<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><p rend="align(indent)">Τὸν δ’ Ἑρμῆν, ἅτε λόγου μὲν ὄντα δεσπότην, 
          <lb/>ἐργάτην δὲ τέχνης ἁπάσης, θέασαι πάλιν, ὅπως ἐξ <pb n="5"/> 
          <lb/>ὑπεναντίου τῇ τύχῃ κεκοσμήκασι πάλιν οἱ γράφοντές τε καὶ 
          <lb/>πλάττοντες. Νεανίσκος ἐστὶν ὡραῖος, οὐκ ἐπίκτητον, οὐδὲ 
          <lb/>κομμωτικὸν ἔχων κάλλος, ἀλλ’ εὐθὺς ὥστε συνεμφαίνεσθαι 
          <lb/>τὴν τῆς ψυχῆς ἀρετὴν δι’ αὐτοῦ. ἔστι δὲ φαιδρὸς μὲν τὰς 
          <lb/>ὄψεις, δέδορκε δὲ δριμὺ, καὶ ἡ βάσις τὸ πάντων σχημάτων 
          <lb/>ἑδραιότατόν τε καὶ ἀμεταπτωτότατον ἔχει, τὸν κύβον. ἔσθ’ 
          <lb/>ὅτε δὲ καὶ αὐτὸν τὸν θεὸν τούτῳ τῷ σχήματι κοσμοῦσιν. 
          <lb/>Ἴδοις δ’ ἂν τοὺς θιασώτας αὐτοῦ φαιδροὺς μὲν ὁμοίως τῷ 
          <lb/>καθηγουμένῳ θεῷ, μεμφομένους δ’ οὐδέποτε αὐτὸν, ὥσπερ 
          <lb/>οἱ τὴν τύχην, οὐδ’ ἀπολειπομένους πότ’, οὐδὲ χωριζομένους· 
          <lb/>ἀλλ’ ἑπομένους τε καὶ διὰ παντὸς ἀπολαύοντας τῆς προνοίας 
          <lb/>αὐτοῦ. </p></div><div type="textpart" subtype="chapter" n="4"><p rend="align(indent)">Τοὺς δέ γε τῆς τύχης συνεπομένους ἅπαντας 
          <lb/>μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς· ὀχουμένους δ’ ἐπ’ 
          <lb/>ἐλπίδων ἀεὶ, καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας· ἐνίους 
          <lb/>μὲν ἐγγὺς, ἐνίους δὲ <milestone unit="page" resp="Chartier" ed="v2" n="5"/> ποῤῥωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς 
          <lb/>αὐτῆς ἐξημμένους. Ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον ﻿<pb n="6"/> 
          <lb/>ἐκεῖνον τὸν Λυδὸν ὄψει, καὶ τὸν Πολυκράτην τὸν Σάμιον, 
          <lb/>καὶ ἴσως θαυμάσεις, τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα 
          <lb/>χρυσὸν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς. 
          <lb/>Μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ, καὶ Πρίαμον καὶ Διονύσιον. 
