<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg003.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><head>ΓΑΛΗΝΟΥ ΟΤΙ ΑΡΙΣΤΟΣ ΙΑΤΡΟΣ <lb/>ΚΑΙ ΦΙΛΟΣΟΦΟΣ.</head><p>Οἷόν τι πεπόνθασιν οἱ πολλοὶ τῶν ἀθλητῶν, ἐπιθυμοῦντες <lb/>μὲν ὀλυμπιονῖκαι
                        γενέσθαι, μηδὲν δὲ πράττειν, ὡς τούτου <lb/>τυχεῖν, ἐπιτηδεύοντες, τοιοῦτόν
                        τι καὶ τοῖς πολλοῖς τῶν <lb/>ἰατρῶν συμβέβηκεν. ἐπαινοῦσι μὲν γὰρ
                        Ἱπποκράτην, καὶ <lb/>πρῶτον ἁπάντων ἡγοῦνται, γενέσθαι δὲ αὐτοὺς ἐν ὁμοίοις
                        <lb/>ἐκείνῳ, πάντα μᾶλλον ἢ τοῦτο πράττουσι. ὁ μὲν γὰρ οὐ <lb/>μικρὰν μοῖραν
                        εἰς ἰατρικήν φησι συμβάλλεσθαι τὴν ἀστρονομίαν, <lb/>καὶ δηλονότι τὴν ταύτης
                        ἡγουμένην ἐξ ἀνάγκης <lb/>γεωμετρίαν. οἱ δ’ οὐ μόνον αὐτοὶ μετέρχονται
                        τούτων οὐδέτερον, <pb n="54"/> ἀλλὰ καὶ τοῖς μετιοῦσι μέμφονται. καὶ μὲν δὴ
                        καὶ <lb/>φύσιν σώματος, ὁ μὲν ἀκριβῶς ἀξιοῖ γιγνώσκειν, ἀρχὴν εἶναι
                        <lb/>φάσκων αὐτὴν τοῦ κατ’ ἰατρικὴν λόγου παντός. οἱ δ’ <lb/>οὕτω καὶ περὶ
                        τούτων σπουδάζουσι, ὡς οὐ μόνον ἑκάστου <lb/>τῶν μορίων οὐσίαν ἢ πλοκὴν, ἢ
                        διάπλασιν, ἢ μέγεθος, ἢ <lb/>τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν, ἀλλ’ οὐδὲ
                        τὴν θέσιν <lb/>ἐπίστανται. καὶ μέν γε ὡς ἐκ τοῦ μὴ γιγνώσκειν κατ’ εἴδη
                        <lb/>τε καὶ γένη διαιρεῖσθαι τὰ νοσήματα, συμβαίνει τοῖς ἰατροῖς
                        <lb/>ἁμαρτάνειν τῶν θεραπευτικῶν σκοπῶν, Ἱπποκράτει μὲν εἴρηται
                        <lb/>προτρέποντι τὴν λογικὴν ἡμᾶς ἐξασκεῖν θεωρίαν. οἱ δὲ <lb/>νῦν ἰατροὶ
                        τοσοῦτον ἀποδέουσιν ἠσκῆσθαι κατ’ αὐτὴν, ὥστε καὶ <lb/>τοῖς ἀσκοῦσιν, ὡς
                        ἄχρηστα μεταχειριζομένοις, ἐγκαλοῦσι. οὕτω <lb/>δὲ καὶ τοῦ προγιγνώσκειν τε
                        τὰ προγεγονότα, καὶ τὰ παρόντα <lb/>καὶ τὰ μέλλοντα γενήσεσθαι τῷ κάμνοντι
                        νοσήματα, <lb/>πολλὴν χρῆναι πεποιῆσθαι πρόνοιαν, Ἱπποκράτης φησίν. οἱ
                        <lb/>δὲ καὶ περὶ τοῦτο τὸ μέρος τῆς τέχνης ἐπὶ τοσοῦτον ἐσπουδάκασιν,
                        <lb/>ὥστ’, εἴ τις αἱμοῤῥαγίαν ἢ ἱδρῶτα προείπῃ, <pb n="55"/> γόητά τε καὶ
                        παραδοξολόγον ἀποκαλοῦσιν. σχολῇ γ’ ἂν οὗτοι <lb/>τἄλλα προλέγοντός τινος
                        ἀνάσχοιντο· <milestone unit="ed2page" n="357"/> σχολῇ δ’ ἄν ποτε <lb/>τῆς
