Εὔδηλον δ’ ἐκ τῶν εἰρημένων ἐστὶν, ὡς καὶ τὴν ἐνέργειάν τε καὶ τὴν χρείαν ἑκάστου τῶν μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι· καὶ πρὸς τούτοις ἔτι τὰς τῶν νοσημάτων τε καὶ συμπτωμάτων γενέσεις· εἰς δὲ τοῦτο καὶ τὰς ποιούσας αἰτίας τὰ νοσήματα. πρός τε γὰρ τὴν διάγνωσιν ἑκάστου τῶν πεπονθότων μορίων ἅμα ταῖς διαθέσεσι καὶ πρὸς τὰς τοῦ νοσήματος αὐτοῦ διαφορὰς ἀναγκαῖα φαίνεται ταῦτα. καὶ τὸ μέγεθος δὲ καὶ τὸ ἦθος ἑκάστου τῶν νοσημάτων ἐκ τῶν αὐτῶν τούτων λαμβάνεται. τὸ μέγεθος μὲν, ἔκ τε τοῦ κατὰ τὴν διάθεσιν αὐτῶν μεγέθους καὶ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων. τὸ δὲ ἦθος, ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήματος καὶ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων. εὐθέως γοῦν ἐπὶ τοῦ προκειμένου παραδείγματος ὀλεθριώτατος μέν ἐστιν ὁ μελαγχολικὸς ἐπικρατῶν χυμὸς, ὅτι τε κακοηθέστατος αὐτός ἐστι, καὶ διαβρωτικώτατος καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος, ὅτι τε πλείστης ἐστὶ θερμασίας ἐνδεικτικὸς, ὑφ’ ἧς κατοπτηθεὶς ἐγένετο. πάντων δ’ ἐπιεικέστατος ὁ αἱματικὸς, ὡς ἂν γλυκύτατός τε καὶ εὐπεπτότατος ὤν. οἱ δ’ ἄλλοι δύο χυμοὶ μεταξὺ τῶν εἰρημένων εἰσὶν, ἁπλότητός τε καὶ κακοηθείας. τῶν συμπτωμάτων δὲ, τὸ μὲν μηδὲν ἀναπτύειν ὀλέθριον, ὅτι τε δεδέσθαι δηλοῦν πρὸς τῆς φλεγμονῆς τὸ ῥεῦμα, καἰ ὅτι διὰ τὸ μένειν ἔνδον ὅλον διαφθαρήσεται. τὸ δ’ ἀναπτύειν ἀπόνως τε καὶ ῥᾳδίως ἐπιεικέστατον. εἰ δὲ δὴ καὶ τὸ. πτυόμενον εἴη πεπεμμένον, ἔτι καὶ μᾶλλον ἐπιεικέστατον. ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφυγμοὺς συμπτώματα τὸ ἦθος δηλοῖ τοῦ νοσήματος. ἤδη δὲ καὶ τἄλλα, ὅσα κατὰ συμπάθειαν ἐπιγίνεται, παραφροσύναι τε, καὶ κώματα, καὶ ἀνορεξίαι, καὶ οὖρα, καὶ διαχωρήματα τοῖα καὶ τοῖα γιγνόμενα γυμναστέον οὖν ἡμῖν ἐστιν ἐν ἅπασι τοῖς εἰρημένοις, εἰ διαγνωστικοὶ βουλόμεθα γενέσθαι νοσήματός τε καὶ μορίου πεπονθότος, ἤθους τε καὶ μεγέθους, καὶ διαφορᾶς τῆς κατ’ αὐτά. ἐκ τῶν αὐτῶν δὲ τούτων ἡμῖν ὑπάρξει καὶ τὸ προγιγνώσκειν, εἰς ὅ τι τελευτήσει τὸ νόσημα καὶ ἡ τῶν βοηθημάτων ἐπιδέξιος χρῆσις. ἡ μὲν γὰρ πρόγνωσις ἀναίτιόν τε τὸν ἰατρὸν ἀποφαίνει τῶν θανάτων, εὐπειθεῖς τε παρέχει τοὺς κάμνοντας, ἐκ πολλῶν τε προδιδάσκει τὸν καιρὸν τῶν βοηθημάτων. ἡ δὲ τῶν βοηθημάτων χρῆσις ἐπιδέξιος ὅτι μὲν αὐτὸ τὸ κυριώτατόν ἐστι τῆς τέχνης, ἐφ’ ᾧ σύμπας ὁ λόγος ὥρμηται πρόδηλον παντί. πῶς δὲ ἐκ τῶν προειρημένων περιγίγνεται, μετ’ ὀλίγον εἰρήσεται. νυνὶ μὲν γὰρ ἐπιθεῖναι βούλομαι πρότερον οἷς διεξῄειν τὸ τέλος. ἡ γὰρ τῶν νοσημάτων ἅμα τοῖς δεδεγμένοις αὐτὰ μορίοις διάγνωσις ἐφ’ ἑνὸς μὲν ἤδη μοι παραδείγματος εἴρηται· προσθεῖναι δὲ ἕτερόν τι παραπλήσιον οὐδὲν χεῖρον. ἡ γάρ τοι τῶν ἐκκρινομένων ἰδέα διδάσκει πολλὰ, συνῆπται δ’ αὐτῇ τὸ σῶμα, ἐξ οὗ τὴν ἔκκρισιν ὁρῶμεν γιγνομένην, ὡς ἐξ ἀμφοῖν συνιόντων ἔνδειξιν μίαν γίγνεσθαι βεβαίαν. ὑμενώδους γὰρ, εἰ οὕτως ἔτυχεν. ἐκκριθέντος σώματος, ἡ μὲν ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυται μέρος, ὡς ἐπιπολῆς ὑμενώδη φύσιν ἔχειν, ἀφωρισμένον δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ μέντοι τῆς ἐκκρίσεως χωρίον ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω μὲν γὰρ διαχωρῆσαν ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐμεθὲν γαστρὸς, ἀναβηχθὲν δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑμένων, οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον πόρου. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν κάμνοντα σώματα διακρίνειν ἀλλήλων προσήκει τῇ τε ἡγεμονίᾳ καὶ ἀκολουθίᾳ, καὶ τῷ μεγέθει τε καὶ τῇ σμικρότητι καὶ προσέτι τῇ τῶν κακούντων ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στομαχικαῖς διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συμπάθειαν ἀχθέντος ἐν μελαγχολικοῖς ἐγένοντο συμπτώμασιν, ἢ τῶν ὀφθαλμῶν ἐν τοῖς τῶν ὑποχεομένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ ταῖς τῶν περιττωμάτων ἀθροίσεσιν ἐν στόματι κοιλίας ἑπόμενα τὰ εἰρημένα παθήματα, καὶ συμπαροξυνόμενά τε τοῖς βλάπτουσι τὸ τῆς γαστρὸς στόμα, καὶ συγκαθιστάμενα τοῖς ὠφελοῦσι. ἀλλ’ οὐ πρόκειταί μοι τὰ νῦν ἅπαντα τὸν ὑπὲρ τῶν πεπονθότων μερῶν λόγον διέρχεσθαι, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ τὴν τέχνην ὁλόκληρον, ἀλλ’ ἐνδείξασθαι μόνον τὴν μέθοδον αὐτῆς τῆς εὑρέσεως, καὶ ὅπως τῷ τέλει τῆς τέχνης συνῆπται. καὶ ἀναγκαῖόν ἐστιν αὐτὸν καθ’ ἕκαστον γυμνάσασθαι πολυειδῶς ἐν ἁπάσαις, τὰς ὑπὲρ αὐτῶν γεγραμμένας ἡμῖν ἐννοίας ταῖς πραγματείαις ἀναλεγόμενον. ὅπερ οὖν ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα προσθέντες, ἀπαλλάξομεν ἐπὶ τὰς εἰρημένας μεθόδους· κᾀνταῦθα τὸ εἶδος νόμιζε τοῦ πράγματος ὑπάρχειν· ἐπειδὰν δὲ ταῖς ὕλαις ἐμβιβασθῇ, ὅλην τὴν οὐσίαν, ὅταν ἅπαντα διέλθω τὰ κατὰ μέρος, ὥσπερ νῦν ἐπὶ παραδειγμάτων ὀλίγων ἐποίησα, καὶ τοῦτ’ ἄν σοι τὸ μέρος εἴη τῆς τέχνης ὁλοκλήρως συνεστηκός. Ὑπόλοιπον δ’ ἐστὶν ὑποδεικνύειν, ὡς καὶ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν βοηθημάτων ἀναγκαῖον ἐπίστασθαι τὴν οὐσίαν ἀκριβῶς τοῦ θεραπευομένου μορίου, καὶ τὴν διάπλασιν, καὶ τὴν θέσιν. ἡ μὲν οὖν οὐσία διδάσκει τὰ πρῶτα νοσήματα τὰ κατὰ δυσκρασίαν, εἰς ὅσον ἐξέστηκε τοῦ κατὰ φύσιν, ἄχρι πόσου τε θερμαντέον ἐστὶν ἕκαστον αὐτῶν, καὶ ψυκτέον, καὶ ξηραντέον, καὶ ὑγραντέον. ἡ δὲ διάπλασις αὐτά τε τὰ καθ’ ἑαυτὴν διδάσκει νοσήματα, περὶ ὧν ἔμπροσθεν εἴρηται, καὶ συνενδείκνυται τὸ μέγεθος αὐτῶν. εἰς ὅσον γὰρ ἕκαστον ἐξέστηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον ἥκει μέγεθος. ἅμα δὲ τῷ μεγέθει καὶ τὸ μέχρι πόσου, διὰ τῶν ἐναντίων ἐπανάγειν αὐτὸ χρὴ πρὸς τὸ κατὰ φύσιν, ἐξ αὐτοῦ λαμβάνεται. ταῦτα μὲν οὖν ἀνάλογον τοῖς κατὰ δυσκρασίαν. αἱ δὲ ἐμφράξεις τε καὶ σφηνώσεις τούτου εἰσὶ γένους, ἴδιον δὲ ἐξαίρετον ἐνδείκνυται, τὸν τρόπον τῆς κενώσεως ἐκ τῶν στομάτων, καὶ διὰ τῶν σχημάτων, ἅ κέκτηται τὸ θεραπευόμενον ὄργανον. ἐπικοινωνεῖ δὲ τοῦτο τοῖς ὑπὸ τῆς θέσεως ἐνδεικνυμένοις, ὑπὲρ ὧν ἤδη λέγωμεν. ὅσα μὲν οὖν