          <lb/>Ἀλλὰ καὶ τούτων ὀλίγον ὕστερον ὄψει Πολυκράτην 
          <lb/>μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν 
          <lb/>Κῦρον ὑπ’ ἄλλοις. Ὄψει δὲ καὶ Πρίαμον καθειργμένον καὶ 
          <lb/>Διονύσιον ἐν Κορίνθῳ. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο 
          <lb/>τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας 
          <lb/>γε, μισήσεις ὅλως τὸν χορόν. εἰσὶ γὰρ ἐνταῦθα καὶ 
          <lb/>δημαγωγοὶ πολλοὶ, καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται 
          <lb/>φίλων· εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι, καὶ ἅρπαγες· 
          <lb/>πολλοὶ δὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ 
          <lb/>τούτων ἱερὰ συλήσαντες. </p></div><div type="textpart" subtype="chapter" n="5"><p rend="align(indent)">Ὁ δὲ ἕτερος τῶν χορῶν, πάντες μὲν κόσμιοι 
         <lb/>καὶ τεχνῶν ἐργάται. οὐ θέουσι δὲ, οὐδὲ βοῶσιν, οὐδ’ ἀλλήλοις <pb n="7"/> 
           <lb/>μάχονται· ἀλλ’ ἐν μέσοις μὲν αὐτοῖς ὁ θεὸς, ἀμφ’ 
          <lb/>αὐτὸν δὲ ἅπαντες ἐν τάξει κεκόσμηνται, χώραν ἕκαστος, 
          <lb/>ἣν ἐκεῖνος ἔδωκεν, οὐκ ἀπολιπόντες. Οἱ μὲν ἔγγιστα τῷ 
          <lb/>θεῷ, καὶ περὶ αὐτὸν ἐν κύκλῳ κεκοσμημένοι, γεωμέτραι καὶ 
          <lb/>ἀριθμητικοὶ καὶ φιλόσοφοί τε καὶ ἰατροὶ καὶ ἀστρονόμοι καὶ 
          <lb/>γραμματικοί. Τούτων δ’ ἐφεξῆς ὁ δεύτερος, ζωγράφοι, 
          <lb/>πλάσται, γραμματισταὶ, τέκτονές τε καὶ ἀρχιτέκτονες, καὶ 
          <lb/>λιθογλύφοι, καὶ μετ’ αὐτοὺς δὲ ἡ τρίτη τάξις, αἱ λοιπαὶ 
          <lb/>τέχναι πᾶσαι, κατὰ μέρη μὲν οὕτω κεκόσμηται· πάντες δὲ 
          <lb/>πρὸς τὸν θεὸν ἀποβλέπουσι, κοινῷ τῷ παρ’ αὐτοῦ προστάγματι 
          <lb/>πειθόμενοι. Θεάση δὲ κᾀνταῦθα πολλοὺς μετ’ αὐτοῦ 
          <lb/>τοῦ θεοῦ, τετάρτην δέ τινα τάξιν ἀπὸ τῶν ἄλλων ἔκκριτον, 
          <lb/>οὐχ οἷοί τινες ἦσαν οἱ μετὰ τῆς τύχης. οὐ γὰρ 
          <lb/>ἀξιώμασι πολιτικοῖς, οὐδὲ γένους ὑπεροχαῖς, οὐδὲ πλούτῳ 
          <lb/> <milestone unit="page" resp="Basel" ed="v1" n="2"/> τοὺς ἀρίστους ὁ θεὸς οὗτος εἴθισται κρίνειν· ἀλλὰ 
          <lb/>τοὺς καλῶς μὲν βιοῦντας, ἐν δὲ ταῖς ἑαυτῶν τέχναις πρωτεύοντας, 
          <lb/>ἑπομένους δὲ τοῖς προστάγμασιν αὐτοῦ καὶ νομίμως 
              <lb/>τὰς τέχνας ἐργαζομένους τιμᾷ τε καὶ πρὸ τῶν ἄλλων <pb n="8"/> 
              <lb/>ἄγει, περὶ αὑτὸν ἔχων ἀεί. Τοῦτον, οἶμαι, τὸν χορὸν 
          <lb/>νοήσας, ὁποῖός ἐστιν, οὐ μόνον ζηλώσεις, ἀλλὰ καὶ προσκυνήσεις. 
