τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν προβαλλόμενοι καὶ φρονοῦντες ἐπ’ αὐτῇ μέγα· καὶ γὰρ καὶ οὗτοι σπάνει τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος ἥκουσιν, οὐδὲ τοσοῦτον γιγνώσκοντες ὅτι ἡ ἄρα εὐγένεια αὕτη ἐφ’ ᾗ σεμνύνονται τοῖς κατὰ πόλιν νομίσμασιν ἔοικεν, ἃ παρὰ τοῖς θεμένοις ἰσχύοντα παρ’ ἄλλοις ἐστὶ κίβδηλα· — οὐδ’ ηὑγένεια σ’ ἦρεν εἰς ὕψος μέγα; — κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. καλὸς οὖν, [ἧ] φησὶν ὁ Πλάτων, θησαυρὸς αἱ τῶν πατέρων ἀρεταί· κάλλιον δ’ ἀντιθεῖναι δύνασθαι τὸν τοῦ Σθενέλου λόγον ‘ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι’. ταύτην γὰρ μόνην ἔχοιμεν ἄν, εἰ δή τίς ἐστιν εὐγενείας χρεία, πρὸς οἰκεῖον παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι· ὡς εἴ γε κατὰ πολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα, λύπη μὲν ἂν εἴη κἀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις, αἰσχύνη δ’ ἡμῖν αὐτοῖς τοσῷδε μείζων ὅσῳ καὶ τὸ γένος περιφανέστερον. οἱ μὲν γὰρ [ἀμαθεῖς] παντάπασιν ἄσημοι τῷ γένει τοῦτο γοῦν αὐτὸ κερδαίνουσι τὸ μὴ γιγνώσκεσθαι τοῖς πολλοῖς ὁποῖοί τινές εἰσιν· ὅσοις δὲ τὸ λαμπρὸν καὶ διάσημον τοῦ γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί ἄλλο ἢ περιφανέστερον οὗτοι δυστυχοῦσιν; καὶ μὲν δὴ καὶ καταγιγνώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους, ὥστ’ εἰ καί τις ἠλίθιος ὢν ὑπομιμνῄσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον ἑαυτῷ τὸ κακὸν ἀποφαίνει. οὐ γὰρ ὁμοίως ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας ἀνθρώπους τοῖς ἐκ γένους λαμπροῦ, ἀλλὰ τοὺς μέν, κἂν μέτριοί τινες ὦσιν, ἀποδεχόμεθα τῇ δυσγενείᾳ τῆς ἐνδείας τὴν αἰτίαν ἀναφέροντες, τοὺς δ’ εἰ μηδὲν τῶν προγόνων ἄξιον ἔχοιεν οὐδέπω θαυμάζομεν, ἂν καὶ τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν. ὥστ’ εἴ τις εὗ φρονεῖ, τέχνης ἀσκήσει προσίτω, δι’ ἣν κἂν εὐγενὴς ᾗ τοῦ γένους οὐκ ἀνάξιος φανεῖται, κἂν μὴ τοιοῦτος ὑπάρχῃ τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν παλαιὸν ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένει ‘ἀλλ’ ἐγὼ τοῖς ἀπ’ ἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ μὲν ἐμὸν ἀπ’ ἐμοῦ γένος ἄρξεται, τὸ δὲ σὸν εἰς σὲ τελευτήσει’. ὁρᾷς ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν καὶ θαυμάζεσθαί τε καὶ σοφὸν ὀνομάζεσθαι· καίτοι βάρβαρος ἦν τὸ γένος. οὗτός ποτε πρός τινος ὀνειδιζόμενος ὅτι βάρβαρος εἴη καὶ Σκύθης ‘ἐμοὶ μέν, 〈εἶπεν〉, ἡ πατρὶς ὄνειδος, σὺ δὲ τῇ πατρίδι’, πάνυ καλῶς ἐπιπλήξας τῷ μηδενὸς ἀξίῳ λόγου, μόνον δ’ ἐπὶ τῇ πατρίδι σεμνυνομένῳ. εἰ γὰρ ἐπιστήσαις τοῖς πράγμασι τὸν νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν δόξῃ τοὺς πολίτας γιγνομένους, ἀλλ’ αὐτὸ δὴ τοὐναντίον διὰ τοὺς ἀγαθοὺς ἄνδρας [ἐν ταῖς τέχναις] καὶ τὰς πατρίδας αὐτῶν μνημονευομένας. τίς γὰρ 〈ἂν〉 ἦν Σταγίρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην, τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον· ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι πόρρω τοὔνομα πεφοίτηκεν οὐ διὰ τὴν τῆς γῆς ἀρετήν — λεπτόγεως γάρ — ἀλλὰ διὰ τοὺς ἐν αὐτῇ φύντας, οἳ πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι μετέδοσάν τι καὶ τῇ πατρίδι τοῦ σφετέρου κλέους. μάθοις δ’ ἂν ἐναργέστατα τὸ τοιοῦτον ἀληθὲς ὄν, εἰ τὸν Ὑπέρβολον ἢ τὸν Κλέωνα λογίσαιο, τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν κερδήσαντας ὅσον ἄν τις εἰς περιφάνειαν κακὸς ὢν ἐπικτήσαιτο. ‘ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον’ ὁ Πίνδαρός φησι, καὶ πάλιν ὁ αὐτὸς ‘εἰ φεύγομεν Βοιωτίαν ὗν’, ἀξιῶν ὅλου σχεδὸν ἔθνους τὸν ἐπ’ ἀμαθείᾳ ψόγον ἀπολύεσθαι διὰ τὴν ἑαυτοῦ μουσικήν. ἐπαινέσειε δ’ ἄν τις καὶ τὸν Ἀθήνησι νομοθέτην, ὃς τὸν μὴ διδάξαντα τέχνην ἐκώλυε πρὸς τοῦ παιδὸς τρέφεσθαι. τέχνης 〈γὰρ〉 ἁπάσης κατ’ ἐκεῖνον μάλιστα τὸν χρόνον ἀσκουμένης ἡνίχ’ ὡραιότατα φαίνεται τὰ σώματα, πολλοῖς συνέβη περιβλέπτοις διὰ κάλλος γεγενημένοις ἀμελῆσαι τῆς ἑαυτῶν ψυχῆς, εἶθ’ ὕστερον ὅτ’ οὐδὲν ὄφελος λέγειν ‘εἴθ’ ὤφελεν τὸ κάλλος, ὅ με διώλεσε, κακῶς ὀλέσθαι’. τηνικαῦτα δ’ αὐτοὺς καὶ τὸ τοῦ Σόλωνος εἰσέρχεται σκοπεῖσθαι κελεύοντος ἐν τοῖς μάλιστα τὸ τέλος τοῦ βίου. εἶτα καὶ τῷ γήρᾳ λοιδοροῦνται, δέον ἑαυτοῖς, καὶ τὸν Εὐριπίδην ἐπαινοῦσι λέγοντα οὐκ ἀσφαλὲς εἶναι περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν. ἄμεινον οὖν ἐστιν ἐγνωκότας τὴν μὲν τῶν μειρακίων ὥραν τοῖς ἠρινοῖς ἄνθεσιν ἐοικυῖαν ὀλιγοχρόνιόν τε τὴν τέρψιν ἔχουσαν ἐπαινεῖν 〈ἐκεῖνόν〉 τε καὶ τὴν Λεσβίαν λέγουσαν ‘ὁ μὲν γὰρ καλὸς ὅσσον ἰδεῖν πέλεται 〈καλός〉, ὁ δὲ κἀγαθὸς αὐτίκα καὶ καλὸς ἔσται’, πείθεσθαι δὲ καὶ Σόλωνι τὴν αὐτὴν γνώμην ἐνδεικνυμένῳ, τὸ δὲ γῆρας καθάπερ χαλεπὸν ἐφεδρεύοντα χειμῶνα, δεόμενον οὐχ ὑποδημάτων μόνον καὶ ἐσθῆτος ἀλλὰ καὶ οἰκήσεως ἐπιτηδείας καὶ μυρίων ἄλλων, παρασκευάζεσθαι πρὸς αὐτὸ καθάπερ ἀγαθὸν κυβερνήτην ἐκ πολλοῦ πρὸς χειμῶνα· μοχθηρὸν γὰρ τὸ ‘ῥεχθέν δέ τε νήπιος ἔγνω’. πρὸς τί γὰρ ἂν καὶ φαίη τις εἶναι χρήσιμον ἀνάσκητον νέου κάλλος; ἆρά γ’ εἰς πόλεμον; καὶ μὴν οὐκ 〈ἂν〉 ἀστόχως τις ἐπιφωνήσειε τοῖς τοιούτοις ‘ἀλλὰ σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο’ 〈ἢ〉 ‘ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε’. καὶ γὰρ ὁ Νιρεὺς ‘κάλλιστος μὲν ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν, ἀλλ’ ἀλαπαδνὸς ἔην’, καὶ διὰ τοῦθ’ ἅπαξ αὐτοῦ μόνον ἐμνημόνευσεν Ὅμηρος ἐν νεῶν καταλόγῳ πρὸς ἐπίδειξιν, ἐμοὶ δοκεῖ, τῆς τῶν καλλίστων ἀνδρῶν ἀχρηστίας, ὅταν αὐτοῖς ὑπάρχῃ μηδὲν ἄλλο τῶν εἰς τὸν βίον χρησίμων. οὐδὲ μὴν εἰς πόρον χρημάτων, εἴ τινες τῶν κακοδαιμόνων λέγειν τολμῶσι, τὸ κάλλος ἐστὶ χρήσιμον. ὁ μὲν γὰρ ἐλευθέριός τε καὶ ἔνδοξος καὶ βέβαιος χρηματισμὸς ἀπὸ τέχνης γίγνεσθαι πέφυκεν, ὁ δ’ ἀπὸ σώματος καὶ κάλλους αἰσχρός ἐστι