ἐν αὐτοῖς ἀνάλογόν ἐστιν εἴς τε τὴν τοῦ μεγέθους διάγνωσιν εἴς τε τὸ ποσὸν τῆς τῶν βοηθημάτων χρήσεως, οὐδὲν ἔτι δέομαι λέγειν. ὅσα δ’ ἐξαίρετα, λεκτέον ἐφεξῆς, ἐπειδὴ καὶ ἡ χρεία μεγίστη πρὸς τὰς θεραπείας αὐτῶν ἐστι μιγνυμένων ταῖς ἀπὸ τῆς διαπλάσεως. ἐνδείξεσιν. ἔσται δὲ κᾀνταῦθα ὁ λόγος ἐπὶ παραδειγμάτων ὀλίγων ὑπὲρ τοῦ γνῶναι τὴν μέθοδον. ἔμφραξίς ἐστι μὲν ἕν τι τῶν ὀργανικῶν παθῶν· ἐγγίγνεται δὲ ἐν ἥπατι μάλιστα διὰ τὴν κατασκευὴν αὐτοῦ καὶ τὴν ἐνέργειαν. αἱ γὰρ ἀπὸ τῶν πυλῶν φλέβες εἰς ἅπαντα τοῦ σπλάγχνου τὰ σιμὰ κατασχιζόμεναι συνάπτουσι τοῖς ἐν τοῖς κυρτοῖς ἀδήλοις αἰσθήσει στόμασι. ἀναφέρεται δ’ ἐκ τῆς κοιλίας τροφὴ πᾶσα πρὸς ἕνα τόπον τοῦ ἥπατας, ὃν ἀπ’ αὐτοῦ τοῦδε τοῦ νῦν εἰρημένου πύλας ὀνομάζουσιν. οὔτε γὰρ εἰς τὰς πόλεις εἰσελθεῖν τις δύναται, πρὶν διελθεῖν τὰς πύλας, οὔτ’ εἰς ἧπαρ ἀφικέσθαι, πρὶν ἐν τούτῳ γενέσθαι τῷ χωρίῳ. διανέμεται δ’ ἐντεῦθεν εἰς τὰ σιμὰ τοῦ ἥπατος ἅπαντα, κᾄπειτα δι’ ὧν εἰρήκαμεν περάτων εἰς τὸ κυρτὸν μεταλαμβάνεται. οὐδὲν οὖν θαυμαστόν ἐστι, διά τε τὴν τῶν ὁδῶν στενότητα καὶ τὸ πλῆθος τῆς διερχομένης οὐσίας ἐμφράξεσι συνεχέσιν ἁλίσκεσθαι τὸ σπλάγχνον. ἴασις οὖν αὐτῶν ἔσται, πρὶν μὲν πολλὰς γενέσθαι καὶ πυρέττειν τὸν ἄνθρωπον, ἥ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ φαρμάκων προσφορά. πολλῶν δὲ γενομένων, οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ ἡ κένωσίς ἐστιν, ἥντινα δι’ ὧν χρὴ ποιεῖσθαι χωρίων, ἥ τε διάπλασις ἐνδείξεται τοῦ σπλάγχνου καὶ ἡ θέσις. ἐκ τούτων γοῦν ὁρμώμενοι, τὰ μὲν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἐπ’ ἔντερον προτρέψομεν, ὅσα δ’ ἐν τοῖς κυρτοῖς ἐστι, δι’ οὔρων ἐκκενώσομεν. οὕτω δὲ καὶ ὅσα κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα περιέχεται, κενοῦσθαι δεόμενα, παρά τε τῆς διαπλάσεως αὐτῆς καὶ τῆς θέσεως ἐδιδάχθημεν ἐκκαθαίρειν διὰ βηχῶν. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὸν ἐγκέφαλον, ἐπὶ τὰς ῥῖνας ἕλκειν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν φλεγμαινόντων μορίων ἴασις ἐκ θέσεώς τε καὶ διαπλάσεως λαμβάνεται. ἔστι μὲν γὰρ καὶ τούτων ὁ πρῶτος σκοπὸς ἡ κένωσις τοῦ χυμοῦ τοῦ κατασκήψαντος εἰς τὸ φλεγμαῖνον. ὅπως δ’ ἐκκενοῦν αὐτὸν χρὴ, τῶν κατεχόντων ὀργανικῶν μορίων ἡ φύσις ἐνδείκνυται. παρ’ αὐτῶν γοῦν διδασκόμενοι, τὰ μὲν εἰς ἰσχίον κατασκήψαντα ῥεύματα διὰ τῶν κατ’ ἰγνύα τε καὶ σφυρὰ φλεβῶν ἐκκενώσομεν, ὥσπερ γε καὶ ὅσα κατὰ τὰς μήτρας ἴσχεται. τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα διὰ τῆς ἔνδον κατ’ ἀγκῶνα φλεβός. τὰ δὲ κατὰ κεφαλήν τε καὶ τράχηλον ἐκ τῆς ὠμιαίας. ἡ γὰρ τῶν ἐγγυτάτων τε καὶ κοινῶν τῷ πεπονθότι μορίῳ φλεβῶν κένωσις ἀρίστη τε καὶ ῥᾴστη. καὶ τὸ διαφορεῖν δὲ τὸ φλεγμαῖνόν ἐστι μὲν δήπου καὶ αὐτὸ τὴν ἐκ τοῦ νοσήματος ἔνδειξιν ἔχον. ὑπαλλάττεται δ’ ἐν τῇ κατὰ μέρος τῶν βοηθημάτων χρήσει τὴν παρὰ τῆς θέσεως τοῦ πεπονθότος μορίου προσλαμβάνον ἔνδειξιν. ὅσα μὲν γὰρ ἐπιπολῆς κεῖται, τοιοῦτον ἐπ’ αὐτῶν εἶναι προσήκει τὸ διαφορῆσον φάρμακον, οἷονπερ ἐνδείκνυται τὸ τῆς φλεγμονῆς εἶδος. ὅσα δ’ ἐν βάθει, τοσοῦτον δριμυτέρων δεῖται φαρμάκων, ὅσῳ τῶν ἐκτὸς ἀποκεχώρηκεν, ὥστε καὶ σικύας ἐπ’ αὐτῶν ἐνίοτε χρῄζομεν, εἰ κατὰ συχνοῦ κέοιτο βάθους, ὅπερ ἐναντιώτατόν ἐστι τοῖς ἐπιπολῆς φλεγμαίνουσιν. οὕτω δὲ καὶ εἴ που στύφοντος εἴη φαρμάκου χρεία, σκοπεῖσθαι τοῦ δεομένου χωρίου τὴν θέσιν. εἰ μὲν γὰρ ἱκανόν ἐστιν ἐξικέσθαι πρὸς αὐτὸ τὸ στύφον, οὐδὲν κωλύει παραλαμβάνειν. εἰ δ’ οὐχ ἱκανὸν, ἐπισκοπεῖσθαι, μή ποτε ἄρα τὴν ἐκ τῶν προκειμένων ὑγρότητα συνελάσωμεν εἰς τὸ πεπονθὸς, ὥστε ἤτοι τὴν ποδηγοῦσαν τῷ στύφοντι φαρμάκῳ μικτέον ἐστὶ δύναμιν, ἤ οὐ χρηστέον αὐτῷ. μέγιστον οὖν οἶδα βλάπτοντας, ὅσοι τοῖς ἐκ πνεύμονος ἀναβήττουσιν αἷμα περιτιθέασιν ἐκ κύκλῳ καθ’ ὅλον τὸν θώρακα φάρμακα στύφοντα. πρὸς γὰρ τῷ μὴ διϊκνεῖσθαι τὴν δύναμιν αὐτῶν εἰς τὸν πνεύμονα συνελαύνουσι καὶ τὸ κατὰ τὸν θώρακα αἷμα πρὸς τὸ σπλάγχνον. ἀρκεῖν ἡγοῦμαι καὶ περὶ τούτων εἴς γε τὴν ἐνεστῶσαν, πραγματείαν τὰ εἰρημένα. τοσοῦτον οὖν εἰπὼν ἔτι περὶ αὐτῶν ἀπαλλάξομαι, ὡς ἡ μὲν μέθοδος αὕτη τὸ εἶδος μόνον ἐστὶ τῆς πραγματείας· ἡ δὲ καθ’ ἕκαστον μέρος τοῦ σώματος ἐπιστήμη τε καὶ διέξοδος, ἡ οἶον οὐσία σύμπασα, ἣν ἐν ταῖς ἄλλαις πραγματείαις διεξήλθομεν. Περὶ προγνώσεως τοίνυν ἐφεξῆς λέξομεν, ἐπειδὴ χρήσιμος ἡμῖν εἰς ἄλλα τέ τινα, καὶ οὐχ ἥκιστα πρὸς τὴν θεραπείαν ἐφάνη. τῷ μὲν οὖν πρῶτον βουλομένῳ συστήσασθαι τέχνην προγνωστικὴν ἀναγκαῖόν ἐστι προεπισκέψασθαι, πότερον, ὥσπερ ἑκάστου ζώου φύσις ἴδιον ἔχει χρόνον ζωῆς, οὕτω καὶ τῶν νοσημάτων ἕκαστον, ὡς ἀδύνατον εἶναι τέσσαρσιν ἡμέραις λυθῆναι νόσον, ἧς ἡ φυσικὴ προθεσμία δυοῖν ἐστι μηνῶν, ἢ πᾶν νόσημα καὶ χρονίσαι δυνατόν ἐστι, καὶ λυθῆναι τάχιστα. νυνὶ μέντοι διὰ τὸ πολλοὺς ἤδη γεγονέναι προγνωστικοὺς τῶν ἐσομένων ἰατροὺς, οὐκέτ’ οὐδὲ τοῖς ἰδιώταις ζητεῖται, πότερον ἐγχωρεῖ γενέσθαι τινὰ τοῦ μέλλοντος ἀποβήσεσθαι προγνωστικὸν, ἢ ἀδύνατόν ἐστι, ἀλλ’ ἑξῆς ἅπαντες ὥσπερ δυνατοῦ τε τοῦ πράγματος ἔχουσι, πυνθάνονταί τε τὸν ἰατρὸν, ἐν ᾗτινι προθεσμίᾳ λυθήσεται τὸ νόσημα. πρὸς μέντοι τὴν ἐνεστῶσαν πραγματείαν οὐδὲν ἂν εἴη χεῖρον ὑποθέσθαι νῦν πρῶτον ἡμᾶς συνίστασθαι τέχνην προγνωστικὴν, καὶ γὰρ τἄλλα πάντα κατὰ τὸν λόγον οὕτω διήλθομεν. ἓν μὲν δὴ καὶ πρῶτον ἀναγκαῖον, εἴπερ εἴη τις πρόγνωσις, εἶναί τινα βεβαίως ἐσόμενα κατὰ τὸν μέλλοντα χρόνον. ἑξῆς δὲ σκεπτέον, ὅπως ἄν τις εὕροι, τίνα τε καὶ πόσα τὰ τοιαῦτά ἐστιν. οὐ γὰρ πάντα γε τὰ γενησόμενα περὶ τὸν κάμνοντα τὴν γένεσιν ἀναγκαίαν ἔχει. θόρυβος οὖν ἐκ γειτόνων διὰ νυκτὸς, καὶ κύνες ὑλακτοῦντες, ἢ ἀγγελίαι τινὲς ἀηδεῖς ἀγρύπνους ἐργάζονται τοὺς νοσοῦντας, ὧν οὐδὲν οὔτ’ ἀναγκαίαν ἔχει τὴν γένεσιν, οὔτε βεβαίαν τὴν πρόγνωσιν. ἆρ’ οὖν ὅσα κατὰ τὸν τοῦ νοσήματος ἀποτελεῖται λόγον, ὡρισμένην τε τὴν γένεσιν ἔχει καὶ βεβαίαν τὴν πρόγνωσιν, ἢ οὐδὲ ταῦτα σύμπαντα; δύναται γὰρ ἐξαίφνης ἐπιῤῥυῆναί τι περιττὸν ὑγρὸν ἔνδον τοῦ σώματος, ἁλλόμενον ἐπί τι μόριον ἀναγκαῖον εἰς τὴν ζωὴν, ὥσπερ αὖ πάλιν ἕτερον ἐκ μέρους κυρίου μεταστῆναι εἰς ἄκυρον. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης τῷ μὲν εἰς τὸ κύριον ἐνεχθέντι μέρος ἔσχατος κίνδυνος, τῷ μεταστάντι δ’ ἐξαιφνίδιός τε καὶ ἀπροσδόκητος ἡ τοῦ κάμνοντος σωτηρία. τῶν μὲν δὴ τοιούτων καταστάσεων αὐτὸ τοῦτο μόνον ἐστὶ προγνῶναι τὸ βέβαιόν τε καὶ σφαλερόν· οὐ μὴν ἐς ὅ, τι τελευτήσει, δυνατὸν ἀκριβῶς ἐξευρεῖν. ἐφ’ ὧν δὲ οὐκ ἔτι διαῤῥεῖ τὰ περιττώματα, κατασκήψαντα δὲ εἴς τινα τόπον, ἐκεῖνον κατείληφεν, ἐπὶ τούτων ἐγχωρεῖ προγνῶναι τὸ μέλλον εἰδόσιν ἡμῖν, ὅτι τε δυνάμεις εἰσὶ τῆς φύσεως οὐκ ὀλίγαι, καθ’ ἃς διοικεῖται τὸ ζῶον, ὁποία τέ τις αὐτῶν ἡ διαφορά. καὶ μέν γε καὶ ὅσα καθ’ ὅλον τὸ ζῶον ἐμφέρεται τῷ αἵματι περιττὰ, χωρὶς πλήθους ἀμέτρου, καὶ ταῦτα προθεσμίαν ἕξει πέψεως ἰδίαν ἕκαστα, ἐὰν μόνον ἑκάστου περιττώματος εὕρωμεν τὴν φύσιν. οὕτω γὰρ ἐγχωρήσει τι καὶ περὶ τῆς πέψεως αὐτοῦ στοχάσασθαι τεχνικῶς, ἁπάντων γε δηλονότι τῶν περὶ τὸν κάμνοντα πραττομένων ὀρθῶς. ὅσα γὰρ ἁμαρτάνεται πρός τινος, ἢ τοῦ βραδύναι τὴν λύσιν τοῦ νοσήματος, ἢ τοῦ φθάσαι τὸν θάνατον αἴτια καθίσταται, καὶ χρὴ μεμνῆσθαι τοῦδε παρ’ ὅλον τὸν λόγον, εἴπερ τινὸς ἄλλου. μόναι γὰρ αἱ προγνώσεις ἀποβήσονται τοῦ ἀρίστου ἰατροῦ, θεραπεύοντος μὲν αὐτοῦ ὀρθῶς, τοῦ κάμνοντος δὲ μηδὲν ἁμαρτάνοντος. τὸ δ’ οἴεσθαι τοιαύτην εἶναι τοῖς ἰατροῖς τὴν πρόγνωσιν, οἵαν οἱ μάντεις ἐπαγγέλλονται, γελοῖον. ἐκεῖνοι μὲν γάρ φασιν ἐνναταῖον, εἰ οὕτως ἔτυχε, σωθήσεσθαι τὸν ἄνθρωπον, οὐκ ἔτι προστιθέντες, ἁπάντων ὀρθῶς γιγνομένων. οἱ μὲν γὰρ ἅπαντα τὰ τοῖς κάμνουσιν αἰσίως τε καὶ ἀπαισίως ἐπιγενησόμενα προμαντεύονται. ὁ δὲ ἰατρὸς οὐχ οὕτως προερεῖ τὸ μέλλον, ἀλλ’ οἶδεν, εἰ πάντα γίγνοιτο δεόντως, ἑβδομαῖον, εἰ οὕτως ἔτυχε, λυθήσεσθαι τὸ νόσημα· προσγενομένου δέ τινος ἁμαρτήματος, εἰ μὲν μικρὸν εἴη τοῦτο, δύνασθαι μεταπεσεῖν τὴν λύσιν ἐκ τῆς ἑβδόμης εἰς τὴν ἐννάτην· εἰ δὲ μεῖζον, εἰς τὴν ἑνδεκάτην· εἰ δὲ πολὺ μεῖζον, εἰς τὴν τεσσαρεσκαιδεκάτην· εἰ δὲ πάνυ σφόδρα μέγα, κίνδυνον ἀκολουθήσειν ἀντὶ σωτηρίας ἀσφαλοῦς. προσέχει γὰρ ὁ ἰατρὸς ἀεὶ τοῖς δυσὶ τούτοις ὥσπερ ἀντιπάλοις, τῷ τε νοσήματι καὶ τῇ φύσει. καὶ πρῶτον μὲν τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ ἀπολεῖσθαι τὴν πρόγνωσιν ἐκ τοῦ διαγνῶναι τὸ ἰσχυρότερον· ἔπειτα δὲ καὶ τῆς προθεσμίας ἐκ τοῦ πόσῳ θάτερον ἰσχυρότερόν ἐστι, ποιεῖται. καὶ οὐ χρὴ θαυμάζειν, εἰ κατασκεψάμενος ἑκατέρου τὴν ῥώμην, ἐξευρήσει τὸ νικῆσον. ὁρῶμεν γὰρ οὐκ ὀλίγους τῶν γυμναστικῶν ἐκ τῶν πρώτων κινήσεων, ἃς κινοῦνται πρὸς ἀλλήλους οἱ παλαισταὶ, προλέγοντας τὸν νικήσοντα πολλάκις γε καὶ πρὸ τῆς νίκης, καὶ ὅτι ταχέως ὑποχείριον ἕξει τὸν ἀνταγωνιστήν. πράττουσι δὲ τοῦτο, ὅταν ὁρῶσιν ἀξιολόγῳ τινὶ τὸν ἕτερον ἰσχυρότερον ὄντα θατέρου. προγνώσεται μὲν οὖν ὁ ἰατρὸς ὑγείαν τε καὶ θάνατον οὐκ ἐξ ἄλλων ἀσκημάτων, ἢ τοῦ γνωρίζειν ἀκριβῶς τὴν ἰσχὺν τοῦ νοσήματος καὶ τῆς φύσεως. ἐκ δὲ τῶν αὐτῶν καὶ τὴν ἑκατέρου προθεσμίαν εὑρήσει. ταχεῖα γὰρ ἔσται ἡ λύσις τοῦ νοσήματος, ὅταν ἡ δύναμις εὐρωστῇ, θάνατος δὲ διαταχέων, ἢν αὐτὴ μὲν ἀσθενὴς ᾖ, ἰσχυρότερον δὲ τὸ νόσημα. τὸ δὲ τῆς ὑπεροχῆς μέγεθος ἐνδείκνυται τῆς προθεσμίας τὸν χρόνον. ἀπὸ τούτων μὲν τῶν σκοπῶν ὁ ἰατρός ἐστι προγνωστικός. ἐξ οἵων δὲ διασκεμμάτων αὐτῷ περίεστι διαγινώσκειν τοὺς σκοποὺς, εἴρηται μὲν ἐν τοῖς περὶ κρίσεων ἐπὶ πλέον, ἐρήσεται δὲ καὶ νῦν ἡ καθόλου μέθοδος, ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦδε. ἰσχὺν μὲν τῆς φύσεως ἐκ τῶν οἰκείων ἐνεργειῶν γνωρίσεις, καὶ μάλιστα τῶν κατὰ τοὺς σφυγμοὺς, ἐπειδὴ τῆς ζωτικῆς οὗτοι δυνάμεως ἔργον εἰσί· τὸ δὲ μέγεθος τοῦ νοσήματος ἐκ τῶν οἰκείων συμπτωμάτων· τὸ δ’, ὅσῳ θάτερον ὑπερέχει θατέρου, ταῖς ἀπεψίαις καὶ πέψεσιν, αὐτὰς δὲ ταύτας ἐκ τῶν ἰδίων περιττωμάτων· τὰς μὲν ἐν τῇ γαστρὶ διὰ τῶν ὑπιόντων κάτω, τὰς δ’ ἐν τοῖς ἀγγείοις διὰ τῶν οὔρων, τὰς δ’ ἐν ὅλῳ τῷ σώματι διὰ τῶν ἱδρώτων. οὕτω δὲ καὶ τὰς ἄλλας ἁπάσας, ὅσαι κατά τι μέρος ἓν ἢ πλείω συνίστανται. τὰς μὲν κατὰ θώρακα καὶ πνεύμονα διὰ τῶν ἀναβηττομένων. ὅσαι δὲ κατὰ κύστιν ἢ νεφροὺς, διὰ τῶν τοῖς οὔροις ἐμφερομένων. ἥπατος δὲ σιμὰ καὶ μεσεντέριον ὅπως ἔχει δυνάμεως, ἐκ τῶν ὑπιόντων κάτω, καὶ τῶν ἐμουμένων τὰ κατὰ τὴν ἄνω γαστέρα καὶ τὸν στόμαχον. ὅσα δὲ δι’ ὑπερώας ἐκκρίνεται, ἢ διὰ ῥινῶν καὶ δι’ ὤτων, ἐγκέφαλον, ὅπως ἔχει ῥώμης, δηλώσει. κοινὸν δ’ ἐπὶ πάντων, ὡς οὐχ οἷόν τε διαλυθῆναι τὸ νόσημα, πρὶν ἐν τοῖς ἀπιοῦσι περιττώμασιν ὀφθῆναι πέψεως γνωρίσματα. οὕτω κᾂν ὦτα κακῶς ἔχῃ, κᾂν ὀφθαλμοὶ, κᾂν φάρυγξ, κᾂν μόριόν τι ἑλκωθὲν ᾖ, ἢ συλλήβδην εἰπεῖν ἅπαντες πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν· ὠμὰ δὲ καὶ ἄπεπτα, καὶ εἰς κακὰς ἀποστασίας ἐκτρεπόμενα, ἀκρισίας, ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστροφάς. ταῦτα περὶ προγνώσεως ἀρκεῖ πρὸς τὸ παρόν. ὁ γάρ τοι πᾶς ὑπὲρ αὐτῶν λόγος ἐν ταῖς οἰκείαις πραγματείαις γεγένηται κατὰ μέρος μεγίσταις οὔσαις, καὶ σχεδὸν ἅπαντα τὰ θεωρήματα περιειληφυίαις, τά τε περὶ τῶν σφυγμῶν καὶ κρίσεων καὶ κρισίμων ἡμερῶν. ἐξ ὧν γάρ τις προγινώσκει μάλιστα, διὰ τῶν τριῶν τούτων δεδήλωται. δοκῶ τέλος ἔχειν τὴν θεραπευτικὴν ἅπασαν μέθοδον. Ἐπειδὴ καὶ τοὺς ἀπαλλαγέντας νοσημάτων εἰς εὐρωστίαν ὑγιεινὴν ἄγεσθαι προσήκει, καὶ τοὺς ὑποσυρομένους εἰς τὰ νοσήματα προφυλάττεσθαι τὰς νόσους, ἔτι τε τοὺς ἀμέμπτως ὑγιαίνοντας ἐν τούτῳ φυλάττεσθαι, καὶ τρία ταῦτα ὑπόλοιπα μέρη τῆς τέχνης ἐστὶ, διὰ βραχυτάτων εἰπεῖν τι καὶ περὶ τῆς τούτων συστάσεως. ἐπεὶ τοίνυν εἴρηται καὶ πρόσθεν, ὡς ἔστι τρία τὰ σύμπαντα γένη τῶν παρὰ φύσιν, αἰτίαι τε, καὶ διαθέσεις, καὶ συμπτώματα, τὸ προφυλακτικὸν κᾂν εἴη μέρος τῆς τέχνης, ὃ δὴ καὶ καλοῦσιν ἰδίως προφυλακτικὸν ἐν τῷ πρώτῳ γένει συνιστάμενον. ὅταν γὰρ ἤτοι πλῆθός τι χυμῶν, ἢ φαυλότης, ἢ ἔμφραξις, ἢ φθαρτικὴ δύναμις ἐγγίνηται τῷ σώματι, κίνδυνός ἐστιν ὅσον οὔπω νοσῆσαι τὸν ἄνθρωπον, ποτὲ δὲ καὶ ἐσχάτως κινδυνεῦσαι. δυσδιάγνωστοι δὲ τοιαῦται αἰτίαι ἅτε οὐ λυποῦσαι τὸν ἄνθρωπον. ὥσπερ γε ἀμέλει καὶ ὁ τοῦ λυττῶντος κυνὸς ἰὸς, οὗ σημεῖον ἴδιον οὐδέν ἐστιν ἐν τῷ σώματι περιεχόμενον, πρὶν ἐγγὺς ἥκειν λύττης τὸν δηχθέντα. καὶ δὴ καὶ πυνθάνεσθαι τῶν τοιούτων αἰτιῶν ἀναγκαῖόν ἐστιν τὸν ἰατρὸν αὐτῶν τῶν πασχόντων ὑπὲρ τῶν συμπεσόντων αὐτοῖς ἑκάστου. ὅταν μέντοι πλῆθος ἢ κακοχυμία ὑποτρέφηται, ἢ τὸν ὄγκον τοῦ σώματος, ἢ ἐμφράττηταί τι σπλάγχνον, ἔνεστι γνωρίζειν αὐτὰ διά τινων συμπτωμάτων, ἃ μέσα πώς ἐστι τῶν τε τοῖς ὑγιαίνουσι ὑπαρχόντων καὶ τῶν τοῖς νοσοῦσι συμβαινόντων. τὰ μὲν γὰρ τοῖς ὑγιαίνουσιν ὑπάρχοντα κατὰ φύσιν ἅπαντά ἐστι καὶ ἄμεμπτα· τὰ δὲ τοῖς νοσοῦσι συμβαίνοντα παρὰ φύσιν τε καὶ μεμπτά· τὰ δὲ μεταξὺ τούτων ἐκ μὲν τοῦ γένους ἐστὶ τῶν ταῖς νόσοις συμβαινόντων, οὕτω δὲ σμικρὰ τοῖς μεγέθεσι καὶ ἀσθενῆ ταῖς δυνάμεσι, ὡς μηδέπω κωλύεσθαι πρὸς αὐτῶν τὰς συνήθεις ἑκάστῳ πράξεις. εἴτε γὰρ ὀδύνη κεφαλῆς ἢ ἄλλου τινὸς εἴη μέρους οὕτω σμικρά τις, ὡς μήπω τὸν ἄνθρωπον ἀναγκάζεσθαι κλινήρη γενέσθαι, ἀλλὰ καὶ εἴτε βάρος, ἤτοι καθ’ ὑποχόνδριον, ἢ κεφαλὴν, ἢ ἄλλο τι μέρος, ἢ σπλάγχνον, οὐδὲ τοῦθ’ ἱκανὸν ἀποστῆσαι τῶν συνήθων. ἔτι δὲ δὴ μᾶλλον ὄγκος τοῦ σώματος, ἢ ἰσχνότης, ἢ ἄχροια, καὶ ὁ πρὸς τὰς κινήσεις ὄκνος, ἢ ὑπνώδης διάθεσις, ἢ ἀγρυπνία τῶν κατὰ τὰς τοῦ βίου πράξεις ἐνεργειῶν ἀπάγειν οὐχ ἱκανὰ, καὶ πολὺ δὴ μᾶλλον ἀνορεξία τις, ἢ ὄρεξις ἐπιτεταμένη σιτίων· ἄμφω γὰρ γίγνεται τοῦ σώματος οὐκ ἀκριβῶς ὑγιαίνοντος, ὥσπερ γε καὶ ἀδίψους παρὰ λόγον, ἢ διψώδεις, ἢ δακνομένους τὸν στόμαχον, ἢ τὴν κοιλίαν, ἢ κοπώδεις ἑαυτοὺς αἰσθάνεσθαι. τοιοῦτος γάρ τις ὁ τύπος ἐστὶ τῶν συμβαινόντων τοῖς ὑποφερομένοις εἰς νόσον. ἡ δ’ ἐπανόρθωσις τῶν ἐργαζομένων αὐτὰ διαθέσεων, συνελόντι μὲν εἰπεῖν, διὰ τῶν ἐναντίων, ὡς ἔμπροσθεν δέδεικται. κατὰ μέρος δ’ ἐπιόντι, τὸ μὲν περιττὸν ἅπαν ἐκκενοῦν προσήκει, διορισάμενον ὅπως ἐστὶ περιττὸν, εἴτε ὡς ποσὸν, εἴτε ὡς ποιὸν, εἴτε ὡς ἄμφω. τὸ δ’ ἐπανελθεῖν δυνάμενον εἰς τὸ κατὰ φύσιν, ἀλλοιοῦν διὰ τῶν ἐναντίων, τὸ μὲν παχὺ καὶ γλίσχρον λεπτύνοντα, τὸ δὲ λεπτὸν παχύνοντα, κοινῇ δ’ ἄμφω πέττοντα, τὰς δ’ ἐμφράξεις διαῤῥίπτοντα, τὰ δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν, οἷά τε τὰ δηλητήρια καὶ οἱ ἰοὶ τῶν ἰοβόλων ζώων, ἀλλοιοῦντα καὶ κενοῦντα, τὰς μὲν ἀλλοιώσεις διὰ τῶν ἐναντίων, ἤτοι καθ’ ὅλην τὴν οὐσίαν, ἢ κατὰ ποιότητα μίαν, ἢ δύο ποιούμενον, ἐκκενοῦντα δὲ διὰ τῶν ἑλκτικῶν δυνάμεων. δι’ ὧν δ’ ἄν τις ταῦτα ποιήσειε βοηθημάτων, ἐξ αὐτῶν τῶν διαθέσεων ληπτέον. εἰ μὲν γὰρ πάντες ὁμοίως αὐξηθεῖεν χυμοὶ, διὰ φλεβοτομίας μὲν ἡ κυριωτάτη καὶ μεγίστη κένωσις, ἑξῆς δὲ διὰ τρίψεων καὶ γυμνασίων, καὶ λουτρῶν, καὶ ἀσιτίας. οὕτω δὲ χρὴ κενοῦν, καὶ εἰ τὸ αἷμα πλεονάσει μόνον. εἰ δ’ ὁ τῆς ξανθῆς ἢ μελαίνης χολῆς χυμὸς, ἤ τις ὑδατώδης ὀῤῥὸς χυμοῦ, διὰ κενώσεως μὲν, ἀλλ’ οὐχ ὁμοίως. τὰ μὲν γὰρ ἐν ταῖς πρώταις φλεψὶ περιττώματα τοῖς ὑπηλάταις ἐκκαθαίρειν· τὰ δ’ ἐν ταῖς ἄλλαις, δι’ οὕρων μὲν τὰ ὑδατώδη καὶ λεπτὰ, διὰ καθάρσεως δὲ τὰ χολώδη. ἐγχωρεῖ δὲ καὶ τὰ λεπτὰ τοῖς ὑπηλάταίς ἐκκενοῦν. τὰ δὲ καθ’ ὅλην τὴν ἕξιν, ὅσα μὲν λεπτὰ, δι’ ἱδρώτων τε καὶ φαρμάκων, ὁπόσα τῷ δέρματι προσφερόμενα ξηραίνειν πέφυκε· ὅσα δὲ χολώδη, καθάρσει μὲν πρῶτον, ἑξῆς δὲ τῇ διὰ τοῦ δέρματος κενώσει. εἰ δ’ ὁ τοῦ φλέγματος πλεονάζοι χυμὸς, εἰ μὲν ἁλμυρὸν εἴη, καθαίρειν, ὀξὺ δὲ γενόμενον ἀλλοιοῦν πειρᾶσθαι συντελοῦντα τῇ φύσει πρὸς τὴν πέψιν αὐτοῦ. πολὺ δὲ δὴ μᾶλλον ἔτι τὸ γλυκὺ πέττεται ῥᾳδίως. ἄγει δ’ εἰς πέψιν ἡσυχία τε καὶ θάλψις μετρία, καὶ σιτίων εὐχύμων ὀλίγων ἐδωδὴ, καὶ οἴνου πόσις θερμαίνοντος ὀλίγον. τὴν δὲ θάλψιν μετρίαν ποιεῖ ἡ εὔκρατος τρίψις, καὶ αἱ τῶν θερμῶν ὑδάτων σύμμετροι χρήσεις, ἐδέσματά τε καὶ φάρμακα τὰ μετρίως θερμαίνοντα. διαῤῥίπτει δὲ τὰς ἐμφράξεις, ὅσα λεπτύνειν πέφυκεν ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα τὰς δ’ ὕλας τούτων ὅπως εὑρίσκειν τε καὶ κρίνειν προσήκει, διὰ μιᾶς ἐξηγησάμεθα πραγματείας, ἣν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπιγράφομεν. εἴρηται δὲ κᾀν τῷ περὶ τῆς λεπτυνούσης διαίτης γράμματι. Καιρὸς οὖν ἤδη μετιέναι τῷ λόγῳ πρὸς τοὺς ἐκ τῶν νοσημάτων ἀναλαμβάνοντας, ἐφ’ ὧν οὔτ’ αἴτιον οὐδέν ἐστι παρὰ φύσιν, οὔτε διάθεσις ἰσχνότης δὲ μόνη μετὰ δυνάμεως ἀσθενοῦς. διὰ ταῦτά τοι καὶ ἡ εἰς τὴν κατὰ φύσιν ἀγωγὴ τῶν οὕτω διακειμένων ἀνάθρεψίς τε καὶ ῥῶσίς ἐστιν ἐκ κινήσεών τε καὶ τροφῶν συμμέτρων γιγνομένη. τὰς δ’ ὕλας κᾀνταῦθα, δι’ ὧν αἱ κινήσεις τε καὶ θρέψεις ἔσονται, διὰ τῆς ὑγιεινῆς ἐδήλωσα πραγματείας. ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ παρόντι λόγῳ, λεχθήσεται καὶ νῦν ἡ μέθοδος ἁπάσης τῆς ὑγιεινῆς πραγματείας, οὐ μόνον τῆς ἀναληπτικῆς λεγομένης. καὶ πρῶτόν γε, ὁποῖον τὸ γένος αὐτῶν ἐστι, ἀρά γε τῶν παρόντων φυλακτικὸν, ἢ τούτῳ μόνῳ διαφέρει τοῦ θεραπευτικοῦ, τῷ κατὰ μικρὰ ποιεῖσθαι τὴν ἐπανόρθωσιν; οὐ γὰρ δὴ διαφυλάττοντί γε τῷ σώματι τὴν ἔμπροσθεν ἕξιν ἐπιστατούσης ἐδέησε τέχνης. ἀλλ’ αὐτὸ τοῦτ’ ἔστι αἰτία τοῦ δεῖσθαι τῆς προνοησομένης ἐπιστήμης, ὅτι διαφθείρεταί τε καὶ οὐ διαμένει τοιοῦτον, οἷον ἔμπροσθεν ἦν. εἰ μὲν δὴ τοῦτο μόνον αὐτῷ τὸ κενοῦσθαί τε καὶ διαφορεῖσθαι συμπίπτοι, τροφὴ καὶ ποτὸν ἀναπληρώσουσι τὸ λεῖπον. εἰ δ’ ἤτοι ὑποθρέψειε πλῆθος χυμῶν, ἢ περιττώματα μοχθηρὰ, γυμνασίων αὐτῷ δεήσει σκοπὸν ἐχόντων καὶ ἐκκενοῦν μὲν, καὶ καθαίρειν τὸν χυμὸν, καὶ πέπτειν τὰ περιττώματα, πρὸς τῷ καὶ διαφυλάττεσθαι τὰς αἰτίας ἁπάσας, ὅσαι τὴν ὑγείαν αὐτὴν διαφθεῖραι δυνήσονται, ψύξιν, ἔγκαυσιν, κόπον, ἀπεψίαν, μέθην, ἀγρυπνίαν, λύπας, ὀργὰς, θυμὸν, ὅσα τ’ ἄλλα τοιαῦτα, οὐ γὰρ ἔτι δεῖ καθ’ ἕκαστον ὑπεξιέναι τῷ λόγῳ, τῆς ὑποθέσεως, ἣν ὑπεθέμεθα, πεπληρωμένης ἤδη. πρόκειται γὰρ οὐ κατὰ διέξοδον ὑπὲρ ἁπάντων τῶν μερῶν τῆς ἰατρικῆς διελθεῖν, ἀλλὰ δεῖξαι, πῶς ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας, ὥσπερ τῶν ἄλλων τεχνῶν, οὕτω καὶ ταύτης ἡ σύστασις γίγνεται. καὶ τοίνυν ἐπειδὴ γέγονεν ἤδη τοῦτο, διὰ κεφαλαίων ἀναλάβωμεν ἅπαντα τῆς ἰατρικῆς τὸν λόγον, εὐθὺς καὶ τὴν ἀναλογίαν ἐπιδεικνύντες, ἣν ἔχει πρὸς τὰς ἄλλας τέχνας, ὅσαι ποιητικαί.