Τὸν δ’ Ἑρμῆν, ἅτε λόγου μὲν ὄντα δεσπότην, ἐργάτην δὲ τέχνης ἁπάσης, θέασαι πάλιν, ὅπως ἐξ ὑπεναντίου τῇ τύχῃ κεκοσμήκασι πάλιν οἱ γράφοντές τε καὶ πλάττοντες. Νεανίσκος ἐστὶν ὡραῖος, οὐκ ἐπίκτητον, οὐδὲ κομμωτικὸν ἔχων κάλλος, ἀλλ’ εὐθὺς ὥστε συνεμφαίνεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν δι’ αὐτοῦ. ἔστι δὲ φαιδρὸς μὲν τὰς ὄψεις, δέδορκε δὲ δριμὺ, καὶ ἡ βάσις τὸ πάντων σχημάτων ἑδραιότατόν τε καὶ ἀμεταπτωτότατον ἔχει, τὸν κύβον. ἔσθ’ ὅτε δὲ καὶ αὐτὸν τὸν θεὸν τούτῳ τῷ σχήματι κοσμοῦσιν. Ἴδοις δ’ ἂν τοὺς θιασώτας αὐτοῦ φαιδροὺς μὲν ὁμοίως τῷ καθηγουμένῳ θεῷ, μεμφομένους δ’ οὐδέποτε αὐτὸν, ὥσπερ οἱ τὴν τύχην, οὐδ’ ἀπολειπομένους πότ’, οὐδὲ χωριζομένους· ἀλλ’ ἑπομένους τε καὶ διὰ παντὸς ἀπολαύοντας τῆς προνοίας αὐτοῦ. Τοὺς δέ γε τῆς τύχης συνεπομένους ἅπαντας μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς· ὀχουμένους δ’ ἐπ’ ἐλπίδων ἀεὶ, καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας· ἐνίους μὲν ἐγγὺς, ἐνίους δὲ ποῤῥωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς αὐτῆς ἐξημμένους. Ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον  ἐκεῖνον τὸν Λυδὸν ὄψει, καὶ τὸν Πολυκράτην τὸν Σάμιον, καὶ ἴσως θαυμάσεις, τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα χρυσὸν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς. Μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ, καὶ Πρίαμον καὶ Διονύσιον. Ἀλλὰ καὶ τούτων ὀλίγον ὕστερον ὄψει Πολυκράτην μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν Κῦρον ὑπ’ ἄλλοις. Ὄψει δὲ καὶ Πρίαμον καθειργμένον καὶ Διονύσιον ἐν Κορίνθῳ. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας γε, μισήσεις ὅλως τὸν χορόν. εἰσὶ γὰρ ἐνταῦθα καὶ δημαγωγοὶ πολλοὶ, καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται φίλων· εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι, καὶ ἅρπαγες· πολλοὶ δὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ τούτων ἱερὰ συλήσαντες.