ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΠΑΤΡΟΦΙΛΟΝ ΠΕΡΙ ΣΥΣΤΑΣΕΩΣ ΙΑΤΡΙΚΗΣ. Ἐπεί μοι δοκεῖς, ὦ Πατρόφιλε, θεῖόν τι πεπονθέναι πάθος, ὀρεγόμενος ἅπαντα σὺν ἀποδείξει τε καὶ μεθόδῳ μανθάνειν, ὑπηρετῆσαί σου διέγνωκα τῇ προθυμία, καὶ γράψαι τῶν λόγων ὧν ἤκουσας, ἢ περὶ ὧν ἠπόρεις, ὑπομνήματά σοι. πῶς δ’ οὐκ ἂν ὑπέστην τὸν ἆθλον τοῦτον, ὁρῶν σε καθευρηκότα μὲν ἀρχήν τινα τῆς ἐπ’ ἀλήθειαν ἀγούσης ὁδοῦ, μόνον δ’ οὐ δυνάμενον αὐτῆς ἐφικέσθαι δι’ ὕψος τε καὶ μῆκος καὶ τραχυτῆτα. τοὺς μὲν γὰρ πολλοὺς ὁρῶ, μηδὲ μετὰ παρακλήσεως ἐπ’ αὐτὴν ἰόντας, ἀλλ’ ὀκνοῦντάς τε, καὶ ἀποτρεπομένους, σὲ δ’ ἐκείνων ἔμπαλιν ἔχοντα· ἀποτρεπομένων γὰρ ἁπάντων, ἄχρι γε τοῦ δεῦρο, καὶ πρὸς ἄλλας ὁδοὺς ἐκτρεπόντων, αὐτήν γε κατιδόντα τὴν ἀλήθειαν, ὡς ἐφ’ ὑψηλοῦ τινος ᾤκισται, καὶ τοῦ κάλλους αὐτῆς ἐραστὴν δριμύτατον γενόμενον, οὔτ’ ὀκνεῖν τὴν ὁδὸν, οὔτ’ ἐπιτρέπειν ἑαυτῷ μόνῳ τὴν πορείαν. ἐν μὲν δὴ τῷ παρόντι, σύστασιν ἰατρικῆς τέχνης ἐπιθυμῶν ἐξευρεῖν ἀληθῆ, μεστὸς ὠδίνων ἦσθα τὴν ψυχήν. ὡς δ’ ἐγὼ ὑποτοπάζω, μικρὸν ὕστερον ἐμπλησθήσῃ μείζονος ὀρέξεως, εἰ θεάσαιο τὸ τῆς ἀληθείας φῶς καταλαμπόμενον, ἑτέραν οὐχ εὑρὼν ὁδὸν καλλίονα τῆς νῦν σοι ζητουμένης. ὁρῶ γάρ σε περὶ τὴν τἀληθοῦς εὕρεσιν ἐνθέως διακείμενον, ἐφ’ ἧς ἂν ὕλης φαντάζοιο. λέγοντος οὖν σου, μυρίοις μὲν ὑποβεβληκέναι τὰ ὦτα μαθήσεως ἕνεκα τέχνης ἰατρικῆς, οὔτε δ’, ὅθεν ἄρχεσθαι χρὴ, σὺν ἀποδείξει τε καὶ μεθόδῳ παρ’ οὐδενὸς ἀκηκοέναι, καὶ πολὺ δὴ μᾶλλον οὐδὲ τὴν ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδὸν οὐδενὶ ἐπιδεικνύντι σοι συγγεγονέναι, δείξειν ὑπεσχόμην ὃ ποθεῖς, εἰ πρότερον ὑπομείναις καὶ ἐπ’ ἄλλων γυμνάσασθαι τεχνῶν τὸν λόγον. σοῦ δὲ, οὐχ ὅπως ἀποστάντος, οὐδ’ ὀκνήσαντος τὴν πρόσκλησίν, ἀλλ’ ἥδιον ἂν οὕτω φάντος ἢ ἐκείνως ἐπὶ τὸ προκείμενον ἐλθεῖν, εἰ μόνον