ΓΑΛΠΝΟΥ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΕΠ ΙΑΤΡΙΚΗΝ. Εἰ μὲν μηδ’ ὅλως λόγου μέτεστι τοῖς ἀλόγοις ὀνομαζομένοις ζῴοις ἄδηλόν ἐστιν. ἴσως γὰρ εἰ καὶ μὴ τοῦ κατὰ τὴν φωνήν, ὃν καὶ προφορικὸν ὀνομάζουσιν, ἀλλὰ τοῦ γε 〈κατὰ〉 τὴν ψυχήν, ὃν ἐνδιάθετον καλοῦσι, μετέχει πάντα, τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον. ὅτι μέντοι πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον ἡμῖν ἐστιν ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν ὧν μεταχειρίζεται τὸ ζῷον τοῦτο καὶ ὅτι μόνος ἅνθρωπος ἐπιστήμης ἐπιδεκτικὸς ἣν ἂν ἐθελήσῃ τέχνην μανθάνει. τὰ μὲν γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντ’ ἐστι πλὴν ὀλίγων δή τινων ἐν ὀλίγοις· ἀλλὰ καὶ ταῦτα φύσει μᾶλλον ἢ προαιρέσει τεχνῶν εὐτύχηκεν· ὁ δ’ ἄνθρωπος οὔτε τινὸς τῶν παρ’ ἐκείνοις ἀμελέτητος, 〈ὃς〉 [ἀλλὰ] καὶ τὴν ὑφαντικὴν ἐμιμήσατο τὰς ἀράχνας καὶ πλάττει καθάπερ αἱ μέλισσαι καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι καίτοι πεζὸς ὤν, ἀλλὰ καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, ζηλῶν μὲν τὴν Ἀσκληπιοῦ τέχνην ἰατρικήν, ζηλῶν δ’ Ἀπόλλωνος αὐτήν τε ταύτην καὶ τὰς ἄλλας ἁπάσας ἃς ἔχει, τοξικὴν μουσικὴν μαντικήν, ἔτι τε τῶν Μουσῶν τὴν ἑκάστης ἰδίαν. οὐδὲ γὰρ γεωμετρίας οὐδ’ ἀστρονομίας ἀφίσταται, ἀλλὰ καὶ τὰ τῆς γῆς νέρθεν καὶ τὰ ὕπερθε τοῦ οὐρανοῦ κατὰ Πίνδαρον ἐπισκοπεῖ. ἐξεπορίσατο δ’ ὑπὸ φιλοπονίας καὶ τὸ μέγιστον τῶν θείων ἀγαθῶν φιλοσοφίαν. διὰ ταῦτα τοίνυν κἂν 〈εἰ〉 λόγου μέτεστι τοῖς ἄλλοις ζῴοις, κατ’ ἐξοχὴν αὐτῶν [καὶ] ὁ ἄνθρωπος μόνος ὀνομάζεται λογικός. πῶς οὖν οὐκ αἰσχρόν, ᾧ μόνῳ τῶν ἐν ἡμῖν κοινωνοῦμεν θεοῖς, τούτου μὲν ἀμελεῖν, ἐσπουδακέναι δὲ περί τι τῶν ἄλλων, τέχνης μὲν ἀναλήψεως καταφρονοῦντα, Τύχῃ δ’ ἑαυτὸν ἐπιτρέποντα· ἧς τὴν μοχθηρίαν ἐμφανίσαι βουληθέντες οἱ παλαιοὶ γράφοντες καὶ πλάττοντες αὐτὴν οὐ μόνον ἐν εἴδει γυναικὸς ἠρκέσθησαν (καίτοι 〈καὶ〉 τοῦθ’ ἱκανὸν ἦν ἀνοίας σύμβολον) ἀλλὰ καὶ πηδάλιον ἔδοσαν ἐν χεροῖν ἔχειν αὐτῇ καὶ τοῖν ποδοῖν ὑπέθεσαν βάσιν σφαιρικήν, ἐστέρησαν δὲ καὶ τοῖν ὀφθαλμοῖν, ἐνδεικνύμενοι διὰ τούτων ἁπάντων τὸ τῆς τύχης ἄστατον. ὥσπερ οὗν ἐν νηὶ χειμαζομένῃ σφοδρῶς, ὡς ἐπικλύζεσθαί τε τοῖς κύμασι καὶ κινδυνεύειν βυθισθῆναι, μοχθηρῶς ἄν τις πράξειεν ἐπιτρέψας τὰ πηδάλια κυβερνήτῃ τυφλῷ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον κἀν τῷ βίῳ, μειζόνων ναυαγιῶν περὶ πολλοὺς οἴκους γιγνομένων ἢ περὶ τὰ σκάφη κατὰ θάλατταν, οὐκ ὀρθῶς γιγνώσκοντός ἐστιν ἐπιτρέπειν ἑαυτὸν ἐν τοιαύταις περιστάσεσι πραγμάτων τυφλῇ δαίμονι μηδ’ αὐτῇ βεβαίως ἐστηριγμένῃ. ἔμπληκτός τε γάρ ἐστι καὶ ἄνους εἰς τοσοῦτον ὡς πολλάκις τοὺς ἀξιολόγους ἄνδρας παρερχομένη πλουτίζειν τοὺς ἀναξίους, οὐδὲ τούτους βεβαίως ἀλλ’ ὡς ἂν ἔδωκεν οὕτως πάλιν ἀφαιρεῖσθαι τὰ δοθέντα. ταύτῃ τῇ δαίμονι πλῆθος ἀνδρῶν ἀμαθῶν οὐκ ὀλίγον ἕπεται μηδέποτ’ ἐν ταὐτῷ μενούσῃ διὰ τὸ τῆς βάσεως εὐμετακύλιστον, ἥτις αὐτὴν ἄγει καὶ φέρει καὶ κατὰ κρημνῶν ἐνίοτε καὶ θαλάττης· ἔνθα συναπόλλυνται μὲν ἀλλήλοις ἑπόμενοι πάντες αὐτῇ, μόνη δ’ ἀβλαβὴς ἐκείνη διεξέρχεται καταγελῶσα τῶν ὀλοφυρομένων τε καὶ ἐγκαλούντων αὐτῇ ὅτ’ οὐδὲν ὄφελος.