καὶ διὰ παντὸς ἐπονείδιστος. χρὴ τοίνυν τὸν νέον πειθόμενον τῷ παλαιῷ παραγγέλματι τὴν ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεασάμενον, εἰ μὲν καλὸς εἴη τὴν ὄψιν, ἀσκῆσαι τοιαύτην εἶναι καὶ τὴν ψυχήν, ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν αἰσχρὰν οἰκεῖν, εἰ δ’ αἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος ἰδέαν εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς, ἵν’ ἔχῃ λέγειν τὸ Ὁμηρικόν ‘ἄλλος δ’ αὖτ’ εἶδος ἀκιδνότερος πέλει ἀνήρ· ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἳ δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν· ὃ δ’ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν’. ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν ἀνοήτοις ἐναργῶς φαίνεται μήτ’ ἐπὶ γένους λαμπρότητι μήτ’ ἐπὶ πλούτῳ τε καὶ κάλλει θαρρήσαντας καταφρονῆσαι τέχνης ἀσκήσεως. αὐτάρκη μὲν οὖν καὶ ταῦτα· κάλλιον δ’ ἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους  οἷον ἀγαθόν τινα ἐπῳδόν. ὃς ἑστιώμενος παρά τινι τῶν μὲν ἑαυτοῦ πάντων ἀκριβῶς προνενοημένῳ, μόνου δ’ ἑαυτοῦ παντάπασιν ἠμεληκότι, χρεμψάμενος ὡς πτύσων εἶτ’ ἐν κύκλῳ περισκοπήσας εἰς οὐδὲν μὲν τῶν πέριξ ἔπτυσεν, αὐτῷ δὲ μόνῳ προσέπτυσε τῷ δεσπότῃ τῆς οἰκίας. ἀγανακτοῦντος δ’ αὐτοῦ καὶ τὴν αἰτίαν ἐρωτῶντος οὐδὲν ἔφησεν ὁρᾶν οὕτως ἠμελημένον τῶν κατὰ τὴν οἰκίαν ὡς ἐκεῖνον. τοὺς γὰρ τοίχους ἅπαντας ἀξιολόγοις γραφαῖς κεκοσμῆσθαι, τὸ δ’ ἔδαφος ἐκ ψήφων πολυτελῶν συγκεῖσθαι θεῶν εἰκόνας ἔχον [ἐξ αὐτῶν] διατετυπωμένας, ἅπαντά 〈τε〉 τὰ σκεύη λαμπρὰ καὶ καθαρὰ καὶ τὴν στρωμνὴν καὶ τὰς κλίνας εἰς κάλλος ἐξησκῆσθαι, μόνον δ’ ἐκεῖνον ὁρᾶν ἠμελημένον. εἴθισται δ’ ἅπασιν ἀνθρώποις εἰς τοὺς ἀτιμοτάτους τῶν παρόντων τόπων ἀποπτύειν. μὴ τοίνυν ἐάσῃς, ὦ μειράκιον, ἄξιον τοῦ προσπτύεσθαι γενέσθαι σεαυτόν, μηδ’ ἂν ἅπαντά σοι τἄλλα κάλλιστα διακεῖσθαι δοκῇ. σπάνιον μὲν γάρ ἐστι καὶ τὸ τυχεῖν αὐτῶν ὁμοῦ πάντων, ὡς εὐγενῆ τε καὶ πλούσιον εἶναι καὶ καλὸν ἅμα τὸν αὐτόν. εἰ δ’ ἄρα καὶ συνέλοι ποτέ, δεινὸν ἂν εἴη μόνον ἐν ἅπασι τοῖς ὑπάρχουσιν αὐτὸν κατάπτυστον εἶναι. ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν ἀκηκοότες λόγων ἐπὶ τέχνης μάθησιν ὥρμησθε· μή τις ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε ματαιοτεχνίαν ἢ κακοτεχνίαν ἐκδιδάξηται, γιγνώσκοντας ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων οὔκ ἐστι τὸ τέλος βιωφελές, ταῦτ’ οὐκ εἰσὶ τέχναι. καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα γιγνώσκειν ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἷον τό τε πετευρίζειν καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν ἐν κύκλῳ τε περιδινεῖσθαι μὴ σκοτούμενον... οἷα τὰ Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου. τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μή ποτ’ ἄρα τοῦτο καὶ ῥώμην σώματος ἐπαγγελλόμενον καὶ τὴν παρὰ τοῖς πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι [τετιμημένον] ἡμερησίαις ἀργυρίου δόσεσιν καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων ὡς προκριθῆναί τινος τέχνης. ὅθεν ἄμεινον προδιασκέψασθαι περὶ αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος. τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ θεοῖς τε καὶ τοῖς ἀλόγοις ζῴοις, τοῖς μὲν καθ’ ὅσον λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν. βέλτιον οὖν ἐστι τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον ἐπιμελήσασθαι παιδείας, ἧς τυχόντες μὲν τὸ μέγιστον τῶν ἀγαθῶν ἕξομεν, ἀποτυχόντες δ’ οὐκ αἰσχυνούμεθα τῶν χειρίστων ζῴων ἐλαττούμενοι. σώματος δ’ ἄσκησις ἀθλητικὴ ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ τῶν ἀλόγων ζῴων οὐδέπω κρείττων. τίς γὰρ λεόντων ἢ ἐλεφάντων ἀλκιμώτερος, τίς δ’ ὠκύτερος λαγωοῦ; τίς δ’ οὐκ οἶδεν, ὡς καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ τὰς τέχνας ἐπαινοῦμεν, οὕτως καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν ἢ δίσκον ἔρριψαν ἢ διεπάλαισαν, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν τεχνῶν εὐεργεσίαν. Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι πρότερον ἤστην εἴτ’ ἀρχῆθεν θεοί, τιμῶν ἀξιοῦνται μεγίστων, ὃ μὲν διὰ τὴν ἰατρικήν, ὃ δ’ ὅτι τὴν περὶ τὰς ἀμπέλους ἠμᾶς τέχνην ἐδίδαξεν. εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον· οὗτός ἐστιν ὁ καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, καὶ τῷ Λυκούργῳ προσφωνήσας ὧδ’ εἶπεν· ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι. δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον, ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε. ὁ δ’ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται τιμῶν οὐ τὰ μέτρια· τὸν γοῦν φονέα βουλόμενον εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ διεκώλυσεν εἰπών ‘Μουσάων θεράποντα κατέκτανες· ἔξιθι νηοῦ’. λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις. ἀλλ’ οὐκ ἐρεῖς ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή τι τοῦ μάρτυρος ὡς οὐκ ἀξιόχρεω κατέγνωκας· ἐμφαίνειν γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον ἄγῃς μάρτυρας καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ. καίτοι 〈γ’〉 οὔτε νοσῶν εὖ οἶδ’ ὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις αὑτὸν ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων καὶ τούτων τοῖς ἰατρικωτάτοις, οὔτ’ ἂν πλέων ἅπασι τοῖς συμπλέουσιν ἀλλ’ ἑνὶ τῷ κυβερνήτῃ, ἤδη δὲ ἐπὶ τῶν σμικροτάτων τέκτονι μὲν τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ. πῶς ἂν οὖν ἔνθα περὶ πρωτείων ὁ ἀγών ἐστι, σαυτῷ διδοίης τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων ἢ κατὰ σαυτόν; παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι τῶν θεῶν. ἄκουσον οὖν ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν ἀθλητῶν· κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα οὐδὲν κάκιον ἔστιν ἀθλητῶν γένους· οἳ πρῶτον οἰκεῖν οὔτε μανθάνουσιν εὖ οὔτ’ ἂν δύναιντο. πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ γνάθου τε δοῦλος νηδύος θ’ ἡττημένος, κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπεκτροφὴν πάτρας; οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις 〈οἷοί τ’〉· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον. ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν ἐστιν, ἄκουε πάλιν εἴπερ ἐθέλεις ἅ φησιν· τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ ἢ δίσκον ἄρας ἤ γνάθον πλήξας καλῶς πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών; εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις, ἄκουε πάλιν ἅ φησι· πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων ποσὶ θέοντες ἐκβαλοῦσι πολεμίους πάτρας; οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας. πότερον οὖν Εὐριπίδου μὲν καὶ τῶν τοιούτων καταγνῶμεν, τοῖς δὲ φιλοσόφοις ἐπιτρέψωμεν τὴν κρίσιν; ἀλλὰ καὶ πρὸς τούτων ἁπάντων ὥσπερ ἐξ ἑνὸς στόματος ὡμολόγηται φαῦλον εἶναι τὸ ἐπιτήδευμα. οὐδὲ μὴν οὐδὲ τῶν ἰατρῶν τις ἐπῄνεσεν αὐτό· πρῶτον μὲν γὰρ Ἱπποκράτους ἀκούσῃ λέγοντος ‘διάθεσις ἀθλητικὴ οὐ φύσεις, ἕξις ὑγιεινὴ κρείσσων’, ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν μετ’ αὐτὸν ἀρίστων ἰατρῶν. ὅλως μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην κρίνεσθαι· ῥητορικὸν γὰρ τὸ τοιοῦτον μᾶλλον ἢ τιμῶντος ἀλήθειαν ἀνδρός· ὅμως δ’ ἐπειδή τινες ἐπὶ τὸν τῶν πολλῶν ἔπαινον καταφεύγουσι καὶ τὴν παρὰ τούτων κενὴν δόξαν, ἀφέντες αὐτὸ 〈τὸ〉 ἐπιτήδευμα γυμνὸν τῶν ἔξωθεν σκοπεῖν, ἠναγκάσθην κἀγὼ τούτους προχειρίσασθαι τοὺς μάρτυρας, ἵν’ ὅτι μηδ’ ἐνταῦθα πλέον ἔχουσί τι γιγνώσκωσιν. ὅθεν οὐδὲ τὸ τῆς Φρύνης ἄκαιρον ἤδη μοι διηγήσασθαι. αὕτη ποτ’ ἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης ὡς ἕκαστον ἐν μέρει προστάξαι τοῖς συμπόταις ὃ βούλοιτο, θεασαμένη παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ ψιμυθίῳ καὶ φύκει κεκαλλωπισμένας ἐκέλευσεν ὕδατος κομισθέντος ἀρυσαμένας ταῖς χερσὶ προσενεγκεῖν ἁπάσας τῷ προσώπῳ καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι σινδονίῳ, καὶ αὐτὴ πρώτη τοῦτ’ ἔπραξε. ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις σπίλου τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιότατα ἰδεῖν τοῖς μορμολυκείοις, αὐτὴ δὲ 〈καὶ〉 καλλίων ἐφάνη· μόνη γὰρ ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλή, μηδεμιᾶς πανουργίας κομμωτικῆς δεομένη. ὥσπερ οὖν τὸ ἀληθινὸν κάλλος ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθ’ ἑαυτὸ τῶν ἔξωθεν αὐτῷ προσόντων ἁπάντων γυμνωθέν, οὕτω καὶ τὴν ἀθλητικὴν ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην, εἴ τι φαίνοιτ’ ἔχειν χρήσιμον ἢ κοινῇ ταῖς πόλεσιν ἢ ἰδίᾳ τοῖς μεταχειριζομένοις αὐτήν.