Τὸν δ’ Ἑρμῆν, ἅτε λόγου μὲν ὄντα δεσπότην, ἐργάτην δὲ τέχνης ἁπάσης, θέασαι πάλιν, ὅπως ἐξ ὑπεναντίου τῇ τύχῃ κεκοσμήκασι πάλιν οἱ γράφοντές τε καὶ πλάττοντες. Νεανίσκος ἐστὶν ὡραῖος, οὐκ ἐπίκτητον, οὐδὲ κομμωτικὸν ἔχων κάλλος, ἀλλ’ εὐθὺς ὥστε συνεμφαίνεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν δι’ αὐτοῦ. ἔστι δὲ φαιδρὸς μὲν τὰς ὄψεις, δέδορκε δὲ δριμὺ, καὶ ἡ βάσις τὸ πάντων σχημάτων ἑδραιότατόν τε καὶ ἀμεταπτωτότατον ἔχει, τὸν κύβον. ἔσθ’ ὅτε δὲ καὶ αὐτὸν τὸν θεὸν τούτῳ τῷ σχήματι κοσμοῦσιν. Ἴδοις δ’ ἂν τοὺς θιασώτας αὐτοῦ φαιδροὺς μὲν ὁμοίως τῷ καθηγουμένῳ θεῷ, μεμφομένους δ’ οὐδέποτε αὐτὸν, ὥσπερ οἱ τὴν τύχην, οὐδ’ ἀπολειπομένους πότ’, οὐδὲ χωριζομένους· ἀλλ’ ἑπομένους τε καὶ διὰ παντὸς ἀπολαύοντας τῆς προνοίας αὐτοῦ. Τοὺς δέ γε τῆς τύχης συνεπομένους ἅπαντας μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς· ὀχουμένους δ’ ἐπ’ ἐλπίδων ἀεὶ, καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας· ἐνίους μὲν ἐγγὺς, ἐνίους δὲ ποῤῥωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς αὐτῆς ἐξημμένους. Ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον  ἐκεῖνον τὸν Λυδὸν ὄψει, καὶ τὸν Πολυκράτην τὸν Σάμιον, καὶ ἴσως θαυμάσεις, τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα χρυσὸν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς. Μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ, καὶ Πρίαμον καὶ Διονύσιον. Ἀλλὰ καὶ τούτων ὀλίγον ὕστερον ὄψει Πολυκράτην μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν Κῦρον ὑπ’ ἄλλοις. Ὄψει δὲ καὶ Πρίαμον καθειργμένον καὶ Διονύσιον ἐν Κορίνθῳ. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας γε, μισήσεις ὅλως τὸν χορόν. εἰσὶ γὰρ ἐνταῦθα καὶ δημαγωγοὶ πολλοὶ, καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται φίλων· εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι, καὶ ἅρπαγες· πολλοὶ δὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ τούτων ἱερὰ συλήσαντες. Ὁ δὲ ἕτερος τῶν χορῶν, πάντες μὲν κόσμιοι καὶ τεχνῶν ἐργάται. οὐ θέουσι δὲ, οὐδὲ βοῶσιν, οὐδ’ ἀλλήλοις μάχονται· ἀλλ’ ἐν μέσοις μὲν αὐτοῖς ὁ θεὸς, ἀμφ’ αὐτὸν δὲ ἅπαντες ἐν τάξει κεκόσμηνται, χώραν ἕκαστος, ἣν ἐκεῖνος ἔδωκεν, οὐκ ἀπολιπόντες. Οἱ μὲν ἔγγιστα τῷ θεῷ, καὶ περὶ αὐτὸν ἐν κύκλῳ κεκοσμημένοι, γεωμέτραι καὶ ἀριθμητικοὶ καὶ φιλόσοφοί τε καὶ ἰατροὶ καὶ ἀστρονόμοι καὶ γραμματικοί. Τούτων δ’ ἐφεξῆς ὁ δεύτερος, ζωγράφοι, πλάσται, γραμματισταὶ, τέκτονές τε καὶ ἀρχιτέκτονες, καὶ λιθογλύφοι, καὶ μετ’ αὐτοὺς δὲ ἡ τρίτη τάξις, αἱ λοιπαὶ τέχναι πᾶσαι, κατὰ μέρη μὲν οὕτω κεκόσμηται· πάντες δὲ πρὸς τὸν θεὸν ἀποβλέπουσι, κοινῷ τῷ παρ’ αὐτοῦ προστάγματι πειθόμενοι. Θεάση δὲ κᾀνταῦθα πολλοὺς μετ’ αὐτοῦ τοῦ θεοῦ, τετάρτην δέ τινα τάξιν ἀπὸ τῶν ἄλλων ἔκκριτον, οὐχ οἷοί τινες ἦσαν οἱ μετὰ τῆς τύχης. οὐ γὰρ ἀξιώμασι πολιτικοῖς, οὐδὲ γένους ὑπεροχαῖς, οὐδὲ πλούτῳ τοὺς ἀρίστους ὁ θεὸς οὗτος εἴθισται κρίνειν· ἀλλὰ τοὺς καλῶς μὲν βιοῦντας, ἐν δὲ ταῖς ἑαυτῶν τέχναις πρωτεύοντας, ἑπομένους δὲ τοῖς προστάγμασιν αὐτοῦ καὶ νομίμως τὰς τέχνας ἐργαζομένους τιμᾷ τε καὶ πρὸ τῶν ἄλλων ἄγει, περὶ αὑτὸν ἔχων ἀεί. Τοῦτον, οἶμαι, τὸν χορὸν νοήσας, ὁποῖός ἐστιν, οὐ μόνον ζηλώσεις, ἀλλὰ καὶ προσκυνήσεις. Σωκράτης ἐστὶν ἐν αὐτῷ καὶ Ὅμηρος, καὶ Ἱπποκράτης καὶ Πλάτων, καὶ οἱ τούτων ἐρασταὶ, οὓς ἴσα καὶ τοῖς θεοῖς σέβομεν, οἶον ὕπαρχοί τινες καὶ ὑπηρέται τοῦ θεοῦ. Τῶν δ’ ἄλλων ἁπάντων οὐκ ἔστιν ὅστις ἠμελήθη ποτὲ πρὸς αὐτοῦ. οὐ μόνον γὰρ τῶν παρόντων πεφρόντικεν, ἀλλὰ καὶ πλέουσι σύμπλους ἐστὶ καὶ ναυαγούντων οὐκ ἀπολείπεται. Ἀρίστιππος γοῦν ἐπειδή ποτε πλέων, τοῦ σκάφους ἀπολομένου, ἐπὶ τὰς Συρακουσίων ἠϊόνας ἐξεβράσθη, πρῶτον μὲν ἐθάῤῥησε θεασάμενος ἐπὶ τῆς ψάμμου διάγραμμα γεωμετρικόν· ἐλογίσατο γὰρ εἰς Ἕλληνάς τε καὶ σοφοὺς ἄνδρας, οὐκ εἰς βαρβάρους ἥκειν. Ἔπειτα παραγενόμενος εἰς τὸ Συρακουσίων γυμνάσιον καὶ ταυτὶ τὰ ἔπη φθεγξάμενος, Τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν Τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασι; προσιόντας τέ τινας ἔσχεν αὐτῷ καὶ γνωρίζοντας ὅστις εἵη, καὶ πάντων, ὧν ἐδεῖτο, μεταδιδόντας εὐθέως. Ὡς δ’ εἰς Κυρήνην, αὐτοῦ τὴν πατρίδα, μέλλοντές τινες πλεῖν ἐπυνθάνοντο, μή τι τοῖς οἰκείοις ἐπιστέλλει, κελεύειν αὐτοῖς ἔφη ταῦτα κτᾶσθαι τὰ κτήματα, ἃ καὶ ναυαγήσαντι συνεκκολυμβήσει. Πολλοὶ δὲ τῶν κακοδαιμόνων καὶ πάντα πρὸς τὸν πλοῦτον ἀποβλεπόντων, ἐν τοιαύταις πραγμάτων περιστάσεσι γενόμενοι, χρυσὸν ἢ ἄργυρον