                        διαίτης τὸ σχῆμα πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ νοσήματος <lb/>ἀκμὴν
                        καταστήσαιντο· καὶ μὴν Ἱπποκράτης οὕτως <lb/>γε διαιτᾷν κελεύει. τί δὴ οὖν
                        ἐστὶ τὸ ὑπόλοιπον εἰς ὃ ζηλοῦσι <lb/>τἀνδρός; ὁ γὰρ δὴ τήνδε τῆς ἑρμηνείας
                        δεινότητα, τῷ μέν <lb/>γε καὶ τοῦτο κατώρθωται. τοῖς δ’ οὕτω τοὐναντίον,
                        ὥστε <lb/>πολλοὺς αὐτῶν ἐστιν ἰδεῖν καθ’ ἓν ὄνομα δὶς ἁμαρτάνοντας, <lb/>ὃ
                        μηδ’ ἐπινοῆσαι ῥᾴδιον. </p></div><div type="textpart" subtype="chapter" n="2"><p>διόπερ ἔδοξέ μοι <milestone unit="ed1page" n="9"/> ζητῆσαι <lb/>τὴν αἰτίαν, ἥ
                        τίς ποτ’ ἐστὶ, δι’ ἣν, καίτοι θαυμάζονται <lb/>ἅπαντες τὸν ἄνδρα, μήτ’
                        ἀναγινώσκουσιν αὐτοῦ τὰ συγγράμματα, <lb/>μήτ’, εἰ καί τῳ τοῦτο παρασταίη,
                        συνίησι τῶν λεγομένων, <lb/>ἢ, εἰ καὶ τοῦτο εὐτυχήσειεν, ἀσκήσει τὴν θεωρίαν
                        <lb/>ἐπεξέρχεται, βεβαιώσασθαί τε καὶ εἰς ἕξιν ἀγαγεῖν βουλόμενος,
                        <lb/>εὑρίσκων δὴ καὶ σύμπαντα κατορθούμενα βουλήσει <lb/>τε καὶ δυνάμει τοῖς
                        ἀνθρώποις παραγιγνόμενα. θατέρου <pb n="56"/> δ’ αὐτῶν ἀτυχήσαντι τὸ καὶ τοῦ
                        τέλους αὐτῶν ἀναγκαῖον <lb/>ἀποτυχεῖν. αὐτίκα γέ τοι τοὺς ἀθλητὰς, ἢ διὰ τὴν
                        τοῦ <lb/>σώματος ἀφυΐαν, ἢ διὰ τὴν τῆς ἀσκήσεως ἀμέλειαν ὁρῶμεν
                        <lb/>ἀποτυγχάνοντας τοῦ τέλους. οὕτω δ’ ἂν καὶ ἡ τοῦ σώματος <lb/>φύσις
                        ἀξιόνικος ᾖ, καὶ τὰ τῆς ἀσκήσεως ἄμεμπτα, τίς <lb/>μηχανὴ μὴ οὐ πολλῷ
                        ἀνελέσθαι τόνδε στεφανίτας ἀγῶνας; <lb/>ἆρ’ οὖν ἐν ἀμφοτέροις οἱ νῦν ἰατροὶ
                        δυστυχοῦσιν, οὔτε δύναμιν, <lb/>οὔτε βούλησιν ἀξιόλογον ἐπιφερόμενοι, περὶ
                        τὴν τῆς <lb/>τέχνης ἄσκησιν, ἢ τὸ μὲν ἕτερον αὐτοῖς ὑπάρχει, θατέρου <lb/>δ’
                        ἀπολείπονται. τὸ μὲν δὴ μηδένα φύεσθαι δύναμιν ἔχοντα <lb/>ψυχικὴν ἱκανὴν
                        καταδέξασθαι τέχνην οὕτω φιλάνθρωπον, <lb/>οὔ μοι δοκεῖ λόγον ἔχειν. ὁμοίου
                        γὰρ τοῦ κόσμου καὶ <lb/>τότ’ ὄντος, καὶ νῦν, καὶ μήτε τῶν ὡρῶν τῆς τάξεως
                        <lb/>ὑπηλλαγμένης, μήτε τῆς ἡλιακῆς περιόδου μετακεκοσμημένης, <lb/>μήτ’
                        ἄλλου τινὸς ἀστέρος, ἢ ἀπλανοῦς, ἢ πλανωμένου <lb/>μεταβολήν τινα ἐσχηκότος.
