ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περὶ ψυχὴν ὄντων τῶν δὲ περὶ σῶμα τῶν δ’ ἐκτός, καὶ παρὰ ταῦτ’ οὐδενὸς ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου, ὅτι μὲν τῶν ψυχικῶν ἀγαθῶν οὐδ’ ὄναρ ποτὲ μετειλήφασιν οἱ ἀθλοῦντες εὔδηλον παντί. τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκουσι· τοσοῦτον ἀποδέουσι τοῦ λογικὴν αὐτὴν ἐπίστασθαι. σαρκῶν γὰρ ἀεὶ καὶ αἵματος ἀθροίζοντες πλῆθος ὡς ἐν βορβόρῳ πολλῷ τὴν ψυχὴν ἑαυτῶν ἔχουσι κατεσβεσμένην, οὐδὲν ἀκριβὲς νοῆσαι δυναμένην ἀλλ’ ἄνουν ὁμοίως τοῖς ἀλόγοις ζῴοις. ἴσως δ’ 〈ἂν〉 ἀμφισβητήσειαν ὡς τῶν περὶ τὸ σῶμά τινος ἀγαθῶν ἐπήβολοι. πότερον οὖν τῆς τιμιωτάτης ὑγιείας ἀμφισβητήσουσιν; ἀλλ’ οὐδένας ἄλλους ἂν εὕροις ἐν σφαλερωτέρᾳ διαθέσει σώματος, εἴπερ Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι τὴν καὶ ἐπ’  ἄκρον εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι. καὶ δὴ καὶ τὸ ‘ἄσκησις [μὲν] ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων’ Ἱπποκράτει καλῶς εἰρημένον ἐπαινεῖται πρὸς ἁπάντων. οἳ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ ὑπερπιπλάμενοι καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον ὡς κορυβαντιῶντος κατεγνωκότες. ὃ μὲν γὰρ ὑγιεινὴν δίαιταν ὑποτιθέμενος ἔλεγε ‘πόνοι σιτία ποτὰ ὕπνοι ἀφροδίσια, πάντα μέτρια’, οἳ δὲ τὰ γυμνάσια πέρα τοῦ προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι τροφάς τε προσφέρονται σὺν ἀνάγκῃ, πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες τὴν ἐδωδήν, ὡς προσηκόντως ἄν τιν’ ἐπ’ αὐτῶν εἰπεῖν ‘ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλ’ οὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν.’ ἀνὰ λόγον τοίνυν τούτοις καὶ ἡ τῶν ὕπνων αὐτοῖς ἔχει συμμετρία. ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθ’ οὗτοι διανίστανται τῶν ὕπνων, ὥστ’ ἐοικέναι τὸν βίον αὐτῶν ὑῶν διαγωγῇ· πλήν γ’ ὅσον οἱ μὲν ὕες οὐχ ὑπερπονοῦσιν οὐδὲ πρὸς ἀνάγκην ἐσθίουσιν, οἳ δὲ καὶ ταῦτα πάσχουσι καὶ ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται. ὁ μὲν οὖν παλαιὸς Ἱπποκράτης πρὸς οἷς εἶπον ἔμπροσθεν ἔτι καὶ ταῦτά φησι ‘τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἤ ψύχειν ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν’. ‘πᾶν γάρ, φησί, τὸ πολὺ τῇ φύσει πολέμιον.’ οἳ δ’ οὔτε τούτων ἐπαίουσιν οὔτε τῶν ἄλλων ὅσα καλῶς εἰπόντος ἐκείνου παραβαίνουσιν, ἀλλὰ πάντ’ ἐξ ὑπεναντίου τοῖς ὑγιεινοῖς παραγγέλμασιν ἐπιτηδεύουσιν. καὶ διὰ τοῦτ’ ἂν ἔγωγε φαίην ἄσκησιν οὐχ ὑγιείας ἀλλὰ νόσου μᾶλλον εἶναι τὸ ἐπιτήδευμα. τοῦτο δ’ οἶμαι καὶ αὐτὸν τὸν Ἱπποκράτην φρονεῖν ἐπειδὰν λέγῃ ‘διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων’. οὐ γὰρ μόνον τοῦ κατὰ φύσιν ἐστερῆσθαι τὸ ἐπιτήδευμα δι’ ὧν εἶπεν ἐδήλωσεν, ἀλλ’ οὐδ’ ἕξιν ὠνόμασε τὴν διάθεσιν αὐτῶν, ἀφαιρούμενος καὶ τῆς προσηγορίας αὐτοὺς ᾗ προσαγορεύουσιν ἅπαντες οἱ παλαιοὶ τοὺς ὄντως ὑγιαίνοντας. ἡ μὲν γὰρ ἕξις ἔμμονός τίς ἐστι καὶ δυσαλλοίωτος διάθεσις, ἡ δὲ τῶν ἀθλητῶν ἐπ’ ἄκρον εὐεξία σφαλερά τε καὶ εὐμετάπτωτος. οὔτε γὰρ πρόσθεσιν ἔτι διὰ τὴν ἀκρότητα χωρεῖ καὶ τῷ μὴ δύνασθαι μένειν ἐπὶ ταὐτοῦ μηδ’ ἀτρεμεῖν λοιπὴν ἔχει τὴν ἐπὶ τὸ χεῖρον ὁδόν. οὕτως μὲν ἀθλοῦσιν αὐτοῖς διάκειται τὸ σῶμα, καταλύσασι δὲ πολὺ δή τι χεῖρον. ἔνιοι μὲν γὰρ μετ’ ὀλίγον ἀποθνῄσκουσιν, ἔνιοι δ’ ἐπὶ πλέον 〈μὲν〉 ἥκουσιν ἡλικίας, ἀλλ’ οὐδ’ αὐτοὶ γηρῶσιν οὐδὲ κἂν ἀφίκωνταί ποτ’ εἰς τοῦτο, τῶν Ὁμηρικῶν οὐδὲν ἀπολείπονται Λιτῶν, ‘χωλοί τε ῥυσοί τε παραβλῶπές τ’ ὀφθαλμώ’ ἀποτελούμενοι. ὡς γὰρ τὰ διασεισθέντα τῶν τειχῶν ἀπὸ μηχανημάτων ἑτοίμως ὑπὸ τῆς τυχούσης διαλύεται βλάβης, οὔτε σεισμὸν οὔτ’ ἄλλην τινὰ βραχυτέραν δυνάμενα φέρειν περίστασιν, οὕτω καὶ τὰ τῶν ἀθλητῶν σώματα σαθρὰ καὶ ἀσθενῆ ταῖς κατὰ τὴν ἐπιτήδευσιν γεγονότα πληγαῖς ἕτοιμα πρὸς τὸ πάσχειν ἐστὶν ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. οἱ μὲν γὰρ ὀφθαλμοὶ περιορωρυγμένοι πολλάκις ὅθ’ ἡ δύναμις οὐκέτ’ ἀντέχει πληροῦνται ῥευμάτων, οἱ δ’ ὀδόντες ἅτε διασεσεισμένοι πολλάκις ἐπιλειπούσης ἐν τῷ χρόνῳ τῆς δυνάμεως αὐτοὺς ἑτοίμως ἐκπίπτουσι, τὰ δὲ λυγισθέντα τῶν ἄρθρων ἀσθενῆ πρὸς πᾶσαν τὴν ἔξωθεν βίαν γίγνεται, καὶ πᾶν ῥῆγμα καὶ σπάσμα ῥᾳδίως κινεῖται. σωματικῆς μὲν οὖν ὑγιείας ἕνεκα φανερὸν ὡς οὐδὲν ἄλλο γένος ἀθλιώτερόν ἐστι τῶν ἀθλητῶν. ὥστ’ εἰκότως ἄν τις εἴποι συγγενῶς ὀνομάζεσθαι, 〈ἢ ἀπὸ τοῦ ἀθλίου〉 τῶν ἀθλητῶν προσαγορευθέντων ἢ ἀπὸ τοῦ ἀθλητοῦ τὴν προσηγορίαν τῶν ἀθλίων ἐσχηκότων ἢ κοινῶς ἀμφοτέρων καθάπερ ἀπὸ πηγῆς μιᾶς τῆς ἀθλιότητος ὠνομασμένων. ἀλλ’ ἐπειδὴ καὶ περὶ τοῦ μεγίστου τῶν σωματικῶν ἀγαθῶν τῆς ὑγιείας ἐσκέμμεθα, μεταβῶμεν ἐπὶ τὰ λοιπά. τὰ μὲν δὴ περὶ κάλλους οὕτως αὐτοῖς ἔχει, ὡς μὴ μόνον ὠφελεῖσθαί τι πρὸς τῆς ἀθλήσεως τὴν φύσιν, ἀλλὰ καὶ πολλοὺς αὐτῶν πάνυ συμμέτρως ἔχοντας τῶν