Ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περὶ ψυχὴν ὄντων, τῶν δὲ περὶ σῶμα, τῶν δ’ ἐκτὸς, καὶ παρὰ ταῦτα οὐδενὸς ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου· ὅτι μὲν τῶν ψυχικῶν ἀγαθῶν οὐδ’ ὄναρ ποτὲ μετειλήφασιν οἱ ἀθλοῦντες, εὔδηλον παντί. τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκουσι, τοσοῦτον ἀποδέουσι τοῦ λογικὴν αὐτὴν ἐπίστασθαι. Σαρκῶν γὰρ ἀεὶ καὶ αἵματος ἀθροίζοντες πλῆθος, ὡς ἐν βορβόρῳ πολλῷ τὴν ψυχὴν ἑαυτῶν ἔχουσι κατεσβεσμένην, οὐδὲν ἀκριβὲς νοῆσαι δυναμένην, ἀλλ’ ἄνουν, ὁμοίως τοῖς ἀλόγοις ζώοις. Ἴσως δ’ ἀμφισβητήσειαν, ὡς τῶν περὶ τὸ σῶμα τινὸς ἀγαθῶν ἐπήβολοι. πότερον οὖν τῆς τιμιωτάτης ὑγιείας ἀμφισβητήσουσιν; ἀλλ’ οὐδένας ἄλλους ἂν εὕροις ἐν σφαλερωτέρᾳ διαθέσει σώματος, εἴπερ Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι· Τὴν καὶ ἐπ’ ἄκρον εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι· καὶ δὴ καὶ ὅτι ἄσκησις μὲν ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων, Ἱπποκράτει καλῶς εἰρημένον, ἐπαινεῖται πρὸς ἁπάντων. Οἱ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ ὑπερπιπλάμενοι, καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον, ὡς κορυβαντιῶντες, κατεγνωκότες. Ὁ μὲν γὰρ ὑγιεινὴν δίαιταν ὑποτιθέμενος ἔλεγε· Πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια. Οἱ δὲ τὰ γυμνάσια πέρα τοῦ προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι, τροφάς τε προσφέρονται σὺν ἀνάγκῃ πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες τὴν ἐδωδήν· ὡς προσηκόντως ἄν τινα ἐπ’ αὐτῶν εἰπεῖν· Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ Εὗδον παννύχιοι, μαλακῷ δεδμημένοι ὕπνῳ· Ἀλλ’ οὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν. Ἀνάλογον τοίνυν τούτοις καὶ ἡ τῶν ὕπνων αὐτοῖς ἔχει συμμετρία. ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθ’ οὗτοι διανίστανται τῶν ὕπνων. ὥστε ἐοικέναι τὸν βίον αὐτῶν ὑῶν διαγωγῇ· πλήν γε ὅσον οἱ μὲν ὗες οὐχ ὑπερπονοῦσιν, οὐδὲ πρὸς ἀνάγκην ἐσθίουσιν· οἱ δὲ καὶ ταῦτα πάσχουσι καὶ ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται. Ὁ μὲν οὖν παλαιὸς Ἱπποκράτης, πρὸς οἷς εἶπεν ἔμπροσθεν, ἔτι καὶ ταῦτα φησί· Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν, ἢ θερμαίνειν, ἢ ψύχειν, ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν, σφαλερόν. πᾶν γὰρ, φησὶ, τὸ πολὺ τῇ φύσει πολέμιον. Οἱ δ’ οὔτε τούτων ἐπαΐουσιν, οὔτε τῶν ἄλλων, ὅσα, καλῶς εἰπόντος ἐκείνου, παραβαίνουσιν· ἀλλὰ πάντ’ ἐξ ὑπεναντίου τοῖς ὑγιεινοῖς παραγγέλμασιν ἐπιτηδεύουσιν. καὶ διὰ τοῦτ’ ἂν ἔγωγε φαίην, ἄσκησιν οὐχ ὑγιείας, ἀλλὰ νόσου μᾶλλον εἶναι τὸ ἐπιτήδευμα. Τοῦτο δ’ οἶμαι