ ξηρότης ὑπὸ τῆς ὑγρότητος· ἧττον δὲ τῆς θερμότητος, ἔτι δὲ μᾶλλον ἧττον ὑπὸ τῆς ψυχρότητος· εὐνικητοτάτη γὰρ αὕτη τῶν ἐξ ἥπατος ὁρμωμένων ποιοτήτων. εὔδηλον οὖν, ὡς, ἐπειδὰν εἰς ταὐτὸ συνδράμωσιν αἱ τῶν ἀρχῶν ἀμφοτέρων κράσεις, ὅλον ἀκριβῶς τὸ σῶμα κατ’ ἐκείνας διατίθεται. λεχθήσεται δὲ ὀλίγον ὕστερον αὐτοῦ τὰ γνωρίσματα. τὸ δὲ ὑγρότερον ἅμα καὶ θερμότερον ἧπαρ ἧττον μὲν τοῦ θερμοτέρου καὶ ξηροτέρου τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δ’ αἷμα, καὶ φλέβας μεγάλας, καὶ τὴν ἕξιν ὑγροτέραν καὶ θερμοτέραν, εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. εἰ δὲ ἐπὶ πλέον ἀμφοτέραις ταῖς ποιότησιν ἐκτραπείη τοῦ κατὰ φύσιν, ἑτοίμως ἁλίσκεται τοῖς σηπεδονώδεσι καὶ κακοχύμοις νοσήμασιν· ἔτι μᾶλλον, εἰ ἐπὶ πλεῖστον μὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπ’ ὀλίγον δὲ τὸ θερμόν. εἰ δ’ ἔμπαλιν ἐπ’ ὀλίγον μὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπὶ πλεῖστον δὲ τὸ θερμὸν, ἥκιστα κακόχυμοι γίγνονται. τὸ δ’ αὖ ὑγρότερον καὶ ψυχρότερον ἧπαρ ἄτριχον μὲν ἔχει τὸ ὑποχόνδριον, αἷμα δ’ ἐργάζεται φλεγματικώτερον ἅμα φλεβῶν στενότητι, καὶ τὸ σύμπαν σῶμα παραπλησίως ἔχον, εἰ μὴ πρὸς τῆς καρδίας ἐς τἀναντία μετάγοιτο. τὸ δὲ ψυχρότερον καὶ ξηρότερον ἧπαρ ὀλίγαιμόν τε καὶ στενόφλεβον ἐργάζεται τὸ σῶμα καὶ ψυχρότερον, ὑποχόνδριόν τε ψιλὸν, εἰ μὴ κᾀνταῦθα νικήσειεν ἡ καρδία. Τῆς δὲ τῶν ὄρχεων κράσεως ἡ θερμὴ μὲν ἀφροδισιαστική τέ ἐστι, καὶ ἀῤῥενόγονος, καὶ γόνιμος, καὶ ταχέως δασύνει τὰ γεννητικὰ μόρια, συνεφάπτεται δὲ καὶ τῶν πέριξ, ἡ ψυχρὰ δὲ τἀναντία. καὶ ἡ μὲν ὑγρὰ πολύσπερμός τέ ἐστι καὶ ὑγρόσπερμος, ἡ ξηρὰ δὲ ὀλιγόσπερμός τε καὶ μετρίως παχύσπερμος. ἡ θερμοτέρα δὲ καὶ ξηροτέρα παχυσπερμοτάτη τέ ἐστι καὶ γονιμωτάτη, καὶ τάχιστα πρὸς συνουσίαν ἐπεγείρει τὸ ζῶον εὐθέως ἐξ ἀρχῆς. ἀτὰρ οὖν οἱ τοιοῦτοι καὶ δασύνονται τάχιστα τὰ γεννητικὰ μόρια καὶ σύμπαντα τὰ πέριξ, ἄνω μὲν ἄχρι τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, κάτω δὲ μέχρι μέσων μηρῶν. ὁρμητικὴ μὲν οὖν ἡ τοιαύτη κρᾶσις ἱκανῶς ἐπ’ ἀφροδίσια, τάχιστα δὲ ἐμπιπλαμένη καὶ, εἰ βιάσαιτο, βλαπτομένη. συνελθούσης δὲ ὑγρότητος τῇ θερμότητι, λάσιοι μὲν ἧττον οἱ τοιοῦτοι, πολύσπερμοι δὲ μᾶλλον, οὐ μὴν ὀρέγονταί γε μᾶλλον τῶν ἑτέρων, ἐξαρκοῦσι δ’ ἀβλαβέστερον ἀφροδισίοις πλείοσιν. εἰ δ’ ἱκανῶς ἄμφω συναυξηθείη τό θ’ ὑγρὸν καὶ θερμὸν, οὐδ’ ἀβλαβῶς ἀπέχονται τῶν ἀφροδισίων. εἰ δ’ ὑγρότεροι καὶ ψυχρότεροι τὴν κρᾶσιν οἱ ὄρχεις γένοιντο, ψιλὰ τὰ πέριξ τριχῶν, καὶ βραδέως