ἐπαγγείλαιμί σοι τὴν αὐτὴν μέθοδον ἐν ἁπάσαις ἐπιδείξειν ταῖς τέχναις· εἶτ’ ἐμοῦ καὶ τοῦτ’ ἐπαγγειλαμένου, καὶ δεικνύντος ἐπὶ τῆς πρώτης προβληθείσης θεωρίας, ἑώρων σε γανύμενον ἐπὶ τῇ τῆς θεωρίας ἀληθείᾳ. καὶ τοίνυν ἐφεξῆς πολλὰς ὁμοίως διασκεψάμενος, καὶ μάλιστα αὐτῶν τὰς ποιητικὰς, ἐπειδὴ τοῦ γένους ἐστὶ τούτου καὶ ἡ περὶ τὴν ὑγίειαν ἔχουσα, τηνικαῦτα μετέβης ἐπ’ αὐτὴν, ἣν ἐξ ἀρχῆς ὥρμησο, καὶ θεασάμενος, ὡς ἐστὶ κᾀνταῦθα μία τε καὶ ἡ αὐτὴ μέθοδος, ἠξίωσας, ὑπὲρ τοῦ μηδέποτ’ ἐκρυῆναι τῆς μνήμης τὰ λεχθέντα, γραφῆναί τινα αὐτῶν ὑπομνήματα. κᾀγὼ χαίρων σου τῇ περὶ τὴν ἀλήθειαν σπουδῇ, δύο ταῦτα ξυνέθηκα γράμματα· τὸ μὲν ἕτερον, ἐν ᾧ χρὴ πρότερον γυμνάσασθαι τὸν τεχνωθῆναι βουλόμενον, ἐπιδεικνύον, ὅπερ οἱ παλαιοὶ φιλόσοφοι λέγουσι, τὸ πάσῃ τέχνῃ τὴν σύστασιν ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας γίγνεσθαι· διῃρέθη δὲ διὰ τὸ μέγεθος εἰς δύο βιβλία· τὸ δ’ ἕτερον καὶ δεύτερον, οὗ νῦν ἀρχόμεθα, δεικνύον, ὅπως ἡ αὐτὴ καὶ μία μέθοδος, ὥσπερ τὰς ἄλλας ἁπάσας τέχνας, οὕτω καὶ τὴν ἰατρικὴν συνεστήσατο. καὶ δὴ ἀρκτέον ἤδη μοι τοῦ λόγου. Ἐπειδὴ τῶν τεχνῶν ἔνιαι μὲν ἐν μόνῳ τῷ θεωρῆσαι τὴν φύσιν, ὧν ἐπισκοποῦνται πραγμάτων, ἔχουσι τὸ τέλος, ὡς ἀριθμητικὴ, καὶ ἀστρονομία, καὶ φυσιολογία· τινὲς δὲ πράττουσι μέν τινας πράξεις, ὡς ὀρχηστική τε καὶ κηρυκτικὴ, δεῖξαι δ’ οὐδὲν ἔργον ἑαυτῶν ἔχουσι τοῦ πράττειν παυσάμεναι· τινὲς δ’ ἔμπαλιν τούτων ἐπιδείκνυνται δημιουργήματα, καθάπερ οἰκοδομική τε καὶ τεκτονική· τινὲς δ’ οὐδὲν αὗται δημιουργοῦσι, ἔργον δ’ αὐταῖς ἐστι καὶ σπούδασμα, θηράσαι τε καὶ κτήσασθαι τῶν ὄντων τι, καθάπερ ἥ τε ἁλιευτικὴ καὶ κυνηγετικὴ, καὶ συλλήβδην εἰπεῖν, ἡ θηρευτικὴ πᾶσα· πρόκειται δέ σοι συστήσασθαι μεθόδῳ τέχνην ἰατρικὴν, ἐπίσκεψαι πρῶτον, ἐκ ποίου γένους ἐστὶ τῶν τεχνῶν· ἆρά γε τῶν θεωρητικῶν