καὶ αὐτὸν τὸν Ἱπποκράτην φρονεῖν, ἐπειδὰν λέγῃ· Διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων. Οὐ γὰρ μόνον τοῦ κατὰ φύσιν ἐστερῆσθαι τὸ ἐπιτήδευμα δι’ ὧν εἶπε ἐδήλωσεν· ἀλλ’ οὐδ’ ἕξιν ὠνόμασε τὴν διάθεσιν αὐτῶν, ἀφαιρούμενος καὶ τῆς προσηγορίας αὐτῶν, ᾗ προσαγορεύουσι ἅπαντες οἱ παλαιοὶ τοὺς ὄντως ὑγιαίνοντας. ἡ μὲν γὰρ ἕξις ἔμμονός τις καὶ δυσαλλοίωτος διάθεσις· ἡ δὲ τῶν ἀθλητῶν ἐπ’ ἄκρον εὐεξία σφαλερά τε καὶ εὐμετάπτωτος. οὔτε γὰρ πρόσθεσιν ἔτι διὰ τὴν ἀκρότητα χωρεῖ, καὶ τὸ μὴ δύνασθαι μένειν ἐπὶ ταὐτοῦ, μηδ’ ἀτρεμεῖν, λοιπὴν ἔχει τὴν ἐπὶ τὸ χεῖρον ὁδόν. Οὕτως μὲν ἀθλοῦσιν αὐτοῖς διάκειται τὸ σῶμα· καταλύσασι δὲ πολὺ δή τι χεῖρον. Ἔνιοι μὲν γὰρ μετ’ ὀλίγον ἀποθνήσκουσιν· ἔνιοι δ’ ἐπὶ πλέον ἥκουσιν ἡλικίας, ἀλλ’ οὐδ’ αὐτοὶ γηρῶσιν, οὐδὲ, κᾂν ἐφίκωνται ποτὲ εἰς τοῦτο, τῶν Ὁμηρικῶν οὐδὲν ἀπολείπονται Λιτῶν, Χωλοί τε ῥυσοί τε παραβλῶπές τ’ ὀφθαλμὼ ἀποτελούμενοι. Ὡς γὰρ τὰ διασεισθέντα τῶν τειχῶν ἀπὸ μηχανημάτων ἑτοίμως ὑπὸ τῆς τυχούσης διαλύεται βλάβης, οὔτε σεισμὸν, οὔτ’ ἄλλην τινὰ βραχυτέραν δυνάμενα φέρειν περίστασιν· οὕτω καὶ τὰ τῶν ἀθλητῶν σώματα σαθρὰ καὶ ἀσθενῆ ταῖς κατὰ τὴν ἐπιτήδευσιν γεγονότα πληγαῖς, ἕτοιμα  πρὸς τὸ πάσχειν ἐστὶν ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. Οἱ μὲν γὰρ ὀφθαλμοὶ περιωρυγμένοι πολλάκις, ὅτ’ ἡ δύναμις οὐκέτ’ ἀντέχει, πληροῦνται ῥευμάτων· οἱ δ’ ὀδόντες, ἅτε διασεσεισμένοι πολλάκις, ἐπιλειπούσης ἐν τῷ χρόνῳ τῆς δυνάμεως αὐτῶν, ἑτοίμως ἐκπίπτουσι· τὰ δὲ λυγισθέντα τῶν ἄρθρων ἀσθενῆ πρὸς πᾶσαν τὴν ἔξωθεν βίαν γίνεται, καὶ πᾶν ῥῆγμα καὶ σπάσμα ῥᾳδίως κινεῖται. Σωματικῆς μὲν οὖν ὑγιείας ἕνεκα φανερὸν, ὡς οὐδὲν ἄλλο γένος ἀθλιώτερόν ἐστι τῶν ἀθλητῶν. ὥστ’ εἰκότως ἄν τις εἴποι εὐφυῶς ὀνομάζεσθαι, τῶν ἀθλητῶν προσαγορευθέντων, ἢ ἀπὸ τοῦ ἀθλητοῦ τὴν προσηγορίαν τῶν ἀθλίων ἐσχηκότων, ἢ κοινῶς ἀμφοτέρων καθάπερ ἀπὸ πηγῆς μιᾶς τῆς ἀθλιότητος ὠνομασμένων. Ἀλλ’ ἐπειδὴ καὶ περὶ τοῦ μεγίστου τῶν σωματικῶν ἀγαθῶν, τῆς ὑγιείας, ἐσκέμμεθα, μεταβῶμεν ἐπὶ τὰ λοιπά. Τὰ μὲν δὴ περὶ κάλλους οὕτως αὐτοῖς ἔχει, ὡς μὴ μόνον ὠφελεῖσθαί τι πρὸς τῆς ἀθλήσεως τὴν φύσιν· ἀλλὰ καὶ πολλοὺς αὐτῶν πάνυ συμμέτρως ἔχοντας τῶν μελῶν οἱ γυμνασταὶ παραλαβόντες, ὑπερπιάναντές τε καὶ διασάξαντες αἵματί τε καὶ σαρξὶν, εἰς τοὐναντίον ἤγαγον. Ἐνίων δὲ καὶ τὰ πρόσωπα παντάπασιν ἄμορφα καὶ δυσειδῆ κατέστησαν καὶ μάλιστα τῶν παγκράτιον ἢ πυγμὴν ἀσκησάντων. Ὅταν δὲ καὶ τῶν μελῶν τι τελέως ἀποκλάσωσιν, ἢ διαστρέψωσιν, ἢ τοὺς ὀφθαλμοὺς ἐκκόψωσι, τότ’, οἶμαι, τότε καὶ μάλιστα τὸ τῆς ἐπιτηδεύσεως αὐτῶν ἀποτελούμενον κάλλος ἐναργῶς ὁρᾶσθαι. Ταῦτα μὲν οὖν αὐτοῖς ὑγιαίνουσιν εἰς κάλλος