ἐξαψάμενοί τε καὶ περιθέμενοι τῷ σώματι, προσαπώλεσαν αὐτοῖς καὶ τὴν ψυχὴν, οὐδὲ τοῦτο δυνάμενοι συνιδεῖν, ὅτι καὶ τῶν ἀλόγων ζώων αὐτοὶ πρῶτοι τὰ ταῖς τέχναις κεκοσμημένα μᾶλλον ἀσπάζονται. Καὶ γὰρ τοὺς πολεμικοὺς ἵππους καὶ τοὺς θηρατικοὺς κύνας πρὸ τῶν ἄλλων τιμῶσι, καὶ τοὺς μὲν οἰκέτας ἐκδιδάσκονται τέχνας, πάμπολυ πολλάκις εἰς αὐτοὺς ἀργύριον ἀναλίσκοντες· ἑαυτῶν δ’ ἀμελοῦσι. Καίτοι οὐκ αἰσχρὸν τὸν οἰκέτην μὲν ἐνίοτε δραχμῶν εἶναι μυρίων ἄξιον, αὐτὸν δὲ τὸν δεσπότην αὐτοῦ μηδὲ μιᾶς; καὶ τί λέγω μιᾶς; οὐδ’ ἂν προῖκά τις τὸν τοιοῦτον λάβοι. Μή ποτε αὑτοὺς μόνους ἠτιμήκασιν ἐκ πάντων μηδεμίαν ἐκμαθόντες τέχνην; Ὅταν γὰρ καὶ τὰ ἄλογα τῶν ζώων ἐν τεχνικοῖς ἐπιτηδεύμασι παιδεύωσι, καὶ οἰκέτην ἀργὸν καὶ ἄτεχνον οὐδενὸς ἄξιον εἶναι νομίζωσιν· ἐπιμελῶνται δὲ καὶ τῶν χωρίων, καὶ τῶν ἄλλων κτημάτων, ὅπως ἕκαστον εἰς δύναμιν ὅτι βέλτιστον ᾖ· μόνων δ’ ἑαυτῶν ἀμελῶσι, μηδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκοντες, εὔδηλον, ὅτι τοῖς ἀποβλήτοις τῶν οἰκετῶν ἐοίκασιν. ὥστε τὶς ἐπιστὰς ἀνδρὶ τοιούτῳ προσηκόντως ἂν εἴποι πρὸς αὐτόν· ὦ ἄνθρωπε, οἰκία μὲν σοὶ εὖ ἔχει, καὶ τὰ ἀνδράποδα πάντα, καὶ ἵπποι δὴ καὶ κύνες, καὶ χωρία, καὶ ὅσα κέκτησαι διάκειται καλῶς· αὐτὸν δὲ σὲ οὐκ ἀγαθὴ κομιδὴ ἔχει. Καλῶς οὖν καὶ ὁ Δημοσθένης, καὶ ὁ Διογένης, ὁ μὲν, χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους καὶ ἀπαιδεύτους· ὁ δὲ, ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς ἀπεικάζων αὐτούς. ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους, ἀλλὰ κόρακας ἢ κολοιοὺς ἐσθίειν, τούτων τε τὰ χρήματα μηδὲν ὄφελος  εἶναι τοῖς ἀστείοις, δαπανᾶσθαι δ’ ὑπὸ τῶν κολάκων, οἵτινες, ἐὰν οὕτως τύχῃ, πάντων αὐτοῖς ἀναλωθέντων, ἀπαντῶντες παρέρχονται, μὴ γνωρίζειν προσποιούμενοι. Ὅθεν οὐδ’ ὁ ταῖς κρήναις τοὺς τοιούτους εἰκάσας ἄμουσός τις ἦν. καὶ γάρ τοι καὶ οἱ ἀπὸ τῶν κρηνῶν ὑδρευόμενοι πρόσθεν, ἐπειδὰν μηκέτ’ ἔχωσιν ὕδωρ, ἀνασυράμενοι προσουροῦσι. καὶ ἔστιν εὔλογον, τοὺς διὰ μηδὲν ἀλλ’ ἢ τὰ χρήματα περιβλέπτους, ἅμα τῷ στερηθῆναι τούτων, εὐθὺς καὶ τῶν ἄλλων, ἃ διὰ ταῦτ’ εἶχον, ἐστερῆσθαι. Τί γὰρ ἂν καὶ πάθοιεν, ἴδιον μὲν οὐδὲν ἀγαθὸν κεκτημένοι, ἀεὶ δ’ ἐπ’ ἀλλοτρίοις καὶ τοῖς παρὰ τῆς τύχης ἐπαιρόμενοι;