ἐστι μία τις, ἢ τῶν πρακτικῶν, ἢ ποιητική τις, ἢ κτητική. τοῦτο δὲ οὐ χαλεπὴν οὔτε τὴν ζήτησιν οὔτε τὴν εὕρεσιν ἔχει. διὸ γὰρ ὅλως ἐπεθύμησας κτήσασθαι τέχνην τοιαύτην, ἀναμνησθῆναί σε χρή. πρῶτον οὖν σε πάντων αὐτὸ τοῦτο ἠρόμην, ἡνίκα ἡμῖν ἡ ἀρχὴ τοῦ τοιούτου ἐγίγνετο γυμνάσματος, ἀπεκρίνω δέ μοι, βούλεσθαι τοὺς παρὰ φύσιν ἔχοντας ἀνθρώπους τὸ σῶμα, μάλιστα μὲν, εἰ οἷόν τε, πάνυ εἰς τὴν φύσιν ἐπαναγαγεῖν, εἰ δ’ ἄρα τοῦτ’ ἀδύνατον, ἀλλὰ τοῦ γε διαγινώσκειν ἑκάτερον, ὅσοι τε ἰάσιμοι, καὶ ὅσοι μὴ, κτήσασθαί τινα γνῶσιν. ἐπεὶ δὲ ταύτην ἀρχὴν ἔδωκας τῷ λόγῳ, τῶν ποιητικῶν ἔφην σε τεχνῶν ἀποφαίνειν, ἣν συστήσασθαι ποθεῖς, εἴ γε δὴ δεικνύειν ἔχεις τῆς τέχνης τοὖργον, ἤδη τοῦ πράττειν πεπαυμένος. εἰσὶ δὲ δήπου καὶ ἄλλαι πολλαὶ τέχναι ποιητικαὶ, χαλκευτικὴ, σκυτοτομικὴ, ναυπηγικὴ, τεκτονικὴ, πλαστικὴ, γραφικὴ, καὶ σχεδὸν ὅσος οὐκ ἄλλος ἀριθμὸς ἑτέρου γένους, αἱ ποιητικαὶ τέχναι παρὰ τοῖς ἀνθρώποις εἰσίν. ἣν οὖν ἐπὶ τῶν τοιούτων τεχνῶν ἔμαθες ἐν τῷ πρὸ τούτου γράμματι, ταύτην ἤδη σοι μεταφέρειν καιρὸς, ἐφ’ ἣν συστήσασθαι σπεύδεις, ἀρχὴν κᾀνταῦθα τῷ λόγῳ τὴν αὐτὴν τιθέμενος, ἣν ἐπ’ ἐκείνων ἁπασῶν ἐτίθεσο, τὴν ἔννοιαν τοῦ τέλους, ἣν ὁπόθεν ἐκτησάμεθα, λέγειν ἤδη καιρός. πρώτη μὲν ἡμῖν ἐγένετο γνῶσις ἡμῶν τε αὐτῶν ὑγιαινόντων, καὶ τῶν ἄλλων ἀνθρώπων. δευτέρα δ’ ἐπὶ ταύτῃ νοσησάντων, ὅθεν περ καὶ ἡ ἐπιθυμία τοῦ θ’ ὑγιαίνειν εἰσῆλθεν ἡμῖν, καὶ τοῦ συστήσασθαί τινα τέχνην ὑγιαστικήν. ἀλλ’ ἐπεί περ ὑγείαν ἐργάζεσθαι βουλόμεθα τοῦ γένους, ἄν τις εἴη μία τῶν ποιητικῶν τεχνῶν, ἣν συστήσασθαι ποθοῦμεν. οὐσῶν δὲ διφυῶν, ὡς ἐδείχθη, τῶν ποιητικῶν, ἐκ τῶν ἐπανορθουμένων ἂν εἴη τὸ ἤδη γεγονὸς, ἣν ζητοῦμεν, οὐκ ἐκ τῶν δημιουργουσῶν ὃ μήπω πρόσθεν ἦν. ἔνιαι μὲν γὰρ τῶν τεχνῶν αὐτὰ τὰ πράγματα δημιουργοῦσιν, ὥσπερ αἱ κατὰ τὴν ὑφαντικὴν καὶ σκυτοτομίαν· ἔνιαι δὲ ἐπανορθοῦνται τὰ πονήσαντα, καθάπερ αἵ τε τὰ διεῤῥωγότα τῶν ἱματίων, καὶ τὰ διεσπασμένα τῶν ὑποδημάτων συῤῥάπτουσαι. Ἐδείχθη δὲ κᾀπὶ τῆς οἰκοδομικῆς οὕτως ἔχειν. ἔστι γὰρ οὖν δὴ καὶ ταύτῃ ἔργα διττὰ, γένεσίς τε τῆς οὐκ οὔσης οἰκίας, ἐπανόρθωσίς τε τῆς πεπονθυίας. ἐδείχθη μὲν γὰρ πρὸς ἀμφοτέρας τὰς ἐνεργείας ἀναγκαῖον ὂν τῷ δημιουργικῷ γιγνώσκειν ἅπαντα τῆς οἰκίας τὰ μόρια, τίνα τε κατὰ τὴν οὐσίαν ἐστὶ, καὶ ὁποῖα κατὰ τὴν διάπλασιν, καὶ πηλίκα τε κατὰ τὸ μέγεθος, ὁπόσα τε τὸν ἀριθμὸν, καὶ ὅπως ἀλλήλοις συγκείμενα. καὶ τοίνυν τῷ συνισταμένῳ τὴν περὶ τὸ σῶμα τέχνην, ἣν ἐν τῷ παρόντι συγχωρείτωσαν ἡμῖν οἱ περὶ ὀνόματα ἐρίζοντες ὀνομάζειν ἰατρικὴν, ἀναγκαῖον ἔσται γιγνώσκειν ἕκαστον τῶν ἁπλῶν μορίων, ὁποῖόν τι κατὰ τὴν οὐσίαν ἐστὶ καὶ τὴν διάπλασιν, πηλίκον τε τὸ μέγεθος, ἔτι τε τὸν ἀριθμὸν αὐτῶν ἅπαντα, καὶ τὴν πρὸς ἄλληλα σύνθεσιν. ὥσπερ οὖν ὁ τὴν ἤδη γεγενημένην οἰκίαν, ὁποία τίς ἐστιν, ἀκριβῶς γνῶναι βουλόμενος ἐξ ἀναλύσεως καὶ διαλύσεως ἐπὶ τὴν διάγνωσιν αὐτῆς ἐπεγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἡμεῖς ἐξ ἀνατομῆς ἀνθρώπου σῶμα γνωσόμεθα. θεὸς μὲν γὰρ καὶ φύσις, ὡς ὁ πρῶτον οἰκίαν ἐργασάμενος, οὕτω προγιγνώσκουσι τὰ μέρη, τῆς χρείας αὐτοῖς τὸ παράδειγμα γεννώσης· ἡμεῖς δὲ, ὡς ὁ τὴν ἤδη γεγενημένην οἰκίαν ἱστορῶν. καίτοι καὶ ἡμεῖς εἰ μὴ, καθὼς οἷόν τε, παραπλησίαν θεῷ ποιησαίμεθα τὴν γνῶσιν, ἀδύνατον ἡμῖν ἔσται διαγνῶναι, πότερον ἅπαντα διὰ χρείαν τινὰ γέγονεν, ἣ μάτην ἔνια. καὶ γὰρ ταῦτα ἄμφω δυνατόν ἐστιν ἐπινοεῖν, καὶ πρὸς τούτοις ἔτι πρὸς κακοῦ τινα γεγονέναι. καὶ μέντοι καὶ ἡ γνῶσις ἡ τῶν ἄριστα κατεσκευασμένων σωμάτων ἐντεῦθεν παραγίνεται. ἀλλὰ περὶ μὲν τούτων αὖθις. ἐξ ἀνατομῆς δὲ τὰ ὁμοιομερῆ προσαγορευόμενα σώματα μαθόντες, ὁποῖόν τε τὴν διάπλασιν ἕκαστον αὐτῶν