          <lb/>Σωκράτης ἐστὶν ἐν αὐτῷ καὶ Ὅμηρος, καὶ Ἱπποκράτης 
          <lb/>καὶ Πλάτων, καὶ οἱ τούτων ἐρασταὶ, οὓς ἴσα καὶ 
          <lb/>τοῖς θεοῖς σέβομεν, οἶον ὕπαρχοί τινες καὶ ὑπηρέται τοῦ 
          <lb/>θεοῦ. Τῶν δ’ ἄλλων ἁπάντων οὐκ ἔστιν ὅστις ἠμελήθη 
          <lb/>ποτὲ πρὸς αὐτοῦ. οὐ μόνον γὰρ τῶν παρόντων πεφρόντικεν, 
          <lb/>ἀλλὰ καὶ πλέουσι σύμπλους ἐστὶ καὶ ναυαγούντων οὐκ 
          <lb/>ἀπολείπεται. Ἀρίστιππος γοῦν ἐπειδή ποτε πλέων, τοῦ σκάφους 
          <lb/>ἀπολομένου, ἐπὶ τὰς Συρακουσίων ἠϊόνας ἐξεβράσθη, 
          <lb/>πρῶτον μὲν ἐθάῤῥησε θεασάμενος ἐπὶ τῆς ψάμμου διάγραμμα 
          <lb/>γεωμετρικόν· ἐλογίσατο γὰρ εἰς Ἕλληνάς τε καὶ σοφοὺς ἄνδρας, 
          <lb/>οὐκ εἰς βαρβάρους ἥκειν. Ἔπειτα παραγενόμενος εἰς 
          <lb/>τὸ Συρακουσίων γυμνάσιον καὶ ταυτὶ τὰ ἔπη φθεγξάμενος, 
          <quote rend="blockquote"><l><milestone unit="page" resp="Chartier" ed="v2" n="6"/>Τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν</l><l>Τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασι;</l></quote>
              προσιόντας τέ τινας ἔσχεν αὐτῷ καὶ γνωρίζοντας ὅστις εἵη, <pb n="9"/> 
          <lb/>καὶ πάντων, ὧν ἐδεῖτο, μεταδιδόντας εὐθέως. Ὡς δ’ εἰς 
          <lb/>Κυρήνην, αὐτοῦ τὴν πατρίδα, μέλλοντές τινες πλεῖν ἐπυνθάνοντο, 
          <lb/>μή τι τοῖς οἰκείοις ἐπιστέλλει, κελεύειν αὐτοῖς 
          <lb/>ἔφη ταῦτα κτᾶσθαι τὰ κτήματα, ἃ καὶ ναυαγήσαντι 
          <lb/>συνεκκολυμβήσει. </p></div><div type="textpart" subtype="chapter" n="6"><p rend="align(indent)">Πολλοὶ δὲ τῶν κακοδαιμόνων καὶ πάντα πρὸς 
          <lb/>τὸν πλοῦτον ἀποβλεπόντων, ἐν τοιαύταις πραγμάτων περιστάσεσι 
          <lb/>γενόμενοι, χρυσὸν ἢ ἄργυρον ἐξαψάμενοί τε καὶ περιθέμενοι 
          <lb/>τῷ σώματι, προσαπώλεσαν αὐτοῖς καὶ τὴν ψυχὴν, 
          <lb/>οὐδὲ τοῦτο δυνάμενοι συνιδεῖν, ὅτι καὶ τῶν ἀλόγων ζώων 
          <lb/>αὐτοὶ πρῶτοι τὰ ταῖς τέχναις κεκοσμημένα μᾶλλον ἀσπάζονται. 