                        εὔλογον δὲ διὰ μοχθηρὰν τροφήν, <lb/>ἣν οἱ νῦν ἄνθρωποι τρέφονται, καὶ διὰ
                        τὸ τὸν <pb n="57"/> πλοῦτον ἀρετῆς εἶναι τιμιώτερον, οὔθ’ οἶος Φειδίας ἐν
                        πλάσταις, <lb/>οὔθ’ οἶος Ἀπελλῆς ἐν γραφεῦσιν, οὔθ’ οἶος Ἱπποκράτης <lb/>ἐν
                        ἰατροῖς, ἔτι γενέσθαι τινά. καίτοι τό γε ὑστέροις <lb/>τῶν παλαιῶν ἡμῖν
                        γεγονέναι, καὶ τὸ τὰς τέχνας ὑπ’ ἐκείνων <lb/>ἐπὶ πλεῖστον προηγμένας
                        παραλαμβάνειν οὐ μικρὸν ἦν πλεονέκτημα. <lb/>τὰ γοῦν ὑφ’ Ἱπποκράτους
                        εὑρημένα χρόνῳ παμπόλλῳ <lb/>ῥᾷστον ἦν ἐν ὀλιγίστοις ἔτεσιν ἐκμαθόντα τῷ
                        <lb/>λοιπῷ χρόνῳ τοῦ βίου πρὸς τὴν τῶν λειπόντων εὕρεσιν καταχρήσασθαι.
                        <lb/>ἀλλ’ οὐκ ἐνδέχεται πλοῦτον ἀρετῆς τιμιώτερον <lb/>ὑποθέμενον, καὶ τὴν
                        τέχνην οὐκ εὐεργεσίας ἀνθρώπων <lb/>ἕνεκεν, ἀλλὰ χρηματισμοῦ μαθόντα, τοῦ
                        τέλους τοῦ κατ’ <lb/>αὐτὴν ἐφίεσθαι. φθάσουσι γὰρ ἕτεροι πλουτῆσαι, πρὶν
                        ἡμᾶς <lb/>ἐπὶ τὸ τέλος αὐτῆς ἐξικέσθαι. οὐ γὰρ δὴ δυνατὸν ἅμα
                        <lb/>χρηματίζεσθαί τε, καὶ οὕτω μεγάλην ἐπασκεῖν τέχνην, ἀλλ’ <lb/>ἀνάγκη
                        καταφρονῆσαι θατέρου τὸν ἐπὶ θάτερον ὁρμήσαντα <lb/>σφοδρότερον. ἆρ’ οὖν
                        ἔχομέν τινα τῶν νῦν ἀνθρώπων εἰπεῖν, <lb/>εἰς τοσοῦτον μόνον ἐφιέμενον
                        χρημάτων κτήσεως, εἰς <pb n="58"/> ὅσον ὑπηρετεῖν ἐξ αὐτῆς ταῖς ἀναγκαίαις
                        χρείαις τοῦ σώματος; <lb/>ἔστι τις ὁ δυνάμενος οὐ μόνον λόγῳ πλάσασθαι, ἀλλ’
                        <lb/>ἔργῳ διδάξασθαι τοῦ κατὰ φύσιν πλούτου τὸν ὅρον, ἄχρι <lb/>τοῦ μὴ
                        πεινῇν, μὴ διψῇν, μὴ ῥιγοῦν προϊόντος; </p></div><div type="textpart" subtype="chapter" n="3"><p>καὶ μὴν <lb/>εἴ τίς γ’ ἐστὶ τοιοῦτος, ὑπερόψεται μὲν Ἀρταξέρξου τε καὶ