ἐστιν, πηλίκον τε τὸ μέγεθος, ὅσα τε τὰ σύμπαντα, καὶ ὅπως συγκείμενα, τῶν συνθέτων μορίων ἐπιστήμην ἔχομεν, ἃ δὴ καὶ προσαγορεύομεν ὀργανικά· τοιοῦτό ἐστι σκέλος, τοιοῦτον χεὶρ, τοιοῦτον δάκτυλος, ὀφθαλμὸς, γλῶττα, πνεύμων, ἧπαρ, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν καὶ τὰς ἐνεργείας διττὰς εὑρεῖν ἐστὶ τῶν μορίων, ἑτέρας μὲν τῶν ἁπλῶν τε καὶ ὁμοιομερῶν, ἑτέρας δὲ τῶν συνθέτων τε καὶ ὀργανικῶν. ἔνεστι γοῦν καὶ τὸ σκέλος ὅλον ἰδεῖν κινούμενον· ἔνεστι δὲ καὶ τῶν ἐν αὐτῷ μυῶν ἕκαστον. καὶ καθ’ ἕκαστόν τε τῶν μυῶν ἐγκάρσιον ὅλως διακοπέντος, κίνησίν τινα διαφθειρομένην τοῦ σκέλους. ἔνεστι δ’ ἱστοροῦντα τὰ κατὰ τὸ σῶμα, καὶ ὅτι τὸ καθῆκον εἰς τὸν μῦν νεῦρον ἐπειδὰν τρωθῇ, πρῶτος μὲν αὐτὸς ὁ μῦς ἀναίσθητός τε καὶ ἀκίνητος γίνεται, σὺν αὐτῷ δὲ καὶ τὸ κινούμενον ἄρθρον. ὅθεν, οἶμαι, καὶ ἀναγκαῖόν ἐστι συνισταμένοις ἡμῖν τὴν τέχνην, οὐ μόνον γνῶναι τὰ μόρια καὶ τὴν σύνθεσιν, ἀλλὰ καὶ τὰς ἐνεργείας αὐτῶν, καὶ ταύτῃ διοίσομεν οἰκοδομησάντων. ἐκεῖνοι μὲν γὰρ τὰ μόρια μόνα καὶ τὴν σύνθεσιν ἴσασιν, οὐδὲν γὰρ αὐτῶν ἐνεργεῖ, διότι μηδὲ ζῶόν ἐστιν ἡ οἰκία· ἡμῖν δὲ καὶ τὰς ἐνεργείας ζητητέον ἐστί. ἀρχὴ δὲ κᾀνταῦθα διττὴ ζητήσεως, ἤτοι τῆς ἐνεργείας γνῶσις, καὶ τοῦ μορίου. τῆς ἐνεργείας μὲν, οἷον τοῦ λογίζεσθαι, τοῦ μεμνῆσθαι, τοῦ προαιρεῖσθαι. τοῦ μορίου δὲ, οἷον ἐγκεφάλου, καὶ νωτιαίου, καὶ καρδίας. πασῶν οὖν ὧν ἴσμεν ἐνεργειῶν ζητήσωμεν τὰ μόρια, τῶν τε μορίων ἁπάντων τὰς ἐνεργείας. ἡ ζήτησις δὲ πάντως ἡμῖν κᾀνταῦθα διά τινος ἔσται μεθόδου, περὶ ἧς αὖθις σκεψόμεθα. Νυνὶ δ’, ὅτι διττὴ μὲν ἡ τῶν μορίων ἐστὶ φύσις, διττὴ δὲ καὶ ἡ τῶν ἐνεργειῶν, ἤδη λέλεκται, καὶ αὖθις ἀκριβέστερον λεγέσθω. τοῦ σύμπαντος σκέλους ἐνέργεια βάδισίς ἐστι. γίνεται δὲ, τῶν ἐν αὐτῇ διαρθρώσεων ἐναλλὰξ ἀλλήλων ἐκτεινομένων τε καὶ συγκαμπτομένων, οἷον