Ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν ἀκηκοότες λόγων, ἐπὶ τέχνης μάθησιν ὥρμησθε, μή τις ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε, ματαιοτεχνίαν διδάξηται, γιγνώσκοντας, ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων οὐκ ἐστὶ τὸ τέλος βιωφελὲς, ταῦτ’ οὐκ εἰσὶ τέχναι. Καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα γιγνώσκειν, ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἶον τό τε πεττευριπτεῖν καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν, ἐν κύκλῳ τε περιδινεῖσθαι μὴ σκοτούμενον, οἷα τά τε Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου. Τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μήποτ’ ἄρα τοῦτο καὶ ῥώμην σώματος ἐπαγγελλόμενον, καὶ τὴν παρὰ τοῖς πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι τετιμημένον ἡμερησίαις ἀργυρίου δόσεσι, καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι  τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων, ὡς προκριθῆναι τινὸς τέχνης. Ὅθεν ἄμεινον προδιασκέψασθαι περὶ αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος. Τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ τοῖς θεοῖς τε καὶ τοῖς ἀλόγοις ζώοις· τοῖς μὲν καθ’ ὅσον λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν. Βέλτιον οὖν ἐστὶ τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον, ἐπιμελήσασθαι παιδείας, ἧς τυχόντες μὲν, τὸ μέγιστον τῶν ἀγαθῶν ἕξομεν· ἀποτυχόντες δὲ, οὐκ αἰσχυνούμεθα τῶν ἀχρήστων ζώων ἐλαττούμενοι. Σώματος δ’ ἄσκησις ἀθλητικὴ, ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ, τῶν ἀλόγων ζώων οὐδέπω κρείττων· τίς γὰρ λεόντων ἢ ἐλεφάντων ἀλκιμώτερος; τίς δ’ ὠκύτερος λαγωοῦ; Τίς δ’ οὐκ οἶδεν, ὡς καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ τὰς τέχνας ἐπαινουμένους; ὡς καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν, ἢ δίσκον ἔῤῥιψαν, ἢ διεπάλαισαν, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν τεχνῶν εὐεργεσίαν. Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι πρότερον ἤστην, εἴτ’ ἀρχῆθεν θεοὶ, τιμῶν ἀξιοῦνται μεγίστων, ὁ μὲν διὰ τὴν ἰατρικὴν, ὁ δ’, ὅτι τὴν περὶ τὰς ἀμπέλους ἡμᾶς τέχνην ἐδίδαξεν. Εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον. οὗτός ἐστιν ὁ καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, καὶ τῷ Λυκούργῳ προσφωνήσας, ᾧδ’ εἶπεν· Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν. Δίζω, ἢ σὲ θεὸν μαντεύσοιμαι, ἢ ἄνθρωπον. Ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. Ὁ δὲ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται τιμῶν οὐ τὰ μέτρια. τὸν γοῦν φονέα, βουλόμενον εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ, διεκώλυσεν εἰπών· Μουσάων θεράποντα κατέκτανες, ἔξιθι νηοῦ. Λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις· ἀλλ’ οὐκ ἐρεῖς, ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή τι τοῦ μάρτυρος, ὡς οὐκ ἀξιόχρεω, κατέγνωκας· ἐμφαίνειν γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον ἄγης μάρτυρας, καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ. Καίτοι οὔτε νοσῶν, εὖ οἷδ’, ὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις σαυτὸν, ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων, καὶ τούτοις τοῖς ἰατρικωτάτοις· οὐδ’ ἂν πλέων ἅπασι τοῖς