<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><p rend="align(indent)">Ἀλλ’ ἴσως τῶν εἰρημένων οὐδενὸς, ἰσχύος δ’ 
          <lb/>ἀντιποιήσονται, τοῦτο γὰρ, εὖ οἶδα, ἓν φήσουσιν ἰσχυρότατον 
          <lb/>πάντων εἶναι. Ποίας, ὦ πρὸς θεῶν, ἰσχύος καὶ ποῦ 
                        <lb/>χρησίμης; πότερον τῆς εἰς τὰ γεωργικὰ τῶν ἔργων; πάνυ <pb n="33"/> 
                        <lb/>μὲν οὖν καλῶς ἢ σκάπτειν, ἢ θερίζειν, ἢ ἀροῦν, ἤ τι τῶν 
          <lb/>ἄλλων τῶν κατὰ γεωργίαν δύνανται. Ἀλλ’ ἴσως εἰς τὰ πολεμικά; 
          <lb/>τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς 
          <lb/>ὑμνήσει λέγων· 
          <quote rend="blockquote"><l>Πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν</l><l>Δίσκους ἔχοντες;</l></quote> 
            <milestone unit="page" resp="Chartier" ed="v2" n="14"/> τῷ γὰρ ὄντι 
          <quote rend="blockquote"><l>Οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.</l></quote> 
            Ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροὶ, αὐτοῦ γε τοῦ Ἡρακλέους 
          <lb/>ζηλωταὶ, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι 
          <lb/>δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, 
          <lb/>χαμευνεῖν; ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν 
          <lb/>ἀσθενέστεροι. Ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται; 
          <lb/>ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δή που ὅτι τοὺς σκυτοτόμους, 
          <lb/>ἢ τέκτονας, ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἰσὶ καταβάλλειν 
          <lb/>ἐν παλαίστρᾳ τε καὶ σταδίῳ. Τάχ’ οὖν ἐπὶ τῷ 
          <lb/>δι’ ὅλης ἡμέρας κονίεσθαι δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ <pb n="34"/> 
          <lb/>τοῖς ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει. καὶ εἴπερ ἐπὶ τούτῳ 
          <lb/>μέγα χρὴ φρονεῖν, ἐπὶ τῷ δι’ ὅλης ἡμέρας βορβόρῳ λούεσθαι. 
          <lb/>Ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων ἀναθέμενος 
          <lb/>τοῖς ὤμοις ὁ Μίλων ἐκεῖνος ὁ Κροτωνιάτης διεκόμισέ ποτε 
          <lb/>τὸ στάδιον. ὦ τῆς ὑπερβαλλούσης ἀνοίας, ὡς μηδὲ τοῦτο 
          <lb/>γιγνώσκειν, ὅτι πρὸ βραχέος τὸ αὐτὸ τοῦτο σῶμα, τοῦ 
          <lb/>ταύρου ζῶντος, ἐβάσταζεν ἡ ψυχὴ τοῦ ζώου, καὶ 
          <lb/>πολλῷ γ’ ἀκοπώτερον ἢ ὁ Μίλων ἦγε, καὶ θεῖν ἐδύνατο 
          <lb/>βαστάζουσα· ἀλλ’ ὅμως οὐδενὸς ἦν ἀξία παραπλησίως τῇ 
          <lb/>Μίλωνος. Ἐδήλωσε δὲ καὶ ἡ τελευτὴ τἀνδρὸς, ὅπως ἦν 
          <lb/>ἀνόητος, ὅς γε θεασάμενός ποτε νεανίσκον σχίζοντα κατὰ 
          <lb/>μῆκος ξύλα ἐνθέσει σφηνῶν, ἐκεῖνον μὲν ἀπώθησε καταγελάσας, 
          <lb/>αὐτὸς δὲ διὰ τῶν ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε 
          <lb/>διασπᾷν αὐτό· κᾄπειθ’ ὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ 