αὐτίκα κατὰ γόνυ τῶν μὲν ἔμπροσθεν μυῶν ὑπερβαινόντων τὴν ἐπιγονατίδα, καὶ διὰ τενόντων εἰς τὸ τῆς κνήμης ὀστοῦν ἐμφυομένων, ἐπειδὰν ἐκεῖ ἐπισπάσωνται τὴν κνήμην, ἡ ἔκτασις γίνεται τοῦ σκέλους· τῶν δ’ ἐντὸς ὁμοίως ἐνεργησάντων ἡ κάμψις. οὕτω καὶ κατ’ ἰσχίον καὶ πόδα καμπτομένης ἢ ἐκτεινομένης τῆς διαρθρώσεως, αἱ κινήσεις γίνονται. φαίνεται μὲν οὖν ὁ μῦς ἐναργῶς, ὅταν τοῦ περικειμένου δέρματος γυμνωθῇ, συναγόμενός τε καὶ ἀνασπώμενος, ὡς ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. οὐ μὴν τὸ καθῆκον εἰς αὐτὸν νεῦρον αἰσθητήν τινα κίνησιν κινούμενον φαίνεται, ἀλλ’ ἔοικεν ὁδὸς εἶναι τοῦτο τῆς ἐξ ἐγκεφάλου κατιούσης δυνάμεως. αὐτὸς δ’ ὁ ἐγκέφαλος ὅτι μὲν ἀρχὴ τοῖς νεύροις ἅπασι τῆς τοιαύτης δυνάμεώς ἐστιν, ἐναργῶς ἐμάθομεν ἐκ τοῦ διαιρεθέντος ὁτουοῦν νεύρου, ἐν μὲν τοῖς ἄνω μέρεσιν. ὃ συνεχές ἐστιν ἐγκεφάλῳ, διασώζειν τὰς ἐνεργείας, ἀπολλύναι δ’ ἐν τοῖς κάτω. πότερον δ’, ὥσπερ αὐτὸς τοῖς νεύροις, οὕτω ἐκείνῳ πάλιν ἕτερόν τι μόριον ἐπιπέμπει τὰς δυνάμεις, ἢ πηγή τις αὐτῶν ἐστιν, ἔτ’ ἄδηλον· ἡ γὰρ τοιαύτη σκέψις ὑπὲρ ἡγεμονικῆς ψυχῆς ἐστιν. ἀλλ’ ἐπανίωμεν, ὅθεν ὁ λόγος ἀπετράπετο. βάδισις μὲν ἡ ἐνέργεια τοῦ σκέλους παντός. ἐξηγεῖται δ’ αὐτῆς τῶν ἐν τοῖς σκέλεσι μορίων τὸ μυῶδες γένος. ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ πιμελὴ, καὶ ἀδὴν, καὶ ἀρτηρία, καὶ δέρμα, καὶ φλέβες, ὑμένες τε καὶ σύνδεσμοι, τὴν ἀρχὴν τῆς κινήσεως ἔχουσιν ἐκ τῶν μυῶν. πρῶτα μὲν γὰρ ὑπ’ αὐτῶν κινεῖται τὰ ὀστᾶ, τὰ δ’ ἄλλα πάντα τῷ παρακεῖσθαι τοῖς ὀστοῖς ἐν κύκλῳ, σὺν ἐκείνοις κινεῖται. ἡ μὲν οὖν τοῦ ποδὸς κίνησις ἐνέργεια τοῦ μυὸς ἐστίν· ἡ δὲ ὅλου τοῦ σκέλους οὐκ ἔστιν ἁπάντων ἐνέργεια τῶν μορίων αὐτοῦ. καὶ διὰ τοῦτο διττὸν ἔφαμεν εἶναι τῶν ἐνεργειῶν τὸ γένος· ἕν μὲν τὸ πρῶτον καὶ κυριώτατον, ἑκάστου τῶν ἁπλῶν μορίων