<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><p rend="align(indent)"><milestone unit="page" resp="Chartier" ed="v2" n="7"/>Τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν 
          <lb/>προβαλλόμενοι καὶ φρονοῦντες ἐπ’ αὐτῇ μέγα. Καὶ 
          <lb/>γὰρ καὶ οὗτοι σπάνιοι τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος 
          <lb/>ἥκουσιν· οὐδὲ τοσοῦτον γιγνώσκοντες, ὅτι ἄρα ἡ εὐγένεια 
           <lb/>αὕτη, ἐφ’ ᾗ σεμνύνονται, τοῖς κατὰ πόλιν νομίσμασιν <pb n="12"/> 
           <lb/>ἔοικεν, ἃ παρὰ τοῖς θεμένοις ἰσχύοντα, παρ’ ἄλλοις ἐστὶ 
          <lb/>κίβδηλα. 
          <quote rend="blockquote"><l>Οὐδ’ εὐγένειά σ’ ᾖρεν εἰς ὕψος μέγα;</l><l>Κακὸν τὸ μὴ ἔχειν, τὸ γένος οὐκ ἔβοσκέ με.</l></quote> 
         καλὸς οὖν, ᾗ φησιν ὁ Πλάτων, θησαυρὸς αἱ τῶν πατέρων 
          <lb/>ἀρεταὶ, κάλλιον δ’ ἀντιθεῖναι δύνασθαι τὸν τοῦ Σθενέλου 
          <lb/>λόγον· 
          <quote rend="blockquote"><l>Ἡμεῖς τῶν πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι.</l></quote> 
         Ταύτην γὰρ μόνην ἔχοιμεν ἂν, εἰ δή τις ἐστὶν εὐγενείας 
          <lb/>χρεία, πρὸς οἰκεῖον παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι· 
          <lb/>ὡς εἴγε καταπολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα, 
          <lb/>λύπη μὲν ἂν εἴη κᾀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις· 
          <lb/>αἰσχύνη δ’ ἡμῖν αὐτοῖς τοσῷδε μείζων, ὅσῳ καὶ τὸ γένος 
          <lb/>περιφανέστατον. Οἱ μὲν γὰρ ἀμαθεῖς, παντάπασιν ἄσημοι 
          <lb/>τῷ γένει, τοῦτο γοῦν αὐτοὶ κερδαίνουσι, τὸ μὴ γινώσκεσθαι 
          <lb/>τοῖς πολλοῖς, ὁποῖοί τινές εἰσιν. Ὅσοις δὲ τὸ λαμπρὸν καὶ 
              <lb/>διάσημον τοῦ γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί <pb n="13"/> 
             <lb/>ἄλλο ἢ περιφανέστερον οὗτοι δυστυχοῦσι; καὶ μέν γε καὶ 
          <lb/>καταγινώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους. ὥστ’ εἰ καί 
          <lb/>τις ἠλίθιος ὢν ὑπομιμνήσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον 
          <lb/>ἑαυτῷ τὸ κακὸν ἀποφαίνει. οὐ γὰρ ὁμοίως 
          <lb/>ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας ἀνθρώπους 
          <lb/>τοῖς ἐκ γένους λαμπροῦ· ἀλλὰ τοὺς μὲν, κᾂν μέτριοί τινες 
          <lb/>ὦσιν, ἀποδεχόμεθα, τῇ δυσγενείᾳ τῆς ἐνδείας τὴν αἰτίαν 
          <lb/>ἀναφέροντες· τοὺς δὲ, εἰ μηδὲν τῶν προγόνων ἄξιον ἔχοιεν. 
          <lb/>οὐδέπω θαυμάζομεν, ἂν καὶ τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν. 
          <lb/>ὥστ’ εἴ τις εὖ φρονεῖ, τέχνης ἀσκήσει προσίτω, δι’ ἣν, 
          <lb/>κᾂν εὐγενὴς ᾖ, τοῦ γένους οὐκ ἀνάξιος φανεῖται· κᾂν μὴ τοιοῦτος 
          <lb/>ὑπάρχῃ, τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν 
          <lb/>παλαιὸν ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένει, 
          <lb/>Ἀλλ’ ἐγὼ τοῖς ἀπ’ ἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ 
          <lb/>ἐμὸν ἀπ’ ἐμοῦ γένος ἄρξεται· τὸ δὲ σὸν εἰς σὲ τελευτήσει. 
              <lb/>Ὁρᾷς, ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν καὶ θαυμάζεσθαί <pb n="14"/> 
              <lb/>τε καὶ σοφὸν ὀνομάζεσθαι, καίτοι βάρβαρος ἦν τὸ 
          <lb/>γένος. οὗτός ποτε πρὸς τινὸς ὀνειδιζόμενος, ὅτι βάρβαρος 
          <lb/>εἴη καὶ Σκύθης. Ἐμοὶ μὲν ἡ πατρὶς ὄνειδος, σὺ δὲ τῇ 
          <lb/>πατρίδι· πάνυ καλῶς ἐπιπλήξας τῷ μηδενὸς ἀξίῳ λόγου, 
          <lb/>μόνον δ’ ἐπὶ τῇ πατρίδι σεμνυνομένῳ. Εἰ γὰρ ἐπιστήσαις 
          <lb/>τοῖς πράγμασι τὸν νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν 
          <lb/>δόξῃ τοὺς πολίτας γιγνομένους· ἀλλ’ αὐτὸ δὴ τοὐναντίον, 
          <lb/>διὰ τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταῖς τέχναις καὶ τὰς πατρίδας 
          <lb/>αὐτῶν μνημονευομένας. Τίς γὰρ ἦν Σταγείρων λόγος, 
          <lb/>εἰ μὴ δι’ Ἀριστοτέλην; τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν 
          <lb/>τε καὶ Χρύσιππον; ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι 
          <lb/>πόῤῥω τοὔνομα πεφοίτηκεν, οὐ διὰ τὴν τῆς γῆς ἀρετὴν, 
          <lb/>λεπτόγεως γὰρ, ἀλλὰ διὰ τοὺς ἐν αὐτῇ φύντας, οἳ 
          <lb/>πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι, μετέδοσάν τι καὶ τῇ 
          <lb/>πα<milestone unit="page" resp="Basel" ed="v1" n="3"/>τρίδι τοῦ σφετέρου κλέους. Μάθοις δ’ ἂν ἐναργέστατα 
          <lb/>τὸ τοιοῦτον ἀληθὲς ὂν, εἰ τὸν Ὑπέρβολον ἢ 
          <lb/> <milestone unit="page" resp="Chartier" ed="v2" n="8"/> τὸν Κλέωνα λογίσαιο τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν κερδήσαντας, <pb n="15"/> 
          <lb/>ὅσον ἄν τις εἰς περιφάνειαν κακῶν 
          <lb/>ἐπικτήσαιτο. 
          <quote rend="blockquote"><l>Ἦν ὅτε σύας βοιώτιον ἔθνος ἔνεπον,</l></quote> 
              ὁ Πίνδαρος φησί. καὶ πάλιν ὁ αὐτός· 
          <quote rend="blockquote"><l>Εἰ ἐκφεύγομεν βοιωτίαν</l><l>Σῦν.</l></quote> 
              ἀξιῶν, ὅλου σχεδὸν ἔθνους τὸν ἐπ’ ἀμαθίᾳ ψόγον ἀπολύεσθαι 
          <lb/>διὰ τὴν ἑαυτοῦ μουσικήν. </p></div><div type="textpart" subtype="chapter" n="8"><p rend="align(indent)">Ἐπαινέσῃ δ’ ἄν τις καὶ τὸν Ἀθήνῃσι νομοθέτην, 
          <lb/>ὃς τὸν μὴ διδάξαντα τέχνην ἐκώλυε πρὸς τοῦ παιδὸς 
          <lb/>τρέφεσθαι. τέχνης ἁπάσης κατ’ ἐκεῖνον μάλιστα τὸν 
          <lb/>χρόνον ἀσκουμένης, ἡνίχ’ ὡραιότατα φαίνηται τὰ σώματα, 
          <lb/>πολλοῖς συνέβη περιβλέπτοις διὰ κάλλος γεγενημένοις ἀμελῆσαι 
          <lb/>τῆς ἑαυτῶν ψυχῆς, εἶθ’ ὕστερον, ὅτ’ οὐδὲν ὄφελος, 
          <lb/>λέγειν· 
          <quote rend="blockquote"><l>Εἴθ’ ὤφελεν τὸ κάλλος, ὅ με διώλεσε,</l><l>Κακῶς ὀλέσθαι.</l></quote> <pb n="16"/> 
          <lb/>Τηνικαῦτα δ’ αὐτοὺς καὶ τὸ τοῦ Σόλωνος εἰσέρχεται, 
          <lb/>σκοπεῖσθαι κελεύοντος ἐν τοῖς μάλιστα τὸ τέλος τοῦ βίου. 
          <lb/>εἶτα καὶ τῷ γήρᾳ λοιδοροῦνται, δέον ἑαυτοῖς· καὶ τὸν Εὐριπίδην 
          <lb/>ἐπαινοῦσι λέγοντα· 
          <quote rend="blockquote"><l>οὐ γάρ ἐστιν ἀσφαλὲς</l><l>Περαιτέρω τὸ κάλλος ἢ μέσῳ λαβεῖν.</l></quote> 
           Ἄμεινον οὖν ἐστὶν ἐγνωκότας τὴν μὲν τῶν μειρακίων 
          <lb/>ὥραν τοῖς ἠρινοῖς ἄνθεσιν ἐοικυῖαν, ὀλιγοχρόνιόν τε τὴν 
          <lb/>τέρψιν ἔχουσαν, ἐπαινεῖν τε τὴν Λεσβίαν λέγουσαν· 
          <quote rend="blockquote"><l>Ὁ μὲν γὰρ καλὸς ὅσον ἰδεῖν πέλεται·</l><l>Ὁ δὲ κᾄγαθος αὐτίκα καὶ καλὸς ἔσται.</l></quote> 
          πείθεσθαι δὲ καὶ Σόλωνι τὴν αὐτὴν γνώμην ἐνδεικνυμένῳ· 
          <lb/>τὸ δὲ γῆρας καθάπερ χαλεπὸν ἐφεδρεύοντα χειμῶνα, δεόμενον 
          <lb/>οὐχ ὑποδημάτων μόνον καὶ ἐσθῆτος, ἀλλὰ καὶ οἰκήσεως ἐπιτηδείας 
          <lb/>καὶ μυρίων ἄλλων, παρασκευάζεσθαι πρὸς αὐτὸ, καθάπερ 
          <lb/>ἀγαθὸν κυβερνήτην ἐκ πολλοῦ πρὸς χειμῶνα. Μοχθηρὸν γὰρ τὸ 
               <quote rend="blockquote"><l>ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></quote> <pb n="17"/> 
           <lb/>Πρὸς τί γὰρ ἂν καὶ φαίη τις εἶναι χρήσιμον ἀνάσκητον νέου 
          <lb/>κάλλος; ἆρά γ’ εἰς πόλεμον; καὶ μὴν οὐκ ἀστόχως τις 
          <lb/>ἐπιφωνήσειε τοῖς τοιούτοις· 
          <quote rend="blockquote"><l>Ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο.</l><l>Ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε.</l></quote> 
               <lb/>καὶ γὰρ ὁ Νιρεὺς 
          <quote rend="blockquote"><l>κάλλιστος μὲν ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν,</l><l>Ἀλλ’ ἀλαπαδνὸς ἔην.</l></quote> 
               <lb/>καὶ διὰ τοῦθ’ ἅπαξ αὐτοῦ μόνον ἐμνημόνευσεν Ὅμηρος ἐν 
          <lb/>νεῶν καταλόγῳ, πρὸς ἐπίδειξιν, ἐμοὶ δοκεῖ, τῆς τῶν καλλίστων 
          <lb/>ἀνδρῶν ἀχρηστίας, ὅταν αὐτοῖς ὑπάρχῃ μηδὲν ἄλλο 
          <lb/>τῶν εἰς τὸν βίον χρησίμων. Οὐδὲ μὴν εἰς πόρον χρημάτων, 
          <lb/>εἴ τινες τῶν κακοδαιμόνων λέγειν τολμῶσι, τὸ κάλλος ἐστὶ 
          <lb/>χρήσιμον. Ὁ μὲν γὰρ ἐλευθέριός τε καὶ ἔνδοξος καὶ βέβαιος 
          <lb/>χρηματισμὸς ἀπὸ τέχνης γίγνεσθαι πέφυκεν· ὁ δ’ 
          <lb/>ἀπὸ σώματος καὶ κάλλους αἰσχρός ἐστι, καὶ διὰ παντὸς ἐπονείδιστος. 
               <lb/>Χρὴ τοίνυν τὸν νέον, πειθόμενον τῷ παλαιῷ <pb n="18"/> 
               <lb/>παραγγέλματι, τὴν ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεα<milestone unit="page" resp="Chartier" ed="v2" n="9"/>σάμενον, 
          <lb/>εἰ μὲν καλὸς εἴη τὴν ὄψιν, ἀσκῆσαι, τοιαύτην εἶναι 
          <lb/>καὶ τὴν ψυχὴν, ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν 
          <lb/>αἰσχρὰν οἰκεῖν· εἰ δ’ αἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος 
          <lb/>ἰδέαν εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς 
          <lb/>ἵν’ ἔχῃ λέγειν τὸ Ὁμηρικόν· 
          <quote rend="blockquote"><l>Ἄλλος μὲν γάρ τ’ εἶδος ἀκιδνότερος πέλει ἀνήρ·</l><l>Ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τ’ ἐς αὐτὸν</l><l>Τερπόμενοι λεύσσουσιν· ὁ δ’ ἀσφαλέως ἀγορεύει</l><l>Αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·</l><l>Ἐρχόμενον δ’ ἀνὰ ἄστυ, θεὸν ὣς, εἰσορόωσιν.</l></quote> 
               <lb/>Ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν 
          <lb/>ἀνοήτοις ἐναργῶς φαίνεται, μήτ’ ἐπὶ γένους λαμπρότητι, 
          <lb/>μήτ’ ἐπὶ πλούτῳ τε καὶ κάλλει θαῤῥήσαντα καταφρονῆσαι 
          <lb/>τέχνης ἀσκήσεως. αὐτάρκη μὲν οὖν καὶ ταῦτα. Κάλλιον δ’ 
          <lb/>ἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους, οἶον ἀγαθόν τινα 
               <lb/>ἐπῳδόν. Ὃς ἑστιώμενος παρά τινι τῶν μὲν ἑαυτοῦ πάντων <pb n="19"/> 
               <lb/>ἀκριβῶς προνενοημένῳ, μόνου δ’ ἑαυτοῦ παντάπασιν ἠμεληκότι, 
          <lb/>χρεμψάμενος, ὡς πτύσων, εἶτ’ ἐν κύκλῳ περισκοπήσας, 
          <lb/>εἰς οὐδὲν μὲν τῶν πέριξ ἔπτυσε, αὐτῷ δὲ μόνῳ 
          <lb/>προσέπτυσε τῷ δεσπότῃ τῆς οἰκίας. ἀγανακτοῦντος δ’ αὐτοῦ 
          <lb/>καὶ τὴν αἰτίαν ἐρωτῶντος· Οὐδὲν, ἔφησεν, ὁρᾷν, οὕτως 
          <lb/>ἠμελημένον τῶν κατὰ τὴν οἰκίαν, ὡς ἐκεῖνον. τοὺς γὰρ 
          <lb/>τοίχους ἅπαντας ἀξιολόγοις γραφαῖς κεκοσμῆσθαι, τὸ δ’ 
          <lb/>ἔδαφος ἐκ ψήφων πολυτελῶν συγκεῖσθαι, θεῶν εἰκόνας ἔχον 
          <lb/>ἐξ αὐτῶν διατετυπωμένας, ἅπαντα τὰ σκεύη λαμπρὰ καὶ 
          <lb/>καθαρὰ, καὶ τὴν στρωμνὴν καὶ τὰς κλίνας εἰς κάλλος ἐξησκῆσθαι· 
          <lb/>μόνον δ’ ἐκεῖνον ὁρᾷν ἠμελημένον· εἰθίσθαι δ’ 
          <lb/>ἅπασιν ἀνθρώποις εἰς τοὺς ἀτιμοτάτους τῶν παρόντων τόπων 
          <lb/>ἀποπτύειν. Μὴ τοίνυν ἐάσῃς, ὦ μειράκιον, ἄξιον τοῦ 
          <lb/>προσπτύεσθαι γενέσθαι σεαυτὸν, μήδ’ ἂν ἅπαντά σοι 
          <lb/>τἄλλα κάλλιστα διακεῖσθαι δοκῇ. σπάνιον μὲν γάρ ἐστι καὶ 
               <lb/>τὸ τυχεῖν αὐτῶν ὁμοῦ πάντων, ὡς εὐγενῆ τε καὶ πλούσιον <pb n="20"/> 
               <lb/>εἶναι καὶ καλὸν ἅμα τὸν αὐτόν· εἰ δ’ ἄρα καὶ συνέλθοι 
          <lb/>ποτὲ, δεινὸν ἂν εἴη μόνον ἐν ἅπασι τοῖς ὑπάρχουσιν ἑαυτὸν 
          <lb/>κατάπτυστον εἶναι. </p></div></div></body></text></TEI>