          <lb/>πρώτῃ προσβολῇ πληρώσας, διέστησε μὲν ἑκατέρωσε τὰ 
          <lb/>μέρη τοῦ ξύλου· τῶν σφηνῶν δ’ ἐκπεσόντων ἐν τῷδε, τὸ 
          <lb/>λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν διαστῆσαι, μέχρι πολλοῦ 
            <lb/>μὲν ἀντεῖχεν, ὕστερον δὲ νικηθεὶς, οὐκ ἔφθασε κομίσασθαι <pb n="35"/> 
            <lb/>τὰς χεῖρας, ἀλλ’ ὑπὸ τῶν μερῶν τοῦ ξύλου συνελθόντων 
          <lb/>ἀλλήλοις καταλειφθεῖσαι, συνετρίβησαν μὲν αὗται πρῶται, 
          <lb/>θανάτου δ’ οἰκτροῦ τῷ Μίλωνι κατέστησαν αἴτιαι. Πάνυ 
          <lb/>γοῦν ὤνησεν αὐτὸν εἰς τὸ μηδὲν παθεῖν ὁ νεκρὸς ταῦρος ἐν 
          <lb/>τῷ σταδίῳ βασταχθείς; ἢ τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν 
          <lb/>ἂν, ἡνίκα πρὸς τὸν βάρβαρον ἐπολέμουν, ἡ τοιαύτη τοῦ 
          <lb/>Μίλωνος ἐνέργεια περὶ τὸν ταῦρον, ἀλλ’ οὐχ ἡ Θεμιστοκλέους 
          <lb/>σοφία, πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμὸν, 
          <lb/>εἶτα στρατηγήσαντος ὡς ἐχρῆν; 
          <quote rend="blockquote"><l>Σοφὸν γὰρ ἓν βούλευμα πολλὰς χεῖρας νικᾷ·</l><l>Σὺν ὅπλοις δ’ ἀμαθία χεῖρον ἢ κακόν.</l></quote> 
            Ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος ἡ τῶν 
          <lb/>ἀθλητῶν ἄσκησις, εὖ οἶδ’ ὅτι σαφὲς ἤδη γέγονεν· ὅτι δὲ 
          <lb/>καὶ ἐν ἑαυτοῖς, οἷς <milestone unit="page" resp="Basel" ed="v1" n="6"/> ἀσκοῦσιν, οὐδενός εἰσιν ἄξιοι λόγου, 
          <lb/>μάθοιτ’ ἂν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον, 
            <lb/>ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι διεσκεύασεν. ﻿<pb n="36"/> 
            <lb/>ἔστι δὲ οὗτος· Εἰ Διὸς γνώμῃ πᾶσι τοῖς ζώοις ὁμόνοια καὶ 
          <lb/>κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπία κήρυκα 
          <lb/>μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ 
          <lb/>καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζώοις εἰς τὸ στάδιον ἥκειν ἓν, 
          <lb/>οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. Ἐν μὲν γὰρ 
          <lb/>δολιχῷ ὑπέρτατος, φησὶν, ὁ ἵππος ἔσται· 
          <quote rend="blockquote"><l>Τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται· ἐν δὲ διαύλῳ</l><l>Δορκὰς ἀριστεύσει· μερόπων δ’ ἐναρίθμιος οὐδεὶς</l><l>Ἐν ποσίν. ὦ κοῦφοι ἀσκητῆρες, ἄθλιοι ἄνδρες.</l></quote> 
            Ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τὶς ἐλέφαντος ἢ λέοντος 
          <lb/>ἰσχυρότερος ἂν φανείη. Οἶμαι δ’, ὅτι καὶ ταῦρος πυγμῇ 
          <lb/>στεφθήσεται. καὶ <milestone unit="page" resp="Chartier" ed="v2" n="15"/> ὄνος, φησὶ, λὰξ ὅτι εἰ βούλεται 
          <lb/>ἐρίσας, αὐτὸν τὸν στέφανον οἴσεται. Αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ 
          <lb/>γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτε ἄνδρας. 