                        <lb/>Περδίκκου. καὶ τοῦ μὲν οὐδ’ ἄν εἰς ὄψιν ἀφί<milestone unit="ed2page" n="358"/>κοιτό ποτε· <lb/>τὸν δ’ ἰάσεται μὲν, νοσοῦντα νόσημα τῆς
                        Ἱπποκράτους τέχνης <lb/>δεόμενον, οὐ μὴν ἀξιώσει γε διὰ παντὸς συνεῖναι,
                        θεραπεύσει <lb/>δὲ τοὺς ἐν Κρανῶνι καὶ Θάσῳ καὶ ταῖς ἄλλαις <lb/>πολίχναις
                        πένητας. ἀπολείψει δὲ Κώοις μὲν καὶ πολίταις <lb/>Πόλυβόν τε, καὶ τοὺς
                        ἄλλους μαθητὰς, αὐτὸς δὲ πᾶσαν <lb/>ἀλώμενος ἐφέξει τὴν Ἑλλάδα. χρὴ γὰρ
                        αὐτὸν γράψαι τι <lb/>καὶ περὶ φύσεως χωρίων. ἵν’ οὖν κρίνῃ τῇ πείρᾳ τὰ ἐκ
                        <lb/>λόγου διδαχθέντα, χρὴ πάντως αὐτὸν πόλεως γενέσθαι αὐτόπτην <lb/>τῆς
                        πρὸς μεσημβρίαν τετραμμένης καὶ τῆς πρὸς <lb/>ἄρκτον, καὶ τῆς πρὸς ἥλιον
                        ἀνίσχοντα καὶ τῆς πρὸς <pb n="59"/> δυσμάς· ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ
                        κειμένην, καὶ τὴν <lb/>ἐφ’ ὑψηλῷ, καὶ τὴν ἐπακτοῖς ὕδασι χρωμένην, καὶ τὴν
                        <lb/>πηγαίοις, καὶ τὴν ὀμβρίοις, καὶ τὴν ἐκ λιμνῶν καὶ <lb/>ποταμῶν·
                        ἀμελῆσαι δὲ καὶ μήδ’ εἴ τις ψυχροῖς ἄγαν <lb/>ὕδασι, μήδ’ εἴ τις θερμοῖς
                        χρῆται, μήτε νιτρώδεσι, μήτε <lb/>στυπτηριώδεσιν, ἤ τισιν ἑτέροις τοιούτοις·
                        ἰδεῖν δὲ καὶ ποταμῷ <lb/>μεγάλῳ πρόσοικον πόλιν, καὶ λίμνῃ, καὶ ὄρει, καὶ
                        <lb/>θαλάττῃ, καὶ τἄλλα πάντα νοῆσαι, καὶ περὶ ὧν αὐτὸς ἡμᾶς <lb/>ἐδίδαξεν·
                        ὥστε οὐ μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν <lb/>τοιοῦτον ἐσόμενον, ἀλλὰ
                        καὶ φιλόπονον ἐσχάτως ὑπάρχειν. <lb/>καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί
                        τινα μεθυσκόμενον, <lb/>ἐμπιπλάμενον, ἢ ἀφροδισίοις προσκείμενον, ἢ,
