<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><p rend="align(indent)">Ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν 
          <lb/>ἀκηκοότες λόγων, ἐπὶ τέχνης μάθησιν ὥρμησθε, μή τις 
          <lb/>ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε, ματαιοτεχνίαν 
          <lb/>διδάξηται, γιγνώσκοντας, ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων 
          <lb/>οὐκ ἐστὶ τὸ τέλος βιωφελὲς, ταῦτ’ οὐκ εἰσὶ 
          <lb/>τέχναι. Καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα 
          <lb/>γιγνώσκειν, ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἶον τό τε πεττευριπτεῖν 
          <lb/>καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν, ἐν κύκλῳ τε 
          <lb/>περιδινεῖσθαι μὴ σκοτούμενον, οἷα τά τε Μυρμηκίδου τοῦ 
          <lb/>Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου. Τὸ δὲ τῶν 
          <lb/>ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μήποτ’ ἄρα τοῦτο 
          <lb/>καὶ ῥώμην σώματος ἐπαγγελλόμενον, καὶ τὴν παρὰ τοῖς 
          <lb/>πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι τετιμημένον 
          <lb/>ἡμερησίαις ἀργυρίου δόσεσι, καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι ﻿<pb n="21"/> 
           <lb/><milestone unit="page" resp="Chartier" ed="v2" n="10"/> τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων, ὡς 
          <lb/>προκριθῆναι τινὸς τέχνης. Ὅθεν ἄμεινον προδιασκέψασθαι 
          <lb/>περὶ αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος. 
          <lb/>Τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ 
          <lb/>τοῖς θεοῖς τε καὶ τοῖς ἀλόγοις ζώοις· τοῖς μὲν καθ’ 
          <lb/>ὅσον λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν. Βέλτιον οὖν 
          <lb/>ἐστὶ τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον, ἐπιμελήσασθαι 
          <lb/>παιδείας, ἧς τυχόντες μὲν, τὸ μέγιστον τῶν ἀγαθῶν 
          <lb/>ἕξομεν· ἀποτυχόντες δὲ, οὐκ αἰσχυνούμεθα τῶν ἀχρήστων 
          <lb/>ζώων ἐλαττούμενοι. Σώματος δ’ ἄσκησις ἀθλητικὴ, 
          <lb/>ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ, τῶν ἀλόγων 
          <lb/>ζώων οὐδέπω κρείττων· τίς γὰρ λεόντων ἢ ἐλεφάντων 
          <lb/>ἀλκιμώτερος; τίς δ’ ὠκύτερος λαγωοῦ; Τίς δ’ οὐκ οἶδεν, ὡς 
          <lb/>καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ τὰς τέχνας ἐπαινουμένους; 
              <lb/>ὡς καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι <pb n="22"/> 
              <lb/>τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν, ἢ δίσκον 
          <lb/>ἔῤῥιψαν, ἢ διεπάλαισαν, ἀλλὰ διὰ τὴν <milestone unit="page" resp="Basel" ed="v1" n="4"/> ἀπὸ τῶν τεχνῶν 
          <lb/>εὐεργεσίαν. Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι 
          <lb/>πρότερον ἤστην, εἴτ’ ἀρχῆθεν θεοὶ, τιμῶν ἀξιοῦνται μεγίστων, 
          <lb/>ὁ μὲν διὰ τὴν ἰατρικὴν, ὁ δ’, ὅτι τὴν περὶ τὰς ἀμπέλους 
          <lb/>ἡμᾶς τέχνην ἐδίδαξεν. Εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, 
          <lb/>τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον. οὗτός ἐστιν 
          <lb/>ὁ καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, 
          <lb/>καὶ τῷ Λυκούργῳ προσφωνήσας, ᾧδ’ εἶπεν· 
          <quote rend="blockquote"><l>Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν.</l><l>Δίζω, ἢ σὲ θεὸν μαντεύσοιμαι, ἢ ἄνθρωπον.</l><l>Ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε.</l></quote> 
              <lb/>Ὁ δὲ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται 
          <lb/>τιμῶν οὐ τὰ μέτρια. τὸν γοῦν φονέα, βουλόμενον εἰσελθεῖν 
          <lb/>εἰς τὸν νεὼν αὐτοῦ, διεκώλυσεν εἰπών· 
          <quote rend="blockquote"><l>Μουσάων θεράποντα κατέκτανες, ἔξιθι νηοῦ.</l></quote></p></div><pb n="23"/><div type="textpart" subtype="chapter" n="10"><p rend="align(indent)">Λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις· 
          <lb/>ἀλλ’ οὐκ ἐρεῖς, ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή 
          <lb/>τι τοῦ μάρτυρος, ὡς οὐκ ἀξιόχρεω, κατέγνωκας· ἐμφαίνειν 
          <lb/>γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον 
          <lb/>ἄγης μάρτυρας, καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ. 
          <lb/>Καίτοι οὔτε νοσῶν, εὖ οἷδ’, ὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις 
          <lb/>σαυτὸν, ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων, καὶ τούτοις τοῖς 
          <lb/>ἰατρικωτάτοις· οὐδ’ ἂν πλέων ἅπασι τοῖς συμπλέουσιν, ἀλλ’ 
          <lb/>ἑνὶ τῷ κυβερνήτῃ· ἤδη δὲ κᾀπὶ τῶν σμικροτάτων, τέκτονι 
          <lb/>μὲν, τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ. 