ἐνεργοῦντος, ἕτερον δὲ κατὰ συμβεβηκὸς, ἢ δευτέρως, ἢ οὐ πρώτως, ἢ ὅπως ἄν τις τῶν ὅλων ὀργάνων ὀνομάζειν ἐθέλῃ. Ἐπεὶ δὲ τοῦτο ἡμῖν διώρισται, μετὰ τοῦτο ζητητέον ἐστὶν, ἐκ τίνων μὲν ἡ τῶν ὀργανικῶν μορίων, ἐκ τίνων δὲ ἡ τῶν ἁπλῶν ἐνέργεια συμπληροῦται. καὶ πρῶτόν γε ἀπὸ τῶν ὀργανικῶν ἀρκτέον, ἐπειδὴ σκέλους ἐμνημονεύσαμεν. εἰ μὴ τοίνυν ᾖ τὰ ὀστᾶ τηλικαῦτά τε καὶ τοσαῦτα, καὶ ὡδί πως διαπεπλασμένα, καὶ ὡδί πως συνταττόμενα, τῶν μυῶν ἡ κίνησις οὐδὲν ἀνύσει. χρὴ γὰρ ἐν ταῖς διαρθρώσεσι τὸ μὲν ὑποδέχεσθαι τῶν ὀστῶν, τὸ δὲ ἐμβαίνειν, τοὺς συνδέσμους δ’ ἔξωθεν ἐν κύκλῳ περιβεβλῆσθαι, σφίγγοντας αὐτῶν τὴν σύνταξιν, ὅπως μὴ παραλλάττῃ· οὐ μὴν οὕτως συντόνους τε καὶ σκληροὺς, ὡς ἀντιπράττειν ταῖς κινήσεσι, οὐ μὴν οὐδ’ οὕτω χαλαροὺς, ὡς παραλλάττειν ἐπιτρέπειν τὰ διαρθρούμενα. φαίνονται τοίνυν καὶ οἱ σύνδεσμοι δεόμενοι μεγέθους τέ τινος, καὶ διαπλάσεως, καὶ ἀριθμοῦ, καὶ συνθέσεως. ἐάν τε γὰρ ἐλάττους ἢ μείζους γίνωνται, ἐάν τε πλείους ἢ ὀλιγώτεροι τοῦ δέοντος, ἄν τ’ ἐν ἑτέρῳ σχήματι, καὶ καθ’ ἕτερον ἐμφυόμενοι χωρίον, οὐκ ἔτ’ ἄμεμπτος ἡ τῆς διαρθρώσεως γίνεται κίνησις. ὥσπερ οὖν ἐπὶ συνδέσμων τε καὶ ὀστῶν καὶ μυῶν εἴρηται νῦν, οὕτως ἐπὶ πάντων προσήκει διασκέψασθαι, τῆς ἐνεργείας τε πέρι καὶ τῆς χρείας. εἰ μὲν γὰρ εὑρίσκοντο μόριον μηδὲν ἀργὸν ἐνεργείας ἢ χρείας, ἀλλὰ κατὰ τὴν οὐσίαν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος, ἔτι τε τὴν διάπλασίν τε καὶ τὴν σύνταξιν ἄριστα κατεσκευασμένον, οἶόν περ ἐστὶ, φυλακτέον αὐτό· διημαρτημένον δὲ κατά τι, πρὸς τὸ βέλτιον ἀκτέον. ὅπερ οὐχ οἶόν τε ποιῆσαι, πρὶν τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν κατασκευὴν ἑκάστου γνῶναι τῶν μορίων. ζητητέον οὖν αὐτὰ, καὶ οὐκ ἀποκνητέον, εἰ μέλλοιμεν ἕξειν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσεροῦ σώματος.