συμπλέουσιν, ἀλλ’ ἑνὶ τῷ κυβερνήτῃ· ἤδη δὲ κᾀπὶ τῶν σμικροτάτων, τέκτονι μὲν, τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ. Πῶς ἂν οὖν, ἔνθα περὶ πρωτείων ὁ ἀγών ἐστι, σαυτῷ δίδως τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων, ἢ κατὰ σαυτόν. παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι τῶν θεῶν. ἄκουσον οὖν, ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν ἀθλητῶν. Κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα, Οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους, Οἳ πρῶτα μὲν ζῇν οὐδὲ μανθάνουσιν εὖ, Οὐδ’ ἂν δύναιντο· πῶς γὰρ, ὅστις ἔστ’ ἀνὴρ Γνάθου τε δοῦλος, νηδύος θ’ ἡττημένος, Κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπεκτροφὴν πατρός; Οὐδ’ αὖ πένεσθαι κᾀξυπηρετεῖν τύχαις Οἷοί τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ, Σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον. Ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν ἐστιν, ἄκουε πάλιν, εἴπερ θέλεις, ἅ φησι· Τίς γὰρ παλαίσας εὖ. τίς ὠκύπους ἀνὴρ, Ἢ δίσκον ἄρας, ἢ γνάθον πλήξας καλῶς, Πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών; Εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις, ἄκουε πάλιν, ἅ φησι· Πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν Δίσκους ἔχοντες, ἢ δι’ ἀσπίδων ποσὶ Θέοντες, ἐκβαλοῦσι πολεμίους πάτρας; Οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας. τοῖς δὲ φιλοσόφοις ἐπιτρέψομεν τὴν κρίσιν; ἀλλὰ καὶ πρὸς τούτων ἁπάντων, ὥσπερ ἐξ ἑνὸς στόματος, ὡμολόγηται, φαῦλον εἶναι τὸ ἐπιτήδευμα. Οὐδὲ μὴν οὐδὲ τῶν ἰατρῶν τὶς ἐπῄνεσεν αὐτό. Πρῶτον μὲν τοῦ Ἱπποκράτους ἀκούσῃ λέγοντος· Διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων· ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν μετ’ αὐτὸν ἀρίστων ἰατρῶν. Ὅλως μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην κρίνεσθαι· ῥητορικὸν γὰρ τὸ τοιοῦτον μᾶλλον ἢ τιμῶντος ἀλήθειαν ἀνδρός· ὅμως δ’ ἐπειδὴ τινὲς ἐπὶ τὸν τῶν πολλῶν ἔπαινον καταφεύγουσι καὶ τὴν παρὰ τούτων κενὴν δόξαν, ἀφέντες αὐτὸ τὸ ἐπιτήδευμα γυμνὸν τῶν ἔξωθεν σκοπεῖν, ἠναγκάσθην κᾀν τούτοις προχειρίζεσθαι τοὺς μάρτυρας, ἵν’, ὅτι μηδ’ ἐνταῦθα πλέον ἔχουσί τι, γιγνώσκωσιν. Ὅθεν δὲ τὸ τῆς Φρύνης εὔκαιρον ἤδη μοι  διηγήσασθαι. αὕτη ποτ’ ἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης, ὡς ἕκαστον ἐν μέρει προστάξαι τοῖς συμπόταις, ἃ βούλοιτο, θεασαμένη παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ ψιμμυθίῳ καὶ φύκει κεκαλλωπισμένας, ἐκέλευσεν, ὕδατος κομισθέντος, ἀρυσαμένας ταῖς χερσὶ, προσενεγκεῖν ἅπαξ αὐτῷ τῷ προσώπῳ, καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι σινδονίῳ, καὶ αὐτὴ πρώτη τοῦτ’ ἔπραξε· ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις σπίλου τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιοτάτας ἰδεῖν τοῖς μορμολυκείοις· αὐτὴ δὲ καλλίων ἐφάνη· μόνη γὰρ ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλὴ, μηδεμιᾶς πανουργίας κομμωτικῆς δεομένη. Ὥσπερ οὖν τὸ ἀληθινὸν κάλλος ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθ’ ἑαυτὸ, τῶν ἔξωθεν αὐτῷ προσιόντων ἁπάντων γυμνωθὲν, οὕτω καὶ τὴν ἀθλητικὴν ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην, εἴ τι φαίνοιτο ἔχειν χρήσιμον, ἢ κοινῇ ταῖς πόλεσιν, ἢ ἰδίᾳ τοῖς μεταχειριζομένοις αὐτήν.