          <lb/>Πῶς ἂν οὖν, ἔνθα περὶ πρωτείων ὁ ἀγών ἐστι, σαυτῷ δίδως 
          <lb/>τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων, 
          <lb/>ἢ κατὰ σαυτόν. παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι 
          <lb/>τῶν θεῶν. ἄκουσον οὖν, ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν 
          <lb/>ἀθλητῶν. 
          <quote rend="blockquote"><l>Κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα,</l><l>Οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους,</l><pb n="24"/><l>Οἳ πρῶτα μὲν ζῇν οὐδὲ μανθάνουσιν εὖ,</l><l>Οὐδ’ ἂν δύναιντο· πῶς γὰρ, ὅστις ἔστ’ ἀνὴρ</l><l><milestone unit="page" resp="Chartier" ed="v2" n="11"/>Γνάθου τε δοῦλος, νηδύος θ’ ἡττημένος,</l><l>Κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπεκτροφὴν πατρός;</l><l>Οὐδ’ αὖ πένεσθαι κᾀξυπηρετεῖν τύχαις</l><l>Οἷοί τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ,</l><l>Σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.</l></quote> 
         Ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν 
          <lb/>ἐστιν, ἄκουε πάλιν, εἴπερ θέλεις, ἅ φησι· 
          <quote rend="blockquote"><l>Τίς γὰρ παλαίσας εὖ. τίς ὠκύπους ἀνὴρ,</l><l>Ἢ δίσκον ἄρας, ἢ γνάθον πλήξας καλῶς,</l><l>Πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;</l></quote> 
         Εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις, 
          <lb/>ἄκουε πάλιν, ἅ φησι· 
          <quote rend="blockquote"><l>Πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν</l><l>Δίσκους ἔχοντες, ἢ δι’ ἀσπίδων ποσὶ</l><l>Θέοντες, ἐκβαλοῦσι πολεμίους πάτρας;</l><pb n="25"/><l>Οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.</l></quote> 
          <lb/>τοῖς δὲ φιλοσόφοις ἐπιτρέψομεν τὴν κρίσιν; ἀλλὰ καὶ πρὸς 
          <lb/>τούτων ἁπάντων, ὥσπερ ἐξ ἑνὸς στόματος, ὡμολόγηται, 
          <lb/>φαῦλον εἶναι τὸ ἐπιτήδευμα. Οὐδὲ μὴν οὐδὲ τῶν ἰατρῶν 
          <lb/>τὶς ἐπῄνεσεν αὐτό. Πρῶτον μὲν τοῦ Ἱπποκράτους ἀκούσῃ 
          <lb/>λέγοντος· Διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων· 
          <lb/>ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν μετ’ αὐτὸν 
          <lb/>ἀρίστων ἰατρῶν. Ὅλως μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην 
          <lb/>κρίνεσθαι· ῥητορικὸν γὰρ τὸ τοιοῦτον μᾶλλον ἢ τιμῶντος 
          <lb/>ἀλήθειαν ἀνδρός· ὅμως δ’ ἐπειδὴ τινὲς ἐπὶ τὸν 
          <lb/>τῶν πολλῶν ἔπαινον καταφεύγουσι καὶ τὴν παρὰ τούτων 
          <lb/>κενὴν δόξαν, ἀφέντες αὐτὸ τὸ ἐπιτήδευμα γυμνὸν τῶν 
          <lb/>ἔξωθεν σκοπεῖν, ἠναγκάσθην κᾀν τούτοις προχειρίζεσθαι 
          <lb/>τοὺς μάρτυρας, ἵν’, ὅτι μηδ’ ἐνταῦθα πλέον ἔχουσί τι, 
         <lb/>γιγνώσκωσιν. Ὅθεν δὲ τὸ τῆς Φρύνης εὔκαιρον ἤδη μοι ﻿<pb n="26"/> 
         <lb/>διηγήσασθαι. αὕτη ποτ’ ἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης, 
          <lb/>ὡς ἕκαστον ἐν μέρει προστάξαι τοῖς συμπόταις, ἃ 
          <lb/>βούλοιτο, θεασαμένη παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ 
          <lb/>ψιμμυθίῳ καὶ φύκει κεκαλλωπισμένας, ἐκέλευσεν, ὕδατος 
          <lb/>κομισθέντος, ἀρυσαμένας ταῖς χερσὶ, προσενεγκεῖν ἅπαξ 
          <lb/>αὐτῷ τῷ προσώπῳ, καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι 
          <lb/>σινδονίῳ, καὶ αὐτὴ πρώτη τοῦτ’ ἔπραξε· ταῖς μὲν οὖν ἄλλαις 
          <lb/>ἁπάσαις σπίλου τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιοτάτας 
          <lb/>ἰδεῖν τοῖς μορμολυκείοις· αὐτὴ δὲ καλλίων ἐφάνη· 
          <lb/>μόνη γὰρ ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλὴ, μηδεμιᾶς 
          <lb/>πανουργίας κομμωτικῆς δεομένη. Ὥσπερ οὖν τὸ ἀληθινὸν κάλλος 
          <lb/>ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθ’ ἑαυτὸ, τῶν ἔξωθεν 
          <lb/>αὐτῷ προσιόντων ἁπάντων γυμνωθὲν, οὕτω καὶ τὴν ἀθλητικὴν 
          <lb/>ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην, εἴ τι φαίνοιτο 
          <lb/>ἔχειν χρήσιμον, ἢ κοινῇ ταῖς πόλεσιν, ἢ ἰδίᾳ τοῖς 
          <lb/>μεταχειριζομένοις αὐτήν. </p></div></div></body></text></TEI>