          <lb/>εἰκοστὴ δὲ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτ’ ἐνίκα ὀγκητής. <pb n="37"/> 
            <lb/>Πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν 
          <lb/>ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων. καίτοι γ’ εἰ 
          <lb/>μηδὲν ἰσχύϊ πρωτεύουσι τῶν ζώων οἱ ἀθληταὶ, τίνος ἂν ἔτι 
          <lb/>τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν; </p></div><div type="textpart" subtype="chapter" n="14"><p rend="align(indent)">Εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν 
          <lb/>εἶναι φαίη, οὐδὲ ταύτης αὐτῆς αὐτοῖς μέτεστι, οὔτ’ οὖν 
          <lb/>ἀθλοῦσιν οὔτε καταλύσασιν, εἴγε παρὰ μὲν τὸν τῆς ἀθλήσεως 
          <lb/>χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσὶν, οὐ γυμναζόμενοι 
          <lb/>μόνον, ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες· ἡνίκα δὲ 
          <lb/>καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ 
          <lb/>σώματος γίνονται. Τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν 
          <lb/>πλεῖστα σεμνύνονται; καὶ μὴν ἐστὶν ὑμῖν θεάσασθαι 
          <lb/>πάντας αὐτοὺς ὀφείλοντας, οὐ μόνον ἐκεῖνον τὸν χρόνον, 
          <lb/>καθ’ ὃν ἀθλοῦσιν, ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, 
          <lb/>οὐδ’ ἂν εὕροις ἀθλητὴν οὐδενὸς πλουσιώτερον ἑνὸς τῶν 
         <lb/>ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου. ἔστι δὲ οὐδ’ αὐτὸ <pb n="38"/> 
         <lb/>τὸ πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ 
          <lb/>τοιαύτην ἐπίστασθαι τέχνην, ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει, 
          <lb/>ὅπερ οὔτε τοῖς διοικοῦσι τὰ τῶν πλουσίων, οὔτε τοῖς 
          <lb/>τελώναις ἢ τοῖς ἐμπόροις ὑπάρχει. καίτοι πλουτοῦσιν ἐξ 
          <lb/>ἐπιτηδευμάτων οὗτοι μάλιστα, ἀλλ’ ἐὰν ἀπολέσωσι τὰ χρήματα, 
          <lb/>συναπολλύουσιν αὐτοῖς καὶ τὰς πράξεις, ἀφορμῆς μέν 
          <lb/>τινος χρημάτων εἰς αὐτὰς δεόμενοι, τῷ δὲ οὐκ ἔχειν ταύτην 
          <lb/>ἄρξασθαι τῆς ἀρχαίας πράξεως ἀδυνατοῦντες. οὐδὲ γὰρ 
          <lb/>δανείζει τις αὐτοῖς χωρὶς ἐνεχύρων ἢ ὑποθηκῶν. ὥστε εἰ 
          <lb/>καὶ πρὸς χρηματισμὸν ἀσφαλῆ τε καὶ οὐκ ἄδοξον ἀξιοῖ τις 
          <lb/>ἡμᾶς παρεσκευάσθαι, τέχνην ἀσκητέον ἐστὶ διὰ παντὸς τοῦ 
          <lb/>βίου καὶ παραμένουσαν. Ἀλλὰ διττῆς οὔσης διαφορᾶς τῆς 
          <lb/>πρώτης ἐν ταῖς τέχναις· ἔνιαι μὲν γὰρ αὐτῶν λογικαί τ’ εἰσὶ 
          <lb/>καὶ σεμναὶ, τινὲς δ’ εὐκαταφρόνητοι καὶ διὰ τῶν τοῦ σώματος 
          <lb/>πόνων, ἃς δὴ βαναύσους τε καὶ χειρωνακτικὰς ὀνομάζουσιν· 
          <lb/>ἄμεινον ἂν εἴη τοῦ προτέρου γένους τῶν τεχνῶν μετέρχεσθαί 
         <lb/>τινα. τὸ γάρ τοι δεύτερον γένος αὐτῶν ἀπολείπειν <pb n="39"/> 
         <lb/>εἴωθε γηρῶντας τοὺς τεχνίτας εἰσὶ δὲ ἐκ τοῦ προτέρου 
          <lb/>γένους ἰατρική τε καὶ ῥητορικὴ καὶ μουσικὴ, γεωμετρία τε 
          <lb/>καὶ ἀριθμητικὴ, καὶ λογιστικὴ, καὶ ἀστρονομία, καὶ γραμματικὴ, 
          <lb/>καὶ νομική. πρόσθες δ’, εἰ βούλει, ταύταις πλαστικήν 
          <lb/>τε καὶ γραφικήν· εἰ γὰρ καὶ διὰ τῶν χειρῶν ἐνεργοῦσιν, 
          <lb/>ἀλλ’ οὐκ ἰσχύος νεανικῆς δεῖται τὸ ἔργον αὐτῶν. Ἐκ τούτων 
          <lb/>οὖν τινὰ τῶν τεχνῶν ἀναλαμβάνειν τε καὶ ἀσκεῖν χρὴ 
          <lb/>τὸν νέον, ὅτῳ μὴ παντάπασιν ἡ ψυχὴ βοσκηματώδης ἐστί· 
          <lb/>καὶ μᾶλλόν γε τὴν ἀρίστην ἐν ταύταις, ἥτις, ὡς ἡμεῖς φαμὲν, 
          <lb/>ἐστὶν ἰατρική· τοῦτο δ’ αὐτὸ δεικτέον ἐφεξῆς. </p></div></div></body></text></TEI>