          <lb/>Καὶ γὰρ τοὺς πολεμικοὺς ἵππους καὶ τοὺς θηρατικοὺς 
          <lb/>κύνας πρὸ τῶν ἄλλων τιμῶσι, καὶ τοὺς μὲν οἰκέτας ἐκδιδάσκονται 
          <lb/>τέχνας, πάμπολυ πολλάκις εἰς αὐτοὺς ἀργύριον 
          <lb/>ἀναλίσκοντες· ἑαυτῶν δ’ ἀμελοῦσι. Καίτοι οὐκ αἰσχρὸν τὸν 
          <lb/>οἰκέτην μὲν ἐνίοτε δραχμῶν εἶναι μυρίων ἄξιον, αὐτὸν δὲ 
              <lb/>τὸν δεσπότην αὐτοῦ μηδὲ μιᾶς; καὶ τί λέγω μιᾶς; οὐδ’ ἂν <pb n="10"/> 
              <lb/>προῖκά τις τὸν τοιοῦτον λάβοι. Μή ποτε αὑτοὺς μόνους 
          <lb/>ἠτιμήκασιν ἐκ πάντων μηδεμίαν ἐκμαθόντες τέχνην; Ὅταν 
          <lb/>γὰρ καὶ τὰ ἄλογα τῶν ζώων ἐν τεχνικοῖς ἐπιτηδεύμασι παιδεύωσι, 
          <lb/>καὶ οἰκέτην ἀργὸν καὶ ἄτεχνον οὐδενὸς ἄξιον εἶναι 
          <lb/>νομίζωσιν· ἐπιμελῶνται δὲ καὶ τῶν χωρίων, καὶ τῶν ἄλλων 
          <lb/>κτημάτων, ὅπως ἕκαστον εἰς δύναμιν ὅτι βέλτιστον ᾖ· μόνων 
          <lb/>δ’ ἑαυτῶν ἀμελῶσι, μηδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκοντες, 
          <lb/>εὔδηλον, ὅτι τοῖς ἀποβλήτοις τῶν οἰκετῶν ἐοίκασιν. 
          <lb/>ὥστε τὶς ἐπιστὰς ἀνδρὶ τοιούτῳ προσηκόντως ἂν εἴποι πρὸς 
          <lb/>αὐτόν· ὦ ἄνθρωπε, οἰκία μὲν σοὶ εὖ ἔχει, καὶ τὰ ἀνδράποδα 
          <lb/>πάντα, καὶ ἵπποι δὴ καὶ κύνες, καὶ χωρία, καὶ ὅσα 
          <lb/>κέκτησαι διάκειται καλῶς· αὐτὸν δὲ σὲ οὐκ ἀγαθὴ κομιδὴ 
          <lb/>ἔχει. Καλῶς οὖν καὶ ὁ Δημοσθένης, καὶ ὁ Διογένης, ὁ 
          <lb/>μὲν, χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους καὶ ἀπαιδεύτους· 
          <lb/>ὁ δὲ, ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς ἀπεικάζων αὐτούς. 
          <lb/>ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους, ἀλλὰ κόρακας 
              <lb/>ἢ κολοιοὺς ἐσθίειν, τούτων τε τὰ χρήματα μηδὲν ὄφελος ﻿<pb n="11"/> 
              <lb/>εἶναι τοῖς ἀστείοις, δαπανᾶσθαι δ’ ὑπὸ τῶν κολάκων, οἵτινες, 
          <lb/>ἐὰν οὕτως τύχῃ, πάντων αὐτοῖς ἀναλωθέντων, ἀπαντῶντες 
          <lb/>παρέρχονται, μὴ γνωρίζειν προσποιούμενοι. Ὅθεν 
          <lb/>οὐδ’ ὁ ταῖς κρήναις τοὺς τοιούτους εἰκάσας ἄμουσός τις 
          <lb/>ἦν. καὶ γάρ τοι καὶ οἱ ἀπὸ τῶν κρηνῶν ὑδρευόμενοι πρόσθεν, 
          <lb/>ἐπειδὰν μηκέτ’ ἔχωσιν ὕδωρ, ἀνασυράμενοι προσουροῦσι. 
          <lb/>καὶ ἔστιν εὔλογον, τοὺς διὰ μηδὲν ἀλλ’ ἢ τὰ χρήματα 
          <lb/>περιβλέπτους, ἅμα τῷ στερηθῆναι τούτων, εὐθὺς καὶ 
          <lb/>τῶν ἄλλων, ἃ διὰ ταῦτ’ εἶχον, ἐστερῆσθαι. Τί γὰρ ἂν καὶ 
          <lb/>πάθοιεν, ἴδιον μὲν οὐδὲν ἀγαθὸν κεκτημένοι, ἀεὶ δ’ ἐπ’ 
          <lb/>ἀλλοτρίοις καὶ τοῖς παρὰ τῆς τύχης ἐπαιρόμενοι; </p></div></div></body></text></TEI>