μελῶν οἱ γυμνασταὶ παραλαβόντες, ὑπερπιάναντές τε καὶ διασάξαντες αἵματί τε καὶ σαρξίν, εἰς τοὐναντίον ἤγαγον. ἐνίων δὲ καὶ τὰ πρόσωπα παντάπασιν ἄμορφα καὶ δυσειδῆ κατέστησαν καὶ μάλιστα τῶν παγκράτιον ἢ πυγμὴν ἀσκησάντων. ὅταν δὲ καὶ τῶν μελῶν 〈τι〉 τελέως ἀποκλάσωσιν ἢ διαστρέψωσιν ἢ τοὺς ὀφθαλμοὺς ἐκκόψωσι, τότ’ οἶμαι τότε καὶ μάλιστα τὸ 〈διὰ〉 τῆς ἐπιτηδεύσεως αὐτῶν ἀποτελούμενον κάλλος ἐναργῶς ὁρᾶσθαι. ταῦτα μὲν οὖν αὐτοῖς ὑγιαίνουσιν εἰς κάλλος εὐτύχηται, καταλύσασι δὲ καὶ τὰ λοιπὰ 〈τῶν〉 τοῦ σώματος αἰσθητηρίων προσαπόλλυται καὶ πάνθ’ ὡς εἰπεῖν τὰ μέλη διαστρεφόμενα παντοίας ἀμορφίας αἴτια γίγνεται. ἀλλ’ ἴσως τῶν 〈μὲν〉 εἰρημένων οὐδενός, ἰσχύος 〈δ’〉 ἀντιποιήσονται· τοῦτο γὰρ εὖ οἶδ’ ὅτι φήσουσιν, ἰσχυρότατοι πάντων εἶναι. ποίας, ὦ πρὸς θεῶν, ἰσχύος καὶ ποῦ χρησίμης; πότερον τῆς εἰς τὰ γεωργικὰ τῶν ἔργων; πάνυ μὲν οὖν καλῶς ἢ σκάπτειν ἢ θερίζειν ἢ ἀροῦν 〈ἤ〉 τι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται. ἀλλ’ ἴσως 〈τῆς〉 εἰς τὰ πολεμικά; τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγων ‘πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν δίσκους ἔχοντες;’ τῷ γὰρ ὄντι ‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας’. ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροί; αὐτοῦ γε τοῦ Ἡρακλέους ζηλωταί, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, χαμευνεῖν· ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν ἀσθενέστεροι. ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δήπου [ὅτι ἐπὶ] τῷ τοὺς σκυτοτόμους ἢ 〈τοὺς〉 τέκτονας ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἶναι καταβάλλειν ἐν παλαίστρᾳ τε καὶ σταδίῳ; τάχ’ οὖν ἐπὶ τῷ δι’ ὅλης ἡμέρας κονίεσθαι 〈θαυμάζεσθαι〉 δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει, καὶ εἴπερ ἐπὶ τούτῳ, μέγα χρὴ φρονεῖν 〈καὶ〉 ἐπὶ τῷ δι’ ὅλης ἡμέρας βορβόρῳ λούεσθαι. ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων ἀναθέμενος τοῖς ὤμοις ὁ Μίλων ἐκεῖνος ὁ Κροτωνιάτης διεκόμισέ ποτε τὸ στάδιον. ὦ τῆς ὑπερβαλλούσης ἀνοίας, ὡς μηδὲ τοῦτο γιγνώσκειν ὅτι πρὸ βραχέος τὸ βαρύτατον τοῦτο σῶμα τοῦ ταύρου ζῶντος ἐβάσταζεν ἡ ψυχὴ τοῦ ζῴου, καὶ πολλῷ γ’ ἀκοπώτερον ἢ ὁ Μίλων, ἥ γε καὶ θεῖν ἠδύνατο βαστάζουσα· ἀλλ’ ὅμως οὐδενὸς ἦν ἀξία, παραπλησίως τῇ Μίλωνος. ἐδήλωσε δὲ καὶ ἡ τελευτὴ τἀνδρὸς ὅπως ἦν ἀνόητος· ὅς γε θεασάμενός ποτε νεανίσκον σχίζοντα κατὰ μῆκος ξύλον ἐνθέσει σφηνῶν, ἐκεῖνον μὲν ἀπέστησε καταγελάσας, αὐτὸς δὲ διὰ τῶν ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε διασπᾶν αὐτό. κἄπειθ’ ὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ πληρώσας διέστησε μὲν ἑκατέρωσε τὰ μέρη τοῦ ξύλου, τῶν σφηνῶν δ’ ἐκπεσόντων ἐν τῷδε τὸ λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν διαστῆσαι μέχρι πολλοῦ μὲν ἀντεῖχεν, ὕστερον δὲ νικηθεὶς οὐκ ἔφθασε κομίσασθαι τὰς χεῖρας, ἀλλ’ ὑπὸ τῶν μερῶν τοῦ ξύλου συνελθόντων ἀλλήλοις καταληφθεῖσαι συνετρίβησαν μὲν αὗται πρῶται, θανάτου δ’ οἰκτροῦ τῷ Μίλωνι κατέστησαν αἴτιαι. πάνυ μὲν οὖν ὤνησεν αὐτὸν εἰς τὸ μηδὲν παθεῖν ὁ νεκρὸς ταῦρος ἐν τῷ σταδίῳ βασταχθείς· ἢ τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν ἄν, ἡνίκα πρὸς τὸν βάρβαρον ἐπολέμουν, ἡ τοιαύτη τοῦ Μίλωνος ἐνέργεια [περὶ τὸν ταῦρον], ἀλλ’ οὐχ ἡ Θεμιστοκλέους σοφία πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμόν, εἶτα στρατηγήσαντος ὡς ἐχρῆν; ‘σοφὸν γὰρ ἓν βούλευμα 〈τὰς〉 πολλὰς χέρας νικᾷ, σὺν ὅπλοις δ’ ἀμαθία χεῖρον κακόν. ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος ἡ τῶν ἀθλητῶν ἄσκησις, εὖ οἶδ’ ὅτι σαφὲς ἤδη γέγονεν· ὅτι δὲ καὶ ἐν αὐτοῖς οἷς ἀσκοῦσιν οὐδενός εἰσιν ἄξιοι λόγου μάθοιτ’ ἄν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον, ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι διεσκεύασεν. ἐστὶ δὲ οὗτος. εἰ Λιὸς γνώμῃ πᾶσι τοῖς ζῴοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῴοις εἰς τὸ στάδιον ἥκειν [ἓν], οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. ‘ἐν μὲν γὰρ δολιχῷ ὑπέρτατος, φησίν, ὁ ἵππος ἔσται, τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται,  ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει. μερόπων δ’ ἐναρίθμιος οὐδεὶς ἐν ποσίν, ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.’ ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τις ἐλέφαντος ἢ λέοντος ἰσχυρότερος ἂν φανείη. οἶμαι δ’ ὅτι καὶ ταῦρος πυγμῇ στεφθήσεται. ‘καὶ ὄνος, φησί, λὰξ ὅτι εἰ βούλεται ἐρίσας αὐτὸς τὸν στέφανον οἴσεται. αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτ’ ἄνδρα (εἰκοστὴ δὲ καὶ πρώτη ὀλυμπιὰς ἦν ὅτ’ ἐνίκα) Ὀγκηστής.’ πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων· καίτοι γ’ εἰ μηδ’ ἐν ἰσχύι πρωτεύουσι τῶν ζῴων οἱ ἀθληταί, τίνος ἂν ἔτι τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν; εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν εἶναι φαίη, οὐδ’ αὐτῆς ταύτης αὐτοῖς μέτεστιν οὔτ’ οὖν ἀθλοῦσιν οὔτε καταλύσασιν· εἴ γε παρὰ μὲν τὸν τῆς ἀθλήσεως χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσίν, οὐ γυμναζόμενοι μόνον ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες, ἡνίκα δὲ καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ σώματος γίγνονται. τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν πλεῖστα σεμνύνονται· καὶ μὴν ἔστιν ὑμῖν θεάσασθαι πάντας αὐτοὺς ὀφείλοντας οὐ μόνον ἐκεῖνον τὸν χρόνον καθ’ ὃν ἀθλοῦσιν ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, οὐδ’ ἂν εὕροις ἀθλητὴν οὐδένα πλουσιώτερον ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου. ἐστὶ δ’ οὐδ’ αὐτὸ τὸ πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ τοιαύτην ἐπίστασθαι τέχνην ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει· ὅπερ οὔτε τοῖς διοικοῦσι τὰ τῶν πλουσίων οὔτε τοῖς τελώναις ἢ τοῖς ἐμπόροις ὑπάρχει. καίτοι πλουτοῦσιν ἐξ ἐπιτηδευμάτων οὗτοι μάλιστα, ἀλλ’ ἐὰν ἀπολέσωσι τὰ χρήματα, συναπολλύουσιν αὐτοῖς καὶ τὰς πράξεις, ἀφορμῆς μέν τινος χρημάτων εἰς αὐτὰς δεόμενοι, τῷ δ’ οὐκ ἔχειν ταύτην ἄρξασθαι τῆς ἀρχαίας πράξεως ἀδυνατοῦντες· οὐδὲ γὰρ δανείζει τις αὐτοῖς χωρὶς ἐνεχύρων ἢ ὑποθηκῶν. ὥστ’ εἰ καὶ πρὸς χρηματισμὸν ἀσφαλῆ τε καὶ οὐκ ἄδοξον ἀξιοῖ τις ὑμᾶς παρεσκευάσθαι, τέχνην ἀσκητέον ἐστὶ διὰ παντὸς τοῦ βίου καὶ παραμενοῦσαν. ἀλλὰ διττῆς οὔσης διαφορᾶς τῆς πρώτης ἐν ταῖς τέχναις (ἔνιαι μὲν γὰρ αὐτῶν λογικαί τ’ εἰσὶ καὶ σεμναί, τινὲς δ’ εὐκαταφρόνητοι καὶ διὰ τῶν τοῦ σώματος πόνων, ἃς δὴ βαναύσους τε καὶ χειρωνακτικὰς ὀνομάζουσιν), ἄμεινον ἂν εἴη τοῦ προτέρου γένους τῶν τεχνῶν μετέρχεσθαί τινα. τὸ γάρ τοι δεύτερον γένος αὐτῶν ἐπιλείπειν εἴωθε γηρῶντας τοὺς τεχνίτας. εἰσὶ δ’ ἐκ τοῦ προτέρου γένους ἰατρική τε καὶ ῥητορικὴ καὶ μουσική, γεωμετρία τε καὶ ἀριθμητικὴ καὶ λογιστική, καὶ ἀστρονομία καὶ γραμματικὴ καὶ νομική· πρόσθες δ’ εἰ βούλει ταύταις πλαστικήν τε καὶ γραφικήν· εἰ γὰρ καὶ διὰ τῶν χειρῶν ἐνεργοῦσιν, ἀλλ’ οὐκ ἰσχύος νεανικῆς δεῖται τὸ ἔργον αὐτῶν. ἐκ τούτων οὗν τινα τῶν τεχνῶν ἀναλαμβάνειν τε καὶ ἀσκεῖν χρὴ τὸν νέον, ὅτῳ μὴ παντάπασιν ἡ ψυχὴ βοσκηματώδης ἐστί, καὶ μᾶλλόν γε τὴν ἀρίστην ἐν ταύταις, ἥτις ὡς ἡμεῖς φαμεν ἐστὶν ἰατρική. τοῦτο δ’ αὐτὸ δεικτέον ἐφεξῆς.