                        συλλήβδην <lb/>εἰπεῖν, αἰδοίοις καὶ γαστρὶ δουλεύοντα. σωφροσύνης γοῦν
                        <lb/>φίλος, ὥσπερ γε καὶ ἀληθείας ἑταῖρος, ὅ γ’ ἀληθὴς ἰατρὸς
                        <lb/>ἐξεύρηται. καὶ μὲν δὴ καὶ λογικὴν μέθοδον ἀσκεῖν χάριν <lb/>τοῦ γνῶναι,
                        πόσα τὰ πάντα κατ’ εἴδη τε καὶ γένη νοσήματα <pb n="60"/> ὑπάρχει, καὶ πῶς
                        ἐφ’ ἑκάστου ληπτέον ἔνδειξίν τινα ἰαμάτων. <lb/>ἡ δ’ αὐτὴ μέθοδος ἥδε καὶ
                        τὴν τοῦ σώματος αὐτὴν <lb/>διδάσκει φύσιν, τήν τ’ ἐκ τῶν πρώτων στοιχείων, ἃ
                        δι’ ἀλλήλων <lb/>ὅλα κέκραται, καὶ τὴν ἐκ τῶν δευτέρων τῶν αἰσθητῶν, <lb/>ἃ
                        δὴ καὶ ὁμοιομερῆ προσαγορεύεται, καὶ τρίτην ἐπὶ <lb/>ταύταις, τὴν ἐκ τῶν
                        ὀργανικῶν μορίων. ἀλλὰ καὶ τίς ἡ <lb/>χρεία τῷ ζώῳ τῶν εἰρημένων ἑκάστου,
                        καὶ τίς ἡ ἐνέργεια, <lb/>δέον μὲν ἄγειν καὶ ταῦτα μὴ ἀβασανίστως, ἀλλὰ μετ’
                        ἀποδείξεως <lb/>πεπιστεῦσθαι, πρὸς τῆς λογικῆς δήπου διδάσκεται
                        <lb/>μεθόδου. τί δὴ οὖν ἔτι λείπεται πρὸς τὸ μὴ εἶναι φιλόσοφον <lb/>τὸν
                        ἰατρὸν, ὃς ἂν Ἱπποκράτους ἀξίως ἀσκήσῃ τὴν τέχνην, <lb/>εἰ γὰρ, ἵνα μὲν
                        ἐξεύρῃ φύσιν σώματος, καὶ νοσημάτων <lb/>διαφορὰς, καὶ ἰαμάτων ἐνδείξεις, ἐν
                        τῇ λογικῇ θεωρίᾳ <lb/>γεγυμνάσθαι προσήκει, ἵνα δὲ φιλοπόνως τῇ τούτων
                        ἀσκήσει <lb/>παραμένῃ, χρημάτων τε καταφρονεῖν καὶ σωφροσύνην ἀσκεῖν,
                        <lb/>πάντα ἤδη τῆς φιλοσοφίας ἔχοι τὰ μέρη, τό τε λογικὸν, καὶ <pb n="61"/>
                        τὸ φυσικὸν, καὶ τὸ ἠθικόν. οὐ γὰρ δὴ δέος γε, μὴ χρημάτων <lb/>καταφρονῶν,
                        καὶ τὴν σωφροσύνην ἀσκῶν, ἄτοπόν τι <lb/>πράξῃ. πάντα γὰρ, ἃ τολμῶσιν ἀδίκως
                        ἄνθρωποι, φιλοχρηματίας <lb/>ἀναπειθούσης, ἢ γοητευούσης ἡδονῆς, πράττουσιν.