ἀφροδισιάζειν ἄρχονται, καὶ οὐδ’ ὁρμητικοὶ πρὸς τὴν ἐνέργειάν εἰσιν, ὑδατῶδες δὲ καὶ λεπτὸν αὐτοῖς τὸ σπέρμα καὶ ὀλίγον ἐστὶ, καὶ θηλύγονον, καὶ ἄγονον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα κρᾶσις ὁμοία μὲν τἄλλα τῇ προειρημένη κράσει, παχύτερον δ’ αὐτοῖς τὸ σπέρμα, καὶ παντάπασιν ὀλίγον. Αἱ δ’ ὅλου τοῦ σώματος ἕξεις εἴρηνται μέν που καὶ πρόσθεν, ὡς ὁμοιοῦνται καρδίᾳ καὶ ἥπατι· κρατεῖ δὲ ἡ ὁμοιότης τοῦ σφοδροτέραν ἔχοντος ἡντιναοῦν τῶν πρώτων ποιοτήτων, ἃς δὴ καὶ δραστικὰς ὀνομάζουσιν. ὅλου δὲ τοῦ σώματος ἡ ἕξις ἐπ’ ἐκείνων λέγεται μάλιστα τῶν μορίων, ὅσα θεωμένοις ὑποπίπτει πρῶτα. μύες δέ εἰσιν οὗτοι, πᾶσι τοῖς ὀστοῖς περιβεβλημένοι, σύνθετοί τινες σάρκες ἔκ τε τῆς ἁπλῆς τῆς πρώτης σαρκὸς, ἔτι τε τῶν ἰνῶν, αἷς αὗται περιπεφύκασιν. ἡ γὰρ οἰκεία τῶν μυῶν οὐσία ταῦτ’ ἐστιν ἄμφω. τὰ δ’ εἰς αὐτοὺς ἥκοντα τῶν ἀγγείων οἷον ὀχετοί τινές εἰσιν, οὐ συμπληροῦντες αὐτῶν τὴν οὐσίαν, ἀλλ’ ὑπηρετοῦντες εἰς διαμονήν. εἰρήσεται γοῦν καὶ τὰ τῆς τούτων κράσεως γνωρίσματα κατὰ τὴν εὔκρατον οἴκησιν. ἐξαλλάττουσι γὰρ αἱ δύσκρατοι τὸ δέρμα, καθ’ ἑαυτὰς τυποῦσαι, καὶ διαφθείρουσιν ἔνια τῶν γνωρισμάτων. οὕτως δὲ καὶ εἰ κατὰ τὴν εὔκρατον χώραν ὥρᾳ θέρους ἑαυτὸν ἡλίῳ τὶς παραβάλλοι γυμνὸν, ἐξαλλάξει τῶν γνωρισμάτων ὅσα κατὰ χρόαν τέ ἐστι καὶ τὴν ἐν μαλακότητι καὶ σκληρότητι σύστασιν. εἰ δ’, ὥσπερ εὔκρατόν ἐστι τὸ χωρίον, οὕτως καὶ αὐτὸς εὐκράτως διαιτῷτο, μήτ’ ἐξοπτώμενος ἐν ἡλίῳ· γυμνὸς ἑκάστης ἡμέρας ἐπὶ πλεῖστον, ἀλλὰ μήθ’, ὥσπερ ἔνιοι, δίκην παρθένου σκιατραφούμενος, ἀκριβῆ τὰ τῆς κράσεως ἐνδείξεται γνωρίσματα. καἰ τοίνυν ὡς ἐπὶ τούτων τοῦ λόγου γενησομένου, προσέχωμεν ἤδη τὸν νοῦν αὐτῷ. συμμέτρου. κράσεως γνωρίσματα πρὸς ὅλην τοῦ ζώου τὴν ἕξιν ἡ χροιὰ μὲν ἐξ ἐρυθροῦ καὶ λευκοῦ συμμιγής· αἱ τρίχες δὲ ξανθαὶ μετρίως καὶ οὖλαι τὰ πολλά· συμμετρία δὲ σαρκώσεως ἐν ποσότητί καὶ ποιότητι. μέσον γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον σῶμα πασῶν τῶν ὑπερβολῶν, ὡς ἂν καὶ νοουμένων τε καὶ λεγομένων πρὸς αὐτό. καὶ γὰρ τὸ παχὺ σῶμα πρὸς τοῦτο λέγεται παχὺ, καὶ τὸ λεπτὸν ὡσαύτως πρὸς τοῦτο, πολύσαρκόν τε καὶ ὀλιγόσαρκον, καὶ πιμελῶδες, καὶ σκληρὸν, καὶ μαλακὸν, καὶ λάσιον, καὶ ψιλόν. οὐδὲν οὖν τούτων· ἐστὶ τὸ σύμμετρον, ἀλλ’ οἷος ὁ Πολυκλείτου κανὼν εἰς ἄκρον ἥκει συμμετρίας ἁπάσης, ὡς ψαυόντων μὲν μήτε, μαλακὸν φαίνεσθαι, μήτε σκληρὸν, μήτε θερμὸν, μήτε ψυχρὸν, ὁρώντων δὲ μήτε λάσιον, μήτε ψιλὸν, μήτε παχὺ, μήτε ἰσχνὸν, ἤ τινα ἑτέραν ἔχον ἀμετρίαν.