εὐτύχηται· καταλύσασι δὲ καὶ τὰ λοιπὰ τῶν τοῦ σώματος αἰσθητηρίων προσαπόλλυται, καὶ πάνθ’, ὡς ἔφην, τὰ μέλη διαστρεφόμενα παντοίας ἀμορφίας αἴτια γίνεται. Ἀλλ’ ἴσως τῶν εἰρημένων οὐδενὸς, ἰσχύος δ’ ἀντιποιήσονται, τοῦτο γὰρ, εὖ οἶδα, ἓν φήσουσιν ἰσχυρότατον πάντων εἶναι. Ποίας, ὦ πρὸς θεῶν, ἰσχύος καὶ ποῦ χρησίμης; πότερον τῆς εἰς τὰ γεωργικὰ τῶν ἔργων; πάνυ μὲν οὖν καλῶς ἢ σκάπτειν, ἢ θερίζειν, ἢ ἀροῦν, ἤ τι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται. Ἀλλ’ ἴσως εἰς τὰ πολεμικά; τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγων· Πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν Δίσκους ἔχοντες; τῷ γὰρ ὄντι Οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας. Ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροὶ, αὐτοῦ γε τοῦ Ἡρακλέους ζηλωταὶ, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, χαμευνεῖν; ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν ἀσθενέστεροι. Ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται; ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δή που ὅτι τοὺς σκυτοτόμους, ἢ τέκτονας, ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἰσὶ καταβάλλειν ἐν παλαίστρᾳ τε καὶ σταδίῳ. Τάχ’ οὖν ἐπὶ τῷ δι’ ὅλης ἡμέρας κονίεσθαι δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει. καὶ εἴπερ ἐπὶ τούτῳ μέγα χρὴ φρονεῖν, ἐπὶ τῷ δι’ ὅλης ἡμέρας βορβόρῳ λούεσθαι. Ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων ἀναθέμενος τοῖς ὤμοις ὁ Μίλων ἐκεῖνος ὁ Κροτωνιάτης διεκόμισέ ποτε τὸ στάδιον. ὦ τῆς ὑπερβαλλούσης ἀνοίας, ὡς μηδὲ τοῦτο γιγνώσκειν, ὅτι πρὸ βραχέος τὸ αὐτὸ τοῦτο σῶμα, τοῦ ταύρου ζῶντος, ἐβάσταζεν ἡ ψυχὴ τοῦ ζώου, καὶ πολλῷ γ’ ἀκοπώτερον ἢ ὁ Μίλων ἦγε, καὶ θεῖν ἐδύνατο βαστάζουσα· ἀλλ’ ὅμως οὐδενὸς ἦν ἀξία παραπλησίως τῇ Μίλωνος. Ἐδήλωσε δὲ καὶ ἡ τελευτὴ τἀνδρὸς, ὅπως ἦν ἀνόητος, ὅς γε θεασάμενός ποτε νεανίσκον σχίζοντα κατὰ μῆκος ξύλα ἐνθέσει σφηνῶν, ἐκεῖνον μὲν ἀπώθησε καταγελάσας, αὐτὸς δὲ διὰ τῶν ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε διασπᾷν αὐτό· κᾄπειθ’ ὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ πληρώσας, διέστησε μὲν ἑκατέρωσε τὰ μέρη τοῦ ξύλου· τῶν σφηνῶν δ’ ἐκπεσόντων ἐν τῷδε, τὸ λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν διαστῆσαι, μέχρι πολλοῦ μὲν ἀντεῖχεν, ὕστερον δὲ νικηθεὶς, οὐκ ἔφθασε κομίσασθαι τὰς χεῖρας, ἀλλ’ ὑπὸ τῶν μερῶν τοῦ ξύλου συνελθόντων ἀλλήλοις καταλειφθεῖσαι, συνετρίβησαν μὲν αὗται πρῶται, θανάτου δ’ οἰκτροῦ τῷ Μίλωνι κατέστησαν αἴτιαι. Πάνυ γοῦν ὤνησεν αὐτὸν εἰς τὸ μηδὲν παθεῖν ὁ νεκρὸς ταῦρος ἐν τῷ σταδίῳ βασταχθείς; ἢ τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν ἂν, ἡνίκα πρὸς τὸν βάρβαρον ἐπολέμουν, ἡ τοιαύτη τοῦ Μίλωνος ἐνέργεια περὶ τὸν ταῦρον, ἀλλ’ οὐχ ἡ Θεμιστοκλέους σοφία, πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμὸν, εἶτα στρατηγήσαντος ὡς ἐχρῆν; Σοφὸν γὰρ ἓν βούλευμα πολλὰς χεῖρας νικᾷ· Σὺν ὅπλοις δ’ ἀμαθία χεῖρον ἢ κακόν. Ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος ἡ τῶν ἀθλητῶν ἄσκησις, εὖ οἶδ’ ὅτι σαφὲς ἤδη γέγονεν· ὅτι δὲ καὶ ἐν ἑαυτοῖς, οἷς ἀσκοῦσιν, οὐδενός εἰσιν ἄξιοι λόγου, μάθοιτ’ ἂν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον, ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι διεσκεύασεν.  ἔστι δὲ οὗτος· Εἰ Διὸς γνώμῃ πᾶσι τοῖς ζώοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπία κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζώοις εἰς τὸ στάδιον ἥκειν ἓν, οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. Ἐν μὲν γὰρ δολιχῷ ὑπέρτατος, φησὶν, ὁ ἵππος ἔσται· Τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται· ἐν δὲ διαύλῳ Δορκὰς ἀριστεύσει· μερόπων δ’ ἐναρίθμιος οὐδεὶς Ἐν ποσίν. ὦ κοῦφοι ἀσκητῆρες, ἄθλιοι ἄνδρες. Ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τὶς ἐλέφαντος ἢ λέοντος ἰσχυρότερος ἂν φανείη. Οἶμαι δ’, ὅτι καὶ ταῦρος πυγμῇ στεφθήσεται. καὶ ὄνος, φησὶ, λὰξ ὅτι εἰ βούλεται ἐρίσας, αὐτὸν τὸν στέφανον οἴσεται. Αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτε ἄνδρας. εἰκοστὴ δὲ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτ’ ἐνίκα ὀγκητής. Πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων. καίτοι γ’ εἰ μηδὲν ἰσχύϊ πρωτεύουσι τῶν ζώων οἱ ἀθληταὶ, τίνος ἂν ἔτι τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν; Εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν εἶναι φαίη, οὐδὲ ταύτης αὐτῆς αὐτοῖς μέτεστι, οὔτ’ οὖν ἀθλοῦσιν οὔτε καταλύσασιν, εἴγε παρὰ μὲν τὸν τῆς ἀθλήσεως χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσὶν, οὐ γυμναζόμενοι μόνον, ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες· ἡνίκα δὲ καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ σώματος γίνονται. Τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν πλεῖστα σεμνύνονται; καὶ μὴν ἐστὶν ὑμῖν θεάσασθαι πάντας αὐτοὺς ὀφείλοντας, οὐ μόνον ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν ἀθλοῦσιν, ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, οὐδ’ ἂν εὕροις ἀθλητὴν οὐδενὸς πλουσιώτερον ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου. ἔστι δὲ οὐδ’ αὐτὸ τὸ πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ τοιαύτην ἐπίστασθαι τέχνην, ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει, ