Ὁπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναμεν, ἐπιστήσαντες αὐτὸν ἀναλάβωμεν ἐν κεφαλαίοις τὰ εἰρημένα. γνωσόμεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουμένου τὸ εὑρημένον ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόμενόν. ἐστι. προὔκειτο μὲν ἡμῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’ οὐχ οὕτως, ὡς ἡ οἰκοδομικὴ τῆς οἰκίας δημιουργική ἐστιν, ἀλλ’ ὡς τοῦ διαφθειρομένου μέρους αὐτῆς ἐπανορθωτική. καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ζητούμενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως οἰκοδόμῳ τὰ σφάλματα τοῦ σώματος ἐπανορθοῦσθαι δυνατός ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην μεταχειριζόμενος. ἐπεὶ δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύσιν τοῦ σώματος, οὗ τὰ σφάλματα μέλλει θεραπεύειν ἡ τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαμεν. εὑρόντες δ’, ὡς ἐνέργειαί τε καὶ κατασκευαὶ μορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντιποιεῖσθαι χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπανορθώσεως, ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συμπληροῦται τὸ κατὰ φύσιν, ἐζητήσαμεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς μορίοις ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία, τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ τῶν καθ’ ἑκάτερα νοσημάτων σκεψόμεθα. καὶ σχεδὸν ἡμῖν ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἰδός τι μόνον αὐτῆς, καὶ οἷον παράδειγμα. τὴν δὲ σύμπασαν οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων ἐπιστήμης ἕξομεν, ἐπειδὰν ταῖς ὕλαις ἐμβιβάσωμεν τὰ εἴδη. χρὴ γὰρ οὐ μόνον, ὅτι θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται μόριον, ἐγνωκέναι τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς μὲν ἡ τῶν ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων, καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου μορίου σύνθεσις, οἷον χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύμονος, καρδίας, ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη τε καὶ τὰς διαφορὰς τῶν νοσημάτων αὔταρκές ἐστι γιγνώσκειν, ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον, ὅπως γίγνεται ταῦτα. τοῦτο γὰρ ποιήσαντες ἐπιστήμην ἂν ἔχοιμεν ὑγιεινοῦ τε καὶ νοσεροῦ σώματος, οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναμφοτέρων ἐδείχθη συνίστασθαι, τοῦ τε εἴδους καὶ τῆς ὑποδεχομένης ὕλης αὐτό. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε νοσήματα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον μὲν ἐν δύο πραγματείαις διερχόμεθα, τῇ τε τῆς θεραπευτικῆς μεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑποδεῖξαι τὴν μέθοδον, αὐτῶν ἀρκεῖ μνημονεῦσαι. Ἡ μὲν οὖν θεραπευτικὴ μέθοδος ἐκ τῆς τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων ἄρχεται διαθέσεως. ἐπειδὴ γὰρ τὸ μὲν ὑγιαῖνον, καθ’ ὑπερβολὴν, ἄν θ’ ὁμοιομερὲς, ἄν τ’ ὀργανικὸν ᾖ, σύμμετρον πάντα ἐστὶν, ἄμετρον δὲ τὸ νοσοῦν, ἐπισκεπτέον αὐτοῦ τὴν ἀμετρίαν, ἥτις ποτ’ ἐστίν. ἀνάγκη γὰρ εἶναι τὴν ἑτέραν ἐναντίαν αὐτῇ ἀμετρίαν. κατὰ μὲν τὰς τῶν ὁμοιομερῶν καὶ ἁπλῶν σωμάτων διαθέσεις ποιότητα, κατὰ δὲ τὰς τῶν ὀργανικῶν, εἰ μὲν εἴη κατὰ μέγεθος ἡ ἀμετρία τοῦ νοσήματος, ἕτερον ἐναντίον μέγεθος· εἰ δὲ κατὰ διάπλασιν, ἑτέραν ἐναντίαν διάπλασιν· οὕτω καὶ εἰ κατὰ θέσιν ἢ ἀριθμόν. ἐπὶ πάντων οὖν ἡ εἰς τὸ σύμμετρον ἐπάνοδος ἐκ τῆς ἀμετρίας ὑπὸ τῆς ἐναντίας ἀμετρίας ἔσται. χρὴ γὰρ οἷον ὁδόν τινα βαδίσαι τὸ παρὰ φύσιν ἔχον ἐν τῷ πρὸς τὴν φύσιν ἐπανέρχεσθαι, τὴν αὐτὴν μὲν, ἀλλ’ ἐνπαλιν ὁδοιπορῆσαν. εἰ δ’ ἔμπαλιν ἔρχεσθαι μέλλοι, διὰ τῶν ἐναντίων ἀφίξεται τῇ παρούσῃ διαθέσει. καὶ οὗτος ἂν εἴη κοινότατός τε καὶ γενικώτατος σκοπὸς ἁπάσης τῆς ἰάσεως τῶν νοσημάτων, τὸ ἐναντίον, ὥς που καὶ πρὸς Ἱπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. κατὰ μέρος δὲ τὰ κατὰ μέρος ἐναντία, τῷ μὲν θερμῷ νοσήματι τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ τὸ θερμόν. ὡσαύτως δὲ καὶ τῷ μὲν ξηρῷ τὸ ὑγραῖνον, τῷ δὲ ὑγρῷ τὸ ξηραῖνον. οὕτω μὲν ἐπὶ τῶν ὁμοιομερῶν. ἐπὶ δὲ τῶν ὀργανικῶν, καθ’ ἕκαστον τῶν εἰρημένων αὐτοῖς γενῶν τεττάρων, τῆς νοσώδους ἀμετρίας τὴν ἐναντίαν χρὴ ἀντεισάγειν, ἄχρις ἂν ἐπὶ τὸ σύμμετρον καὶ κατὰ φύσιν ἔλθωμεν. οἶον εἰ ἐπετράφη τινὶ ἕλκει σὰρξ πλείων τοῦ κατὰ φύσιν, οὐ τὸ σαρκοῦν, οὐδὲ τὸ ἀνατρέφον, ἀλλὰ τὸ καθαιροῦν τε, καὶ ἀφαιροῦν, καὶ διαβιβρῶσκον, καὶ διαφθεῖρον ἁρμόττει προσφέρειν· ὥσπερ, εἰ καὶ κοῖλον ἕλκος ἔν τινι γένοιτο μέρει, σαρκωτικὸν προσφέρειν ἐκείνῳ. ἑκατέρου δ’ εἰς τοσοῦτον ἡ χρῆσις, ὡς παύσασθαι τό τε πρῶτον, ὅταν εἰς τὸ σύμμετρον ἀφίκηται, πρὶν ὑπερβῆναι πρὸς τὸ ἐναντίον. καὶ γὰρ τὸ ὑπερσαρκοῦν καθαιρῶν, εἰ μὴ σταίης ἐν τῷ συμμέτρῳ, κοῖλον ἀποδείξεις τὸ μέρος· ἀνατρέφων τε τὸ κοῖλον εἰ μὴ σταίης, κᾀνταῦθα παύσαιο κατὰ τὸ σύμμετρον, ὑπερσαρκοῦν ἐργάσῃ. κατὰ μὲν δὴ τὸ γένος τοῦτο τῶν νοσημάτων, ἐν ᾧ τὰ μόρια πρὸς τὸ μεῖζόν τε καὶ τοὔλαττον ἐκτρέπεται, τὴν ἐπανόρθωσιν, ὡς εἴρηται, διὰ τῶν ἐναντίων ἐστὶ ποιητέον. καθ’ ἕτερον δὲ γένος, ἐν ᾧ τῆς διαπλάσεως ἐξίσταται τῆς κατὰ φύσιν, ἐπειδὴ πλείους εἰσὶν αἱ κατὰ μέρος διαφοραὶ, καθ’ ἑκάστην αὐτῶν ἐξευρίσκειν τὸ ἐναντίον. οἷον εἴ τι μόριον ἑαυτοῦ κυρτότερον ἐγένετο, πρὸς τοὐναντίον ἀπάγειν αὐτὸ θλίβοντα καὶ ὠθοῦντα. τὰ δ’ εἴσω θλιβέντα καὶ οἱονεὶ σιμωθέντα πρὸς τὸ ἐκτὸς ἐπανάγειν, ὥσπερ τὴν ῥῖνα. τὰ δ’ ἀντὶ τραχέων λεῖα γενόμενα τραχύνειν, ὥσπερ γε καὶ ὅσα τραχέα λειαίνειν. οὕτω δὲ καὶ ὅσα τὰς κοιλότητας, ἢ τοὺς πόρους, ἢ ὅλως τὰς διατρήσεις ἤτοι μείζους, ἢ ἐλάττους ἔσχεν, ἢ κενωτέρας τοῦ δέοντος, ἢ μεστοτέρας, ἢ συμπεφραγμένας ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν, καὶ ταῦτα πρὸς τοὐναντίον ἀπάγειν, μέχρις ἂν ἐπὶ τὸ σύμμετρον ἀφίκηται. καὶ μὲν δὴ καὶ ὅσα κατὰ τὴν θέσιν ἐξέστη τοῦ κατὰ φύσιν, ἐπανάγειν αὐτὰ πρὸς τὴν ἐξ ἀρχῆς φύσιν, ἔμπαλιν ἀπάγοντα· τὸ μὲν εἰς τὸ πρόσω χωρῆσαν ὀπίσω, τὸ δ’ εἰς τὴν ὀπίσω χώραν μεταστὰν ἀνθέλκοντα πρόσω. καὶ κατὰ τὰς ἄλλας ἀντιθέσεις δύο, τήν τε ἄνω καὶ τὴν κάτω, καὶ τὴν ἔνθα καὶ ἔνθα, κατὰ τὸν αὐτὸν τρόπον. εἰ δὲ, τοῦ κατὰ φύσιν ἀριθμοῦ τῶν μορίων διαφθαρέντος, εἰς νόσον ἐμπίπτει τὸ σύμπαν ὄργανον, εἰδέναι μὲν δήπου κᾀνταῦθα χρὴ, τὸ μὲν ὑπερβολὴν εἶναι τοῦ ποσοῦ, τὸ δὲ ἔλλειψιν, ὡς κᾀν τῇ κατὰ μέγεθος ἐξαλλαγῇ πρόσθεν εἴρηται, τὴν δ’ ἴασιν, ὥσπερ ἐπ’ ἐκείνης, ἐν ἀφαιρέσει τε καὶ προσθέσει γίνεσθαι. διαφέρει δὲ τοσοῦτον, ὅτι μόρια μὲν ὁλόκληρα κατὰ τοῦτο τὸ γένος, ἐν ἐκείνῳ δὲ μέρη μορίων ἀφαιρεῖν τε καὶ προστιθέναι προσήκει. Σκεπτέον δ’ οὐκ ἐπὶ τούτου τοῦ γένους μόνον, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων ὧν δύναμις ἡμῖν ἐστιν ἐξεργάσασθαι τὴν ἔνδειξιν. ἡ γὰρ τοῦ νοσήματος ἰδέα τὸν τρόπον ἐνδείκνυται μόνον τῆς ἐπανορθώσεως, εἰ δὲ ἀδύνατός ἐστιν ἢ δυνατὸς, οὐκ ἔτι συνενδείκνυται. λαμβάνεται γὰρ ἐν ἁπάσαις ταῖς ποιητικαῖς τέχναις τὸ τοιοῦτον, οὐκ ἐκ τῆς ἐννοίας τῶν γενησομένων πραγμάτων, ἀλλ’ ἐκ τῆς δυνάμεώς τε καὶ ἀδυναμίας τοῦ δημιουργοῦντος αἰτίου, καὶ προσέτι τῆς κατὰ τὴν ὕλην εὐπορίας τε καὶ ἀπορίας. τὰ γοῦν αὐτὰ πράγματα τοῖς μὲν ἀδύνατα, τοῖς δὲ δυνατὰ καθίσταται, καὶ καθ’ ἕτερον μὲν καιρὸν ἀδύνατα, καθ’ ἕτερον δὲ δυνατά. αἴτιον γοῦν ἐστι τῶν περὶ τὸ σῶμα γινομένων ἐπ’ ἀγαθῷ φύσις τε καὶ ἰατρός. ἀλλὰ τινὰ μέν τῇ φύσει, τινὰ δὲ τοῖς ἰατροῖς ἐστιν ἀδύνατα. τῇ φύσει μὲν ὀστοῦν κατεαγὸς, ὡς παραλλάττειν αὐτοῦ τὰ μόρια καὶ διεστρέφθαι τὸ κῶλον, ἀδύνατον ὀρθῶσαι καὶ διαπλάσαι, τῷ δὲ ἰατρῷ δυνατόν. οὕτω δὲ καὶ τὸ παραρθρῆσαν ἰατρῷ μὲν ἐμβαλεῖν δυνατὸν, ἀδύνατον δὲ τῇ φύσει. τὸ κοῖλον δ’ ἕλκος σαρκῶσαι, τῇ φύσει μέν ἐστι δυνατὸν, ἀδύνατον δ’ ἰατρῷ, καθάπερ γε καὶ τὸ πέψαι τι τῶν ἡμιπέπτων τε καὶ ἀπέπτων. ἀλλὰ καὶ εἰς ταῦθ’ ὑπηρετεῖ τε καὶ συμπράττει τῇ φύσει ὁ ἰατρὸς, καθαρὸν μὲν ἐργαζόμενος τὸ ἕλκος ἐπιθέσει φαρμάκου καθαίροντος, ἐπιφέρων δὲ τὰ συμμέτρως θάλποντα τοῖς πεφθῆναι δεομένοις. πολλὰ δὲ καὶ αὐτῇ τῇ φύσει τῶν ἔμπροσθεν ὑπ’ αὐτῆς ἀπεργασθέντων ἀδύνατον αὖθις ποιῆσαι, καθάπερ φλέβα, καὶ ἀρτηρίαν, καὶ σύνδεσμον, καὶ νεῦρον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῆς οὖν θεραπευτικῆς μεθόδου πρῶτον μὲν ἐξευρεῖν, ὥσπερ εἴρηται, τὸν κοινὸν ἁπάντων σκοπὸν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα· δεύτερον δὲ, καθ’ ἕκαστον γένος ὑποτάξαι τἀναντία· τρίτον ἐπὶ τούτοις, σκέψασθαι, πότε μέν ἐστι δυνατὸν ἡμῖν ἢ τῇ φύσει τῷ κατὰ τὴν ἔνδειξιν ὑπηρετῆσαι σκοπῷ, πότε δὲ ἤτοι παντάπασιν ἀδύνατον, ἢ κατὰ χρόνον ἀδύνατον, ἢ ἐκ μέρους ἀδύνατον. καὶ εἴη ἂν οὐκ ἐλαχίστη μοῖρα τῆς φυσικῆς θεωρίας, ἐν ᾗ γε χρὴ γεγυμνάσθαι τὸν ἐξευρήσοντα τὸ δυνατόν τε καὶ ἀδύνατον ἐν ἑκάστῳ τῶν ἐσομένων. αἱ πραγματεῖαι δέ εἰσιν αἱ τοῦτο διδάσκουσαι δύο, ἥ τε περὶ ζωογονίας ὀνομαζομένη, καθ’ ἣν, ὅπως ἐκ σπέρματός τε καὶ καταμηνίου τὴν γένεσιν ἔχει τὸ κυούμενον, ἐπισκεπτόμεθα, καὶ ἡ λοιπὴ περὶ τῶν φυσικῶν δυνάμεων. ἐν μὲν γὰρ τῷ περὶ τῆς φύσεως τοῦ σπέρματος ἐπισκέψαι φανεῖταί σοι πάντως, ὑποβαλόντι τὴν σκέψιν ἀποδεικτικῇ μεθόδῳ, ταῦθ’, ἅπερ ἡμῖν ἀπεδείχθη, τὸ γεννᾶσθαι τὰ πλεῖστα τῶν ἐν τῷ κυουμένῳ μόρια, τῆς διαπλαττούσης αὐτὰ δυνάμεως ὕλη χρωμένης αὐτῇ τῇ τοῦ σπέρματος οὐσίᾳ. καὶ εἴπερ τοῦτ’ ἐξεύροις, οὐκ ἂν ἔτι θαυμάσαις, εἰ μηδὲν τῶν τοιούτων ἡ φύσις ὕστερόν ποτε δύναται δημιουργεῖν. ἐν δὲ τῷ περὶ φυσικῶν δυνάμεων ἐπισκοπεῖσθαι τὴν περὶ τῶν γεγενημένων διοίκησιν, ὡς κᾀντεῦθεν εὐπορῆσαί σε τῆς εὑρέσεως, ὧν δυνατόν ἐστι τῇ φύσει ποιεῖν, αὐτῇ τε κατὰ μόνας, ὑπηρετουμένῃ τε πρὸς τῶν ἰατρῶν, ὧν τ’ ἀδύνατον. ἐν ἐκείνῳ τῷ τόπῳ, καθ’ ὃν ἐπισκεπτόμεθα περὶ τῆς τῶν δημιουργικῶν αἰτιῶν δυνάμεως καὶ τῆς τῶν ἀποτελουμένων οὐσίας, ἐξευρήσεις ἅπαντα τὰ δυνατὰ καὶ ἀδύνατα. οἶον εἰ δυνατὸν, ἀπολλυμένου χόνδρου, γεννᾶσθαι πάλιν ἕτερον χόνδρον, ἢ ἀντ’ αὐτοῦ τι παραπλήσιον. οὕτω δὲ καὶ ὀστοῦν εἰ δυνατὸν ἕτερον ποιῆσαι τοῦ μετὰ τὴν ἀποκύησιν ἀπολλυμένου, ἤ τι παραπλήσιον αὐτῷ· καὶ εἰ συμφῦναι τὸ νευρῶδες τοῦ διαφράγματος, ἢ τὴν καρδίαν, ἢ τὸ ἧπαρ, ἢ ὅλως ὁτιοῦν τῶν ἄλλων μορίων. ἐμοὶ δὲ οὐ καιρὸς ἐνταῦθα διέρχεσθαι πάντα. οὐ γὰρ εἰς ἓν τοῦτο τὸ βιβλίον ἐγχωρεῖ τὴν ὅλην ἰατρικὴν καταθέσθαι, οὐδὲ τοῦτ’ ἐξ ἀρχῆς ὁ λόγος ἔσπευδεν, ἀλλὰ τὰς μεθόδους εἰπεῖν, ἐνδείξασθαί τε περὶ τῆς συστάσεως τῆς τέχνης, ἐκ τίνων τε καὶ πόσων ἀρχῶν, καὶ κατὰ τίνας ὁδοὺς γίγνεται. καταπαύσας οὖν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον, εἰς ἕν τε κεφάλαιον ἀναβαλὼν, προσθήσω τῷ πρόσθεν ἤδη συνεστῶτι μέρει τῆς τέχνης. ὡς γὰρ ἐν ἐκείνῳ τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωμάτων εἶδος ἐξευρόντες ἠξιοῦμεν ἐν ταῖς κατὰ μέρος ὕλαις αὐτὸ θεάσασθαι πάσαις, οὕτω καὶ νῦν, ὑπὸ τῆς θεραπευτικῆς μεθόδου τῶν σκοπῶν εὑρημένων, εἰς τὰς κατὰ μέρος ὕλας ἐμβιβάζειν αὐτοὺς ἀξιώσομεν, ἵνα γνῶσιν, ὅσα τε δυνατὸν γίγνεσθαι κατ’ αὐτήν εἰσιν, ἢ ἐκ μέρους, ἢ κατά τινα χρόνον, ὅσα τ’ ἀδύνατον παντάπασιν· ἐπισκοπεῖσθαι δὲ κᾀνταῦθα τὴν πρὸς τὰς ἄλλας τέχνας ἀναλογίαν. ὡς γὰρ εἴ τις, ἐξ ὀπτῶν πλίνθων γεγενημένης οἰκίας, εἶτα πεπονθυίας κατά τι μέρος, ἐπανορθοῦσθαι τοῦτο κελεύσειεν, ἐξαιροῦντας μὲν, ὅσαι πεπόνθασι τῶν πλίνθων, εἰς δὲ τὸν ἐκείνων τόπον ἐντιθέντας ἑτέρας ἀπαθεῖς, ἀναγκαῖον ἔσται τῷ δημιουργῷ κατασκευάζειν πρότερον ἑτέρας ὁμοίας ταῖς πεπονθυίαις, ἔτι τε πρὸς τούτῳ τὴν ἐπιτηδείαν ὕλην οὐκ ἔχοντος παρασχεῖν τοῦ δεσπότου τῆς οἰκίας, ἀδύνατον εἷναι λέγειν τὴν ἐπανόρθωσιν· οὕτως ἔχει κᾀπὶ τοῦ νῦν προκειμένου σκέμματος. ἀπορίᾳ γὰρ τῆς ὕλης οὐδὲν ἐξ ὑστέρου ποιεῖν ἡ φύσις οἵα τ’ ἐστὶν, ὧν ἐκ σπέρματος ἐν τῷ διαπλάττειν τὸ ζῶον ἐποίησεν. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, προσθῶμεν τῷ λόγῳ τὸ λεῖπον, ὑπερ ὧν ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐξευρίσκοντες τὰ βοηθήματα. τὰς μὲν γὰρ οἷον γενικὰς αὐτῶν ἰδέας διήλθομεν, ὡς χρὴ τὰ μὲν ψύχειν, τὰ δὲ θερμαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲ ξηραίνειν. οὗτοι γὰρ ἐν τοῖς ὁμοιομερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς κατ’ ἀριθμὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήματα, καὶ κενοῦν τὰ πεπληρωμένα, καὶ πληροῦν τὰ κεκενωμένα, καὶ τὰς ἐμφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστομώσεις συνάγειν, καὶ τὰ μεμυκότα, καὶ πεπυκνωμένα πρὸς τοὐναντίον ἐπιστρέφειν, τὰ μὲν ἀναστομοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήματι πρὸς τὸ κατὰ φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισμένων. ἀλλ’ ἐν ἅπασι τούτοις ἐξευρίσκειν ὕλας βοηθημάτων οὐ μικρόν ἐστι μόριον τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων, ἐπειδὴ συμβαίνει μὴ μόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ ἔνθα μεταχωρεῖν τὸ ἐξιστάμενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω τόπον ὑπὸ τῆς τῶν μυῶν συντονίας ἀνέλκεσθαι, διττῆς κινήσεώς ἐστι τοῖς ἐμβάλλουσιν ἡ χρεία, πρώτης μὲν τῆς κάτω, δευτέρας δὲ τῆς εἰς τὴν οἰκείαν χώραν ἀποθέσεως. καὶ διὰ τοῦτο χωρὶς ἀντιτάσεως ἀδύνατον γενέσθαι τὴν ἐμβολήν. εἰς δὲ τὴν ἀντίτασιν ὅτι μὲν ἰσχυροτέρων ἀντιλήψεών τε καὶ τάσεών ἐστι χρεία, πρόδηλον ἅπαντι. ποιεῖν δ’ αὐτὰ ἐνίοτε διὰ τῶν ἡμετέρων χειρῶν ἀδυνατοῦντες, ὄργανα πρὸς τοῦτ’ ἐξευρήκαμεν ἐπιτήδεια. τὰ πολλὰ δ’ αὐτῶν καὶ εἰς αὐτὴν τὴν ἀπόθεσιν τῶν ἐξηρθρηκότων συμπράττει. καὶ ταῦτα πάντα τὰ ὄργανα τῶν βοηθημάτων ὕλαι τινές εἰσιν, ὥσπερ καὶ τὰ ἁρμοζόμενα πάντα, καὶ τὰ φάρμακα, καὶ τὰ ἐδέσματα, καὶ τὰ πόματα, καὶ ἁπλῶς ὅσα προσαγόμενα τῷ σώματι τὰς εἰρημένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἐπανάγει. χρὴ τοίνυν πεπραγματεῦσθαι καὶ περὶ τῆς τούτων ὕλης τὸν ἰατρὸν, συμβιβάζοντα τοὺς εἰρημένους ἔμπροσθεν σκοποὺς τῇ χρήσει τῶν ὑλῶν, ἵνα μή ποτε πλανηθῇ ὅμιοιόν τι πάθος τοῖς οἰομένοις, ὅσα μὲν δεῖται ψύχεσθαι, πᾶσιν αὐτοῖς ἁρμόττειν ὕδωρ ψυχρὸν, ὅσα δὲ θερμαίνεσθαι, θερμὸν, οὐκ εἰδόσιν, ὅτι κατὰ συμβεβηκὸς ἐνίοτε καὶ τὸ ψυχρὸν θερμαίνει, καὶ τὸ θερμὸν ψύχει. πλεῖστα δὲ περὶ τῆς ἐν τούτοις ἅπασι μεθόδου κατὰ τὴν περὶ φαρμάκων πραγματείαν λέγονται. ἐν δὲ τῷ παρόντι λόγῳ τοῦτο προσθῶμεν, ὡς ἅπαν τὸ τοιοῦτον γένος τῆς ὕλης τῶν βοηθημάτων ἐν προσφερομένοις, καὶ ποιουμένοις, καὶ κενουμένοις, καὶ τοῖς ἔξωθεν προσπίπτουσι κεῖται, δι’ ὦν ἁπάντων ὁ συνιστάμενος τὴν τέχνην διεξελθὼν καὶ τῆς κατὰ μέρος ὕλης ἁπάσης ἐπιστήμην ἔχων οὐ μόνον τῆς δυνάμεως, ἀλλὰ καὶ τῆς χρήσεως οὕτως ἂν εἴη συμπεπληρωκὼς ἅπαντα τὰ ὑγιεινὰ τῶν αἰτίων, ὡς μηδὲν λείπειν αὐτῷ πρὸς τὴν τῆς θεραπευτικῆς τέχνης σύστασιν, εἰς δύο κεφάλαια τούτων ἁπάντων ἀναγομένων, εἴς τε τὴν γνῶσιν τῶν σωμάτων, οἶς προσάγεται τὰ βοηθήματα, καὶ αὐτὴν τὴν τῶν βοηθημάτων φύσιν. Ὑπόλοιπον δ’ ἂν εἴη πράττειν αὐτῷ μέλλοντι τὰ κατὰ τὴν τέχνην, ἐξευρῆσθαί τινα διαγνωστικὴν θεωρίαν ἁπασῶν τῶν διαθέσεων, καὶ μάλισθ’ ὅσαι περὶ τὰ κατὰ βάθος μόρια συνίστανται. οὐδὲ γὰρ ἐνταῦθα τοῦ τυχόντος ἐστὶν ἐξευρεῖν ἑκάστου τῶν μορίων, ἢ τῶν ἁπλῶν, ἢ τῶν ὀργανικῶν, τὴν νοσώδη διάθεσιν, ὅταν ἐν τῷ βάθει τύχῃ κείμενον. ἀλλὰ κᾀνταῦθα μεθόδῳ τινὶ χρὴ πειρᾶσθαι τὸ πεπονθὸς ἐξευρίσκειν ἅμα τῇ περὶ αὐτὸ διαθέσει, περὶ ἧς εἴρηται καὶ ἡμῖν ἑτέρωθι διὰ πλειόνων. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν μεθόδων ἐνταῦθα τὰ κεφάλαια διήλθομεν, οὕτω καὶ περὶ τούτων εἰπεῖν ἀναγκαῖόν ἐστι, καὶ πρῶτόν γε, διὰ τίνος γένους τῶν παρὰ φύσιν ἐλπίζειν χρὴ τὴν διάγνωσιν αὐτῶν ποιήσασθαι. τρία γάρ ἐστι τὰ σύμπαντα γένη τῶν παρὰ φύσιν, ἓν μὲν, αἱ διαθέσεις αἱ βλάπτουσαι τὴν ἐνέργειαν· ἕτερον δὲ, τὰ τούτων αἴτια· καὶ τρίτον, τὰ συμπτώματα. τὰ μὲν οὖν αἴτια κυριώτατα μὲν, ὅταν ἐνεργῶσι, ταύτης τῆς προσηγορίας ἀξιοῦται. λέγεται μέντοι γε πολλάκις, εἰ καὶ μηδέπω μηδὲν ἐνεργεῖ, κατ’ αὐτὸ τὸ δύνασθαι μόνον, οἷον καὶ ἡ ἀπεψία νόσων αἰτία λέγεται, κᾂν μηδέπω νοσάζῃ. καλῶ δὲ ἀπεψίαν οὐ μόνον τῆς ἐν γαστρὶ πέψεως τὴν ἀποτυχίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀγγείοις τε καὶ ἥπατι, καὶ κατὰ τὸν ὄγκον σύμπαντα. τῶν δὲ συμπτωμάτων τὸ γένος εἰς τρεῖς τέμνεται διαφορὰς, τὴν βλάβην τῶν ἐνεργειῶν, τὰ συμβεβηκότα τοῖς σώμασι, τὰς τῶν ἐκκρινομένων ἀμετρίας. ἁπάντων δὲ τούτων αἰτία τοῦ σώματός ἐστιν ἡ διάθεσις, ἣν εἴτε νόσον, εἴτε πάθος ὀνομάζοι τις, οὐ διοίσει. γνωρίζεται δ’ εἰκότως ὑπὸ τῶν συμπτωμάτων, αἰτίας γε λόγον ἔχουσα πρὸς αὐτά. ἔνια μὲν οὖν αὐτῶν ἐξ ἀνάγκης ἕπεται ταῖς διαθέσεσιν, ἔνια δ’ οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἤτοι πλειστάκις, ἢ σπανιάκις, ἢ ἀμφιδόξως. ὥσπερ αὖ πάλιν ἕτερα συμπτώματα, τὰ μὲν ἐξ ἀνάγκης ἕπεται τῇ διαφορᾷ τῆς διαθέσεως, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ, τὰ δ’ ἀμφιδόξως, τὰ δὲ σπανίως. ὅσα μὲν οὖν ἐξ ἀνάγκης ἕπεται τῷ νοσήματι συμπτώματα, παθογνωμονικὰ προσαγορεύεται, καὶ ταῦθ’ ἡγεῖσθαι χρὴ γνωρίσματα βέβαια τῶν νοσημάτων ὑπάρχειν. ὅσα δ’ οὐκ ἐξ ἀνάγκης, ἤτοι τῆς διαφορᾶς εστι τοῦ νοσήματος, ἢ τοῦ ἤθους, ἢ τοῦ μεγέθους ἐνδεικτικά. δείξω δ’ ἐπὶ παραδείγματος ἑνὸς ἑκάστου τῶν εἰρημένων τὴν δύναμιν, ἵν’ ἐντεῦθεν ὁρμώμενος ἔχῃς γυμνάζειν σεαυτὸν ὁμοίως ἐν ἅπασι κατὰ τὴν αὐτὴν μέθοδον. ὑποκείσθω φλεγμαίνειν ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑμήν. ἐστὶ δὲ δήπου τοῦτο τὸ πάθος ἡ φλεγμονὴ, συμπτώματα μὲν ἐξ ἀνάγκης ἔχουσα τὸν παρὰ φύσιν ὄγκον, ἔρευθος, ὀδύνην, ὧν οὐχ ὑποπίπτει νῦν τὰ δύο, λείπεται δὲ τὸ ἄλγημα μόνον, ὅ κατὰ τὰς πλευρὰς ἐρείδει νυγματῶδες γιγνόμενον. ἀλγεῖ μὲν οὖν ὁ ἄνθρωπος, ὅτι φλεγμονὴ τὸ πάθος. ἡ δὲ ἰδέα τῆς ὀδύνης νυγματώδης, ὅτι καὶ ἡ οὐσία τοῦ πεπονθότος ἐστὶν ὑμενώδης. κατὰ δὲ τὴν πλευρὰν ἐρείδει, διότι ἐν ταύτῃ κεῖται τὸ πεπονθός. καὶ μὲν δὴ καὶ μέχρι πλείστου διήκει, διότι καὶ αὐτὸς ὁ ὑπεζωκὼς ἐπὶ πλεῖστον ἐκτέταται. πυρετὸς δ’ ἐξ ἀνάγκης ἕπεται διὰ τό τε πάθος καὶ τὴν θέσιν τοῦ πεπονθότος· ὧν ἐὰν ἀπῇ θάτερον, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει πυρετός. οὐδὲ γὰρ ἐὰν ὁ δάκτυλος φλεγμαίνῃ, πάντως πυρέττουσιν, ὅτι πόῤῥω τῆς καρδίας. οὐδ’ ὅταν οὖν ὁ ὑπεζωκὼς μὲν πάθῃ, τὸ πάθος δ’ ἤτοι σκίῤῥος, ἢ οἴδημα τύχῃ. καὶ μὴν καὶ ἡ δύσπνοια τῶν ἐξ ἀνάγκης ἀκολουθησάντων ἔσται τῷ πεπονθότι τόπῳ, διότι μέρος ἐστὶν ἀναπνευστικοῦ τινος ὀργάνου. τὸ μέντοι τῆς δυσπνοίας εἶδος οὐ διὰ τὸ μέρος, ἀλλὰ διὰ τὸ πάθος ἔσται. κωλύει γὰρ ἡ ὀδύνη διεστάλθαι μέχρι πλείστου τὰ τῆς ἀναπνοῆς ὄργανα. προκαταλύει τοιγαροῦν τῆς ἀναπνοῆς τὴν ἐνέργειαν, οὐδέπω τῆς χρείας πεπληρωμένης, ὅθεν ἀναγκάζεται διὰ τάχους ἐπὶ τὴν δευτέραν ἐνέργειαν ἰέναι, μηκέτ’ ἠρεμοῦντα τοσοῦτον, ὅσον ὅτ’ ἐν τῷ κατὰ φύσιν ἦν, καὶ οὕτω γίγνεται τὸ πνεῦμα μικρὸν καὶ πυκνόν. ἀλλὰ καὶ ἡ τῶν σφυγμῶν ἀλλοίωσις ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ φλεγμονῇ τοῦ ὑπεζωκότος, ἥ τ’ ἀχώριστος τῶν πυρετῶν, καὶ ἡ κατὰ τὴν τοῦ πεπονθότος ἰδέαν. σφύζουσι γὰρ αὐτοῖς αἱ ἀρτηρίαι, διότι μὲν πυρέττουσι μεῖζον, καὶ θᾶττον, καὶ πυκνότερον, ὅτι δὲ νευρῶδες τὸ φλεγμαῖνον, ἅμα τάσει τε καὶ σκληρότητι. ταῦτα μὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ συμπτώματα τῇ φλεγμονῇ τοῦ ὑπεζωκότος. ἐξ ἀνάγκης δὲ κἀκ τῶν ἑπομένων ἕν τι, ἤτοι γε ἐπὶ τὴν πεπονθυῖαν πλευρὰν ἡ κατάκλισις ἧττον ἐπώδυνός ἐστιν, ἢ ἐπὶ τὴν ἀντικειμένην, ἢ ἐπ’ ἀμφοτέρας παραπλησίως. διπλοῦ γὰρ ὄντος τοῦ ὑπεζωκότος, εἰ μὲν οὗν τὸ περὶ τοῖς ὀστοῖς ἔξωθεν αὐτοῦ μέρος ἰσχυρότερον φλεγμαίνοι, ῥᾷον ἐπὶ τὸ ἀντικείμενον κατακλίνονται, θλίβονται γὰρ ἐπὶ τοῦ πεπονθότος· εἰ δὲ τὸ ἕτερον τὸ ἔνδον, ὅπερ ὡς τὰ πολλὰ συμβαίνειν εἴωθεν, ἐπὶ τὸ ἀντικείμενον ὀδυνῶνται μᾶλλον κλινόμενοι· κρέμαται γὰρ αὐτοῖς τὸ φλεγμαῖνον· εἰ δ’ ἐπὶ τὸ πεπονθὸς, ἧττον, οὔτε γὰρ θλίβεται πρὸς τοῖς ὀστοῖς, οὔτε κρέμαται, ἀλλ’ ἀμφοῖν γε τούτοις ἠλευθέρωται, καὶ κατὰ θατέρου τοῦ ἀπαθοῖς ἐστήρικται. παθόντων δὲ ἀμφοτέρων τῶν μερῶν τοῦ ὑπεζωκότος, ὁμοίως ἐπ’ ἀμφοτέραις ταῖς πλευραῖς κλίνονται. καὶ μὲν δὴ καὶ τῷ διήκειν τὸ ἄλγημα τοῖς μὲν εἰς ὑποχόνδριον, ἐνίοις δ’ εἰς κλεῖν, διά τε τὴν φύσιν τοῦ πεπονθότος γίνεται μορίου, καὶ τὸ τῆς φλεγμονῆς σύμπτωμα τὸ ἐκτείνεσθαι τὴν ὀδύνην. ἐπεὶ γὰρ ἄχρι τε τῶν κλειδῶν ὁ ὑπεζωκὼς ἀνήκει, καὶ κατὰ τοῦ διαφράγματος ἅπαντος, τῶν μὲν ἄνω μερῶν αὐτοῦ φλεγμαινόντων, ἡ κλεὶς κατασπᾶσθαι δοκεῖ, τῶν κάτω δ’, εἰς ὑποχόνδριον ἐξήκει τὸ ἄλγημα. μικρὰν οὖν χρὴ πάνυ κατὰ τὰ μέσα τῶν πλευρῶν γενέσθαι τὴν φλεγμονὴν, ἵν’ εἰς μηδέτερον ἐξίκηται, ὡς ἥ γε μεγάλη πρὸς ἄμφω διϊκνεῖται. καὶ μὴν καὶ τὸ διϊδροῦσθαί τινα καὶ ἀποχεῖσθαι τοῦ φλεγμαίνοντος μορίου λεπτὸν ἰχῶρα διά τε τὸ νόσημα γενήσεται καὶ τὸ μορίον, ὥσπερ καὶ τοῖς ἐν τῷ στόματι φλεγμαίνουσιν ἅπασι συμπίπτει καὶ τοῖς ὀφθαλμοῖς. ἐξ ἐπιῤῥοῆς τε γὰρ τῶν ὑγρῶν ἡ φλεγμονὴ, καὶ τὸ μέρος ἀραιὸν, οὐχ ὥσπερ τὸ δέρμα πεπιλημένον τε καὶ πυκνόν. ὅταν μὲν οὖν πολλή τε ἅμα καὶ λεπτὴ κατὰ τὸ φλεγμαῖνον ἡ ὑγρότης ὑπάρχῃ, καὶ τὸ μόριον ἀραιὸν, πλεῖστον ἀποχεῖται πρὸς τὸ ἐκτός· ὅταν δ’ ἔμπαλιν ὀλίγον τε ᾖ καὶ παχὺ τὸ ῥεῦμα, καὶ τὸ σῶμα πυκνὸν ἐλάχιστον. τουτὶ δ’ ἐλάχιστον ἐρεθίζει μὲν εἰς βῆχα, πτύουσι δὲ οὐδέν· ὥσπερ γε κᾀπειδὰν πλεῖστον γίνηται, βήχουσί τε πλεῖστα καὶ ἀναπτύουσιν οὐκ ὀλίγα. καὶ εἴη ἂν τὸ μὲν βήττειν ἀχώριστον τοῦ πάθους, τὸ δὲ πτύειν ἐπὶ τῷ βήττειν οὐκ ἀχώριστον μὲν, ὡς ἐπὶ τὸ πολὺ δὲ γιγνόμενον. εἰ μέντοι γε ἀναπτύοιεν, ἐξ ἀνάγκης μὲν χρωσθήσεται τὸ σίελον, οὐ μὴν ἀεί γε ταὐτῷ χρώματι, διότι μηδ’ ἐν τῷ φλεγμαίνοντι μέρει τῆς αὐτῆς ἀεὶ φύσεώς ἐστι τὸ περιττόν. ὅταν μὲν οὖν αἱματῶδες ἢ χολῶδες ὑπάρχῃ, τοιοῦτον δ’ ἐν πλευρίτισι τοὐπίπαν ἐστὶ τὸ τὴν φλεγμονὴν ἐργαζόμενον ῥεῦμα, κέχρωσται τὸ σίελον αὐτοῦ ὀῤῥῷ ὑπὸ τοῦ περιεχομένου χυμοῦ κατὰ τὸ φλεγμαῖνον· ἐρυθρὸν μὲν, ὅταν αἱματικὸν ὑπάρχῃ τὸ ῥυὲν εἰς τὸν ὑπεζωκότα· ξανθὸν δ’, ὅτε πικρόχολόν ἐστιν. εἰ μέντοι φλεγματώδης χυμὸς πρῶτον σφηνωθείς τε καὶ διασαπεὶς αἴτιος καθίσταται τοῦ τὴν φλεγμονὴν ἐργασαμένου ῥεύματος, τηνικαῦτα ἀποπτύουσιν ἀφρώδη. πτύουσι δὲ καὶ μέλανά ποτε, κατοπτηθέντος τοῦ ῥεύματος, ἄν θ’ αἱματικὸν, ἄν τε πικρόχολον ἦ συνενδείξεται οὖν τὰ τοιαῦτα πάντα τῇ τε τοῦ πεπονθότος μορίου διαγνώσει καὶ τῇ τοῦ πάθους τὴν διαφορὰν τοῦ ῥεύματος. ὥστ’ ἐκ τῶν εἰρημένων εὔδηλον, ὡς καὶ τὴν οὐσίαν ἑκάστου τῶν πεπονθότων μορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν εἰς τὴν τῶν νοσημάτων τε καὶ νοσούντων τόπων εὕρεσιν. ὅτι δ’ οὐδὲν διαφέρει λέγειν, ἢ θέσιν, ἢ σύνθεσιν, ἢ πρὸς τὰ παρακείμενα κοινωνίαν, εὔδηλον εἶναι νομίζω, κᾂν ἐγὼ μὴ λέγω.