                        <lb/>οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν. σύμπασαι <lb/>γὰρ
                        ἀλλήλαις ἕπονται, καὶ οὐχ οἶόν τε μίαν ἡντιναοῦν <lb/>λαβόντι μὴ οὐχὶ καὶ
                        τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας <lb/>ἔχειν, ὥσπερ ἐκ μιᾶς μηρίνθου
                        δεδεμένας. καὶ μὴν εἴ γε <lb/>πρὸς τὴν ἐξ ἀρχῆς μάθησιν, καὶ πρὸς τὴν ἐφεξῆς
                        ἄσκησιν, <lb/>ἀναγκαία τοῖς ἰατροῖς ἐστιν ἡ φιλοσοφία, δῆλον ὡς, ὅστις
                        <lb/>ἂν ἰατρὸς ᾖ, πάντως οὗτός ἐστι καὶ φιλόσοφος. οὐδὲ γὰρ <lb/>οὐδ’ ὅτι
                        πρὸς τὸ χρῆσθαι καλῶς τῇ τέχνῃ φιλοσοφίας δεῖ <lb/>τοῖς ἰατροῖς, ἀποδείξεως
                        ἡγοῦμαί τινος <milestone unit="ed2page" n="359"/> χρῄζειν, ἑωρακότας <lb/>γε
                        πολλάκις, ὡς φαρμακεῖς εἰσιν, οὐκ ἰατροί· καὶ χρῶνται <lb/>τῇ τέχνῃ πρὸς
                        τοὐναντίον, ἢ πέφυκεν, οἱ φιλοχρήματοι. </p></div><div type="textpart" subtype="chapter" n="4"><p>πότερον οὖν ὑπὲρ ὀνομάτων ἔτι διενεχθήσῃ καὶ ληρήσεις <pb n="62"/> ἐρίζων
                        ἐγκρατῆ μὲν, καὶ σώφρονα, καὶ χρημάτων κρείττονα, <lb/>καὶ δίκαιον ἄξιον
                        εἶναι τὸν ἰατρὸν, οὐ μὴν φιλόσοφόν γε, <lb/>καὶ φύσιν γιγνώσκειν τῶν
                        σωμάτων, καὶ ἐνεργείας ὀργάνων, <lb/>καὶ χρείας μορίων, καὶ διαφορὰς
                        νοσημάτων, καὶ θεραπειῶν <lb/>ἐνδείξεις, οὐ μὴν ἠσκῆσθαί γε κατὰ τὴν λογικὴν
                        θεωρίαν, <lb/>ἢ τὰ πράγματα συγχωρήσας, ὑπὲρ ὀνομάτων αἰδεσθήσῃ διαφέρεσθαι;
                        <lb/>καὶ μὴν ὀψὲ μέν· ἄμεινον δὲ νῦν γοῦν σωφρονήσαντά <lb/>σε, μήδ’ ἢ
                        καθάπερ κολοιὸν ἢ κόρακα περὶ φωνῶν <lb/>ζυγομαχεῖν, ἀλλ’ αὐτὴν τῶν
                        πραγμάτων σπουδάζειν τὴν <lb/>ἀλήθειαν. οὐ γὰρ δὴ τοῦτό γ’ ἂν ἔχοις εἰπεῖν,
                        ὡς ὑφάντης <lb/>μέν τις, ἢ σκυτοτόμος ἀγαθὸς ἄνευ μαθήσεώς τε καὶ <lb/>
                        <milestone unit="ed1page" n="10"/> ἀσκήσεως οὐκ ἄν ποτε γένοιτο, δίκαιος δέ
                        τις, ἢ σώφρων, <lb/>ἢ ἀποδεικτικὸς, ἢ δεινὸς περὶ φύσιν ἐξαιφνίδιον
                        ἀναφανήσεται, <lb/>μήτε διδασκάλοις χρησάμενος, μήτ’ αὐτὸς ἐπασκήσας
                        <lb/>ἑαυτόν. εἰ τοίνυν καὶ τοῦτ’ ἀναίσχυντον, καὶ θάτερον <lb/>οὐ περὶ
                        πραγμάτων ἐστὶν, ἀλλ’ ὑπὲρ ὀνομάτων ἐρίζοντος, <lb/>φιλοσοφητέον ἡμῖν ἐστι
                        πρότερον, εἴπερ Ἱπποκράτους <pb n="63"/> ἀληθῶς ἐσμεν ζηλωταί· κᾂν τοῦτο
                        ποιῶμεν, οὐδὲν <lb/>κωλύει μὴ παραπλησίους, ἀλλὰ καὶ βελτίους αὐτοῦ
                        γενέσθαι, <lb/>μανθάνοντας μὲν, ὅσα καλῶς ἐκείνῳ γέγραπται, τὰ <lb/>λείποντα
                        δ’ αὐτοὺς ἐξευρίσκοντας. </p></div></div></body></text></TEI>