Πολλοὶ δὲ τῶν κακοδαιμόνων καὶ πάντα πρὸς τὸν πλοῦτον ἀποβλεπόντων, ἐν τοιαύταις πραγμάτων περιστάσεσι γενόμενοι, χρυσὸν ἢ ἄργυρον ἐξαψάμενοί τε καὶ περιθέμενοι τῷ σώματι, προσαπώλεσαν αὐτοῖς καὶ τὴν ψυχὴν, οὐδὲ τοῦτο δυνάμενοι συνιδεῖν, ὅτι καὶ τῶν ἀλόγων ζώων αὐτοὶ πρῶτοι τὰ ταῖς τέχναις κεκοσμημένα μᾶλλον ἀσπάζονται. Καὶ γὰρ τοὺς πολεμικοὺς ἵππους καὶ τοὺς θηρατικοὺς κύνας πρὸ τῶν ἄλλων τιμῶσι, καὶ τοὺς μὲν οἰκέτας ἐκδιδάσκονται τέχνας, πάμπολυ πολλάκις εἰς αὐτοὺς ἀργύριον ἀναλίσκοντες· ἑαυτῶν δ’ ἀμελοῦσι. Καίτοι οὐκ αἰσχρὸν τὸν οἰκέτην μὲν ἐνίοτε δραχμῶν εἶναι μυρίων ἄξιον, αὐτὸν δὲ τὸν δεσπότην αὐτοῦ μηδὲ μιᾶς; καὶ τί λέγω μιᾶς; οὐδ’ ἂν προῖκά τις τὸν τοιοῦτον λάβοι. Μή ποτε αὑτοὺς μόνους ἠτιμήκασιν ἐκ πάντων μηδεμίαν ἐκμαθόντες τέχνην; Ὅταν γὰρ καὶ τὰ ἄλογα τῶν ζώων ἐν τεχνικοῖς ἐπιτηδεύμασι παιδεύωσι, καὶ οἰκέτην ἀργὸν καὶ ἄτεχνον οὐδενὸς ἄξιον εἶναι νομίζωσιν· ἐπιμελῶνται δὲ καὶ τῶν χωρίων, καὶ τῶν ἄλλων κτημάτων, ὅπως ἕκαστον εἰς δύναμιν ὅτι βέλτιστον ᾖ· μόνων δ’ ἑαυτῶν ἀμελῶσι, μηδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκοντες, εὔδηλον, ὅτι τοῖς ἀποβλήτοις τῶν οἰκετῶν ἐοίκασιν. ὥστε τὶς ἐπιστὰς ἀνδρὶ τοιούτῳ προσηκόντως ἂν εἴποι πρὸς αὐτόν· ὦ ἄνθρωπε, οἰκία μὲν σοὶ εὖ ἔχει, καὶ τὰ ἀνδράποδα πάντα, καὶ ἵπποι δὴ καὶ κύνες, καὶ χωρία, καὶ ὅσα κέκτησαι διάκειται καλῶς· αὐτὸν δὲ σὲ οὐκ ἀγαθὴ κομιδὴ ἔχει. Καλῶς οὖν καὶ ὁ Δημοσθένης, καὶ ὁ Διογένης, ὁ μὲν, χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους καὶ ἀπαιδεύτους· ὁ δὲ, ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς ἀπεικάζων αὐτούς. ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους, ἀλλὰ κόρακας ἢ κολοιοὺς ἐσθίειν, τούτων τε τὰ χρήματα μηδὲν ὄφελος  εἶναι τοῖς ἀστείοις, δαπανᾶσθαι δ’ ὑπὸ τῶν κολάκων, οἵτινες, ἐὰν οὕτως τύχῃ, πάντων αὐτοῖς ἀναλωθέντων, ἀπαντῶντες παρέρχονται, μὴ γνωρίζειν προσποιούμενοι. Ὅθεν οὐδ’ ὁ ταῖς κρήναις τοὺς τοιούτους εἰκάσας ἄμουσός τις ἦν. καὶ γάρ τοι καὶ οἱ ἀπὸ τῶν κρηνῶν ὑδρευόμενοι πρόσθεν, ἐπειδὰν μηκέτ’ ἔχωσιν ὕδωρ, ἀνασυράμενοι προσουροῦσι. καὶ ἔστιν εὔλογον, τοὺς διὰ μηδὲν ἀλλ’ ἢ τὰ χρήματα περιβλέπτους, ἅμα τῷ στερηθῆναι τούτων, εὐθὺς καὶ τῶν ἄλλων, ἃ διὰ ταῦτ’ εἶχον, ἐστερῆσθαι. Τί γὰρ ἂν καὶ πάθοιεν, ἴδιον μὲν οὐδὲν ἀγαθὸν κεκτημένοι, ἀεὶ δ’ ἐπ’ ἀλλοτρίοις καὶ τοῖς παρὰ τῆς τύχης ἐπαιρόμενοι; Τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν προβαλλόμενοι καὶ φρονοῦντες ἐπ’ αὐτῇ μέγα. Καὶ γὰρ καὶ οὗτοι σπάνιοι τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος ἥκουσιν· οὐδὲ τοσοῦτον γιγνώσκοντες, ὅτι ἄρα ἡ εὐγένεια αὕτη, ἐφ’ ᾗ σεμνύνονται, τοῖς κατὰ πόλιν νομίσμασιν ἔοικεν, ἃ παρὰ τοῖς θεμένοις ἰσχύοντα, παρ’ ἄλλοις ἐστὶ κίβδηλα. Οὐδ’ εὐγένειά σ’ ᾖρεν εἰς ὕψος μέγα; Κακὸν τὸ μὴ ἔχειν, τὸ γένος οὐκ ἔβοσκέ με. καλὸς οὖν, ᾗ φησιν ὁ Πλάτων, θησαυρὸς αἱ τῶν πατέρων ἀρεταὶ, κάλλιον δ’ ἀντιθεῖναι δύνασθαι τὸν τοῦ Σθενέλου λόγον· Ἡμεῖς τῶν πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι. Ταύτην γὰρ μόνην ἔχοιμεν ἂν, εἰ δή τις ἐστὶν εὐγενείας χρεία, πρὸς οἰκεῖον παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι· ὡς εἴγε καταπολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα, λύπη μὲν ἂν εἴη κᾀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις· αἰσχύνη δ’ ἡμῖν αὐτοῖς τοσῷδε μείζων, ὅσῳ καὶ τὸ γένος περιφανέστατον. Οἱ μὲν γὰρ ἀμαθεῖς, παντάπασιν ἄσημοι τῷ γένει, τοῦτο γοῦν αὐτοὶ κερδαίνουσι, τὸ μὴ γινώσκεσθαι τοῖς πολλοῖς, ὁποῖοί τινές εἰσιν. Ὅσοις δὲ τὸ λαμπρὸν καὶ διάσημον τοῦ γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί ἄλλο ἢ περιφανέστερον οὗτοι δυστυχοῦσι; καὶ μέν γε καὶ καταγινώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους. ὥστ’ εἰ καί τις ἠλίθιος ὢν ὑπομιμνήσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον ἑαυτῷ τὸ κακὸν ἀποφαίνει. οὐ γὰρ ὁμοίως ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας ἀνθρώπους τοῖς ἐκ γένους λαμπροῦ· ἀλλὰ τοὺς μὲν, κᾂν μέτριοί τινες ὦσιν, ἀποδεχόμεθα, τῇ δυσγενείᾳ τῆς ἐνδείας τὴν αἰτίαν ἀναφέροντες· τοὺς δὲ, εἰ μηδὲν τῶν προγόνων ἄξιον ἔχοιεν. οὐδέπω θαυμάζομεν, ἂν καὶ τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν. ὥστ’ εἴ τις εὖ φρονεῖ, τέχνης ἀσκήσει προσίτω, δι’ ἣν, κᾂν εὐγενὴς ᾖ, τοῦ γένους οὐκ ἀνάξιος φανεῖται· κᾂν μὴ τοιοῦτος ὑπάρχῃ, τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν παλαιὸν ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένει, Ἀλλ’ ἐγὼ τοῖς ἀπ’ ἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ ἐμὸν ἀπ’ ἐμοῦ γένος ἄρξεται· τὸ δὲ σὸν εἰς σὲ τελευτήσει. Ὁρᾷς, ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν καὶ θαυμάζεσθαί τε καὶ σοφὸν ὀνομάζεσθαι, καίτοι βάρβαρος ἦν τὸ γένος. οὗτός ποτε πρὸς τινὸς ὀνειδιζόμενος, ὅτι βάρβαρος εἴη καὶ Σκύθης. Ἐμοὶ μὲν ἡ πατρὶς ὄνειδος, σὺ δὲ τῇ πατρίδι· πάνυ καλῶς ἐπιπλήξας τῷ μηδενὸς ἀξίῳ λόγου, μόνον δ’ ἐπὶ τῇ πατρίδι σεμνυνομένῳ. Εἰ γὰρ ἐπιστήσαις τοῖς πράγμασι τὸν νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν δόξῃ τοὺς πολίτας γιγνομένους· ἀλλ’ αὐτὸ δὴ τοὐναντίον, διὰ τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταῖς τέχναις καὶ τὰς πατρίδας αὐτῶν μνημονευομένας. Τίς γὰρ ἦν Σταγείρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην; τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον; ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι πόῤῥω τοὔνομα πεφοίτηκεν, οὐ διὰ τὴν τῆς γῆς ἀρετὴν, λεπτόγεως γὰρ, ἀλλὰ διὰ τοὺς ἐν αὐτῇ φύντας, οἳ πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι, μετέδοσάν τι καὶ τῇ πα τρίδι τοῦ σφετέρου κλέους. Μάθοις δ’ ἂν ἐναργέστατα τὸ τοιοῦτον ἀληθὲς ὂν, εἰ τὸν Ὑπέρβολον ἢ τὸν Κλέωνα λογίσαιο τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν κερδήσαντας, ὅσον ἄν τις εἰς περιφάνειαν κακῶν ἐπικτήσαιτο. Ἦν ὅτε σύας βοιώτιον ἔθνος ἔνεπον, ὁ Πίνδαρος φησί. καὶ πάλιν ὁ αὐτός· Εἰ ἐκφεύγομεν βοιωτίαν Σῦν. ἀξιῶν, ὅλου σχεδὸν ἔθνους τὸν ἐπ’ ἀμαθίᾳ ψόγον ἀπολύεσθαι διὰ τὴν ἑαυτοῦ μουσικήν. Ἐπαινέσῃ δ’ ἄν τις καὶ τὸν Ἀθήνῃσι νομοθέτην, ὃς τὸν μὴ διδάξαντα τέχνην ἐκώλυε πρὸς τοῦ παιδὸς τρέφεσθαι. τέχνης ἁπάσης κατ’ ἐκεῖνον μάλιστα τὸν χρόνον ἀσκουμένης, ἡνίχ’ ὡραιότατα φαίνηται τὰ σώματα, πολλοῖς συνέβη περιβλέπτοις διὰ κάλλος γεγενημένοις ἀμελῆσαι τῆς ἑαυτῶν ψυχῆς, εἶθ’ ὕστερον, ὅτ’ οὐδὲν ὄφελος, λέγειν· Εἴθ’ ὤφελεν τὸ κάλλος, ὅ με διώλεσε, Κακῶς ὀλέσθαι. Τηνικαῦτα δ’ αὐτοὺς καὶ τὸ τοῦ Σόλωνος εἰσέρχεται, σκοπεῖσθαι κελεύοντος ἐν τοῖς μάλιστα τὸ τέλος τοῦ βίου. εἶτα καὶ τῷ γήρᾳ λοιδοροῦνται, δέον ἑαυτοῖς· καὶ τὸν Εὐριπίδην ἐπαινοῦσι λέγοντα· οὐ γάρ ἐστιν ἀσφαλὲς Περαιτέρω τὸ κάλλος ἢ μέσῳ λαβεῖν. Ἄμεινον οὖν ἐστὶν ἐγνωκότας τὴν μὲν τῶν μειρακίων ὥραν τοῖς ἠρινοῖς ἄνθεσιν ἐοικυῖαν, ὀλιγοχρόνιόν τε τὴν τέρψιν ἔχουσαν, ἐπαινεῖν τε τὴν Λεσβίαν λέγουσαν· Ὁ μὲν γὰρ καλὸς ὅσον ἰδεῖν πέλεται· Ὁ δὲ κᾄγαθος αὐτίκα καὶ καλὸς ἔσται. πείθεσθαι δὲ καὶ Σόλωνι τὴν αὐτὴν γνώμην ἐνδεικνυμένῳ· τὸ δὲ γῆρας καθάπερ χαλεπὸν ἐφεδρεύοντα χειμῶνα, δεόμενον οὐχ ὑποδημάτων μόνον καὶ ἐσθῆτος, ἀλλὰ καὶ οἰκήσεως ἐπιτηδείας καὶ μυρίων ἄλλων, παρασκευάζεσθαι πρὸς αὐτὸ, καθάπερ ἀγαθὸν κυβερνήτην ἐκ πολλοῦ πρὸς χειμῶνα. Μοχθηρὸν γὰρ τὸ ῥεχθὲν δέ τε νήπιος ἔγνω. Πρὸς τί γὰρ ἂν καὶ φαίη τις εἶναι χρήσιμον ἀνάσκητον νέου κάλλος; ἆρά γ’ εἰς πόλεμον; καὶ μὴν οὐκ ἀστόχως τις ἐπιφωνήσειε τοῖς τοιούτοις· Ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο. Ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε. καὶ γὰρ ὁ Νιρεὺς κάλλιστος μὲν ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν, Ἀλλ’ ἀλαπαδνὸς ἔην. καὶ διὰ τοῦθ’ ἅπαξ αὐτοῦ μόνον ἐμνημόνευσεν Ὅμηρος ἐν νεῶν καταλόγῳ, πρὸς ἐπίδειξιν, ἐμοὶ δοκεῖ, τῆς τῶν καλλίστων ἀνδρῶν ἀχρηστίας, ὅταν αὐτοῖς ὑπάρχῃ μηδὲν ἄλλο τῶν εἰς τὸν βίον χρησίμων. Οὐδὲ μὴν εἰς πόρον χρημάτων, εἴ τινες τῶν κακοδαιμόνων λέγειν τολμῶσι, τὸ κάλλος ἐστὶ χρήσιμον. Ὁ μὲν γὰρ ἐλευθέριός τε καὶ ἔνδοξος καὶ βέβαιος χρηματισμὸς ἀπὸ τέχνης γίγνεσθαι πέφυκεν· ὁ δ’ ἀπὸ σώματος καὶ κάλλους αἰσχρός ἐστι, καὶ διὰ παντὸς ἐπονείδιστος. Χρὴ τοίνυν τὸν νέον, πειθόμενον τῷ παλαιῷ παραγγέλματι, τὴν ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεα σάμενον, εἰ μὲν καλὸς εἴη τὴν ὄψιν, ἀσκῆσαι, τοιαύτην εἶναι καὶ τὴν ψυχὴν, ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν αἰσχρὰν οἰκεῖν· εἰ δ’ αἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος ἰδέαν εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς ἵν’ ἔχῃ λέγειν τὸ Ὁμηρικόν· Ἄλλος μὲν γάρ τ’ εἶδος ἀκιδνότερος πέλει ἀνήρ· Ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τ’ ἐς αὐτὸν Τερπόμενοι λεύσσουσιν· ὁ δ’ ἀσφαλέως ἀγορεύει Αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· Ἐρχόμενον δ’ ἀνὰ ἄστυ, θεὸν ὣς, εἰσορόωσιν. Ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν ἀνοήτοις ἐναργῶς φαίνεται, μήτ’ ἐπὶ γένους λαμπρότητι, μήτ’ ἐπὶ πλούτῳ τε καὶ κάλλει θαῤῥήσαντα καταφρονῆσαι τέχνης ἀσκήσεως. αὐτάρκη μὲν οὖν καὶ ταῦτα. Κάλλιον δ’ ἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους, οἶον ἀγαθόν τινα ἐπῳδόν. Ὃς ἑστιώμενος παρά τινι τῶν μὲν ἑαυτοῦ πάντων ἀκριβῶς προνενοημένῳ, μόνου δ’ ἑαυτοῦ παντάπασιν ἠμεληκότι, χρεμψάμενος, ὡς πτύσων, εἶτ’ ἐν κύκλῳ περισκοπήσας, εἰς οὐδὲν μὲν τῶν πέριξ ἔπτυσε, αὐτῷ δὲ μόνῳ προσέπτυσε τῷ δεσπότῃ τῆς οἰκίας. ἀγανακτοῦντος δ’ αὐτοῦ καὶ τὴν αἰτίαν ἐρωτῶντος· Οὐδὲν, ἔφησεν, ὁρᾷν, οὕτως ἠμελημένον τῶν κατὰ τὴν οἰκίαν, ὡς ἐκεῖνον. τοὺς γὰρ τοίχους ἅπαντας ἀξιολόγοις γραφαῖς κεκοσμῆσθαι, τὸ δ’ ἔδαφος ἐκ ψήφων πολυτελῶν συγκεῖσθαι, θεῶν εἰκόνας ἔχον ἐξ αὐτῶν διατετυπωμένας, ἅπαντα τὰ σκεύη λαμπρὰ καὶ καθαρὰ, καὶ τὴν στρωμνὴν καὶ τὰς κλίνας εἰς κάλλος ἐξησκῆσθαι· μόνον δ’ ἐκεῖνον ὁρᾷν ἠμελημένον· εἰθίσθαι δ’ ἅπασιν ἀνθρώποις εἰς τοὺς ἀτιμοτάτους τῶν παρόντων τόπων ἀποπτύειν. Μὴ τοίνυν ἐάσῃς, ὦ μειράκιον, ἄξιον τοῦ προσπτύεσθαι γενέσθαι σεαυτὸν, μήδ’ ἂν ἅπαντά σοι τἄλλα κάλλιστα διακεῖσθαι δοκῇ. σπάνιον μὲν γάρ ἐστι καὶ τὸ τυχεῖν αὐτῶν ὁμοῦ πάντων, ὡς εὐγενῆ τε καὶ πλούσιον εἶναι καὶ καλὸν ἅμα τὸν αὐτόν· εἰ δ’ ἄρα καὶ συνέλθοι ποτὲ, δεινὸν ἂν εἴη μόνον ἐν ἅπασι τοῖς ὑπάρχουσιν ἑαυτὸν κατάπτυστον εἶναι. Ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν ἀκηκοότες λόγων, ἐπὶ τέχνης μάθησιν ὥρμησθε, μή τις ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε, ματαιοτεχνίαν διδάξηται, γιγνώσκοντας, ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων οὐκ ἐστὶ τὸ τέλος βιωφελὲς, ταῦτ’ οὐκ εἰσὶ τέχναι. Καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα γιγνώσκειν, ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἶον τό τε πεττευριπτεῖν καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν, ἐν κύκλῳ τε περιδινεῖσθαι μὴ σκοτούμενον, οἷα τά τε Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου. Τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μήποτ’ ἄρα τοῦτο καὶ ῥώμην σώματος ἐπαγγελλόμενον, καὶ τὴν παρὰ τοῖς πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι τετιμημένον ἡμερησίαις ἀργυρίου δόσεσι, καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι  τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων, ὡς προκριθῆναι τινὸς τέχνης. Ὅθεν ἄμεινον προδιασκέψασθαι περὶ αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος. Τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ τοῖς θεοῖς τε καὶ τοῖς ἀλόγοις ζώοις· τοῖς μὲν καθ’ ὅσον λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν. Βέλτιον οὖν ἐστὶ τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον, ἐπιμελήσασθαι παιδείας, ἧς τυχόντες μὲν, τὸ μέγιστον τῶν ἀγαθῶν ἕξομεν· ἀποτυχόντες δὲ, οὐκ αἰσχυνούμεθα τῶν ἀχρήστων ζώων ἐλαττούμενοι. Σώματος δ’ ἄσκησις ἀθλητικὴ, ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ, τῶν ἀλόγων ζώων οὐδέπω κρείττων· τίς γὰρ λεόντων ἢ ἐλεφάντων ἀλκιμώτερος; τίς δ’ ὠκύτερος λαγωοῦ; Τίς δ’ οὐκ οἶδεν, ὡς καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ τὰς τέχνας ἐπαινουμένους; ὡς καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν, ἢ δίσκον ἔῤῥιψαν, ἢ διεπάλαισαν, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν τεχνῶν εὐεργεσίαν. Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι πρότερον ἤστην, εἴτ’ ἀρχῆθεν θεοὶ, τιμῶν ἀξιοῦνται μεγίστων, ὁ μὲν διὰ τὴν ἰατρικὴν, ὁ δ’, ὅτι τὴν περὶ τὰς ἀμπέλους ἡμᾶς τέχνην ἐδίδαξεν. Εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον. οὗτός ἐστιν ὁ καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, καὶ τῷ Λυκούργῳ προσφωνήσας, ᾧδ’ εἶπεν· Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν. Δίζω, ἢ σὲ θεὸν μαντεύσοιμαι, ἢ ἄνθρωπον. Ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. Ὁ δὲ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται τιμῶν οὐ τὰ μέτρια. τὸν γοῦν φονέα, βουλόμενον εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ, διεκώλυσεν εἰπών· Μουσάων θεράποντα κατέκτανες, ἔξιθι νηοῦ. Λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις· ἀλλ’ οὐκ ἐρεῖς, ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή τι τοῦ μάρτυρος, ὡς οὐκ ἀξιόχρεω, κατέγνωκας· ἐμφαίνειν γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον ἄγης μάρτυρας, καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ. Καίτοι οὔτε νοσῶν, εὖ οἷδ’, ὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις σαυτὸν, ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων, καὶ τούτοις τοῖς ἰατρικωτάτοις· οὐδ’ ἂν πλέων ἅπασι τοῖς συμπλέουσιν, ἀλλ’ ἑνὶ τῷ κυβερνήτῃ· ἤδη δὲ κᾀπὶ τῶν σμικροτάτων, τέκτονι μὲν, τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ. Πῶς ἂν οὖν, ἔνθα περὶ πρωτείων ὁ ἀγών ἐστι, σαυτῷ δίδως τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων, ἢ κατὰ σαυτόν. παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι τῶν θεῶν. ἄκουσον οὖν, ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν ἀθλητῶν. Κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα, Οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους, Οἳ πρῶτα μὲν ζῇν οὐδὲ μανθάνουσιν εὖ, Οὐδ’ ἂν δύναιντο· πῶς γὰρ, ὅστις ἔστ’ ἀνὴρ Γνάθου τε δοῦλος, νηδύος θ’ ἡττημένος, Κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπεκτροφὴν πατρός; Οὐδ’ αὖ πένεσθαι κᾀξυπηρετεῖν τύχαις Οἷοί τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ, Σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον. Ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν ἐστιν, ἄκουε πάλιν, εἴπερ θέλεις, ἅ φησι· Τίς γὰρ παλαίσας εὖ. τίς ὠκύπους ἀνὴρ, Ἢ δίσκον ἄρας, ἢ γνάθον πλήξας καλῶς, Πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών; Εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις, ἄκουε πάλιν, ἅ φησι· Πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν Δίσκους ἔχοντες, ἢ δι’ ἀσπίδων ποσὶ Θέοντες, ἐκβαλοῦσι πολεμίους πάτρας; Οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας. τοῖς δὲ φιλοσόφοις ἐπιτρέψομεν τὴν κρίσιν; ἀλλὰ καὶ πρὸς τούτων ἁπάντων, ὥσπερ ἐξ ἑνὸς στόματος, ὡμολόγηται, φαῦλον εἶναι τὸ ἐπιτήδευμα. Οὐδὲ μὴν οὐδὲ τῶν ἰατρῶν τὶς ἐπῄνεσεν αὐτό. Πρῶτον μὲν τοῦ Ἱπποκράτους ἀκούσῃ λέγοντος· Διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων· ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν μετ’ αὐτὸν ἀρίστων ἰατρῶν. Ὅλως μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην κρίνεσθαι· ῥητορικὸν γὰρ τὸ τοιοῦτον μᾶλλον ἢ τιμῶντος ἀλήθειαν ἀνδρός· ὅμως δ’ ἐπειδὴ τινὲς ἐπὶ τὸν τῶν πολλῶν ἔπαινον καταφεύγουσι καὶ τὴν παρὰ τούτων κενὴν δόξαν, ἀφέντες αὐτὸ τὸ ἐπιτήδευμα γυμνὸν τῶν ἔξωθεν σκοπεῖν, ἠναγκάσθην κᾀν τούτοις προχειρίζεσθαι τοὺς μάρτυρας, ἵν’, ὅτι μηδ’ ἐνταῦθα πλέον ἔχουσί τι, γιγνώσκωσιν. Ὅθεν δὲ τὸ τῆς Φρύνης εὔκαιρον ἤδη μοι  διηγήσασθαι. αὕτη ποτ’ ἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης, ὡς ἕκαστον ἐν μέρει προστάξαι τοῖς συμπόταις, ἃ βούλοιτο, θεασαμένη παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ ψιμμυθίῳ καὶ φύκει κεκαλλωπισμένας, ἐκέλευσεν, ὕδατος κομισθέντος, ἀρυσαμένας ταῖς χερσὶ, προσενεγκεῖν ἅπαξ αὐτῷ τῷ προσώπῳ, καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι σινδονίῳ, καὶ αὐτὴ πρώτη τοῦτ’ ἔπραξε· ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις σπίλου τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιοτάτας ἰδεῖν τοῖς μορμολυκείοις· αὐτὴ δὲ καλλίων ἐφάνη· μόνη γὰρ ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλὴ, μηδεμιᾶς πανουργίας κομμωτικῆς δεομένη. Ὥσπερ οὖν τὸ ἀληθινὸν κάλλος ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθ’ ἑαυτὸ, τῶν ἔξωθεν αὐτῷ προσιόντων ἁπάντων γυμνωθὲν, οὕτω καὶ τὴν ἀθλητικὴν ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην, εἴ τι φαίνοιτο ἔχειν χρήσιμον, ἢ κοινῇ ταῖς πόλεσιν, ἢ ἰδίᾳ τοῖς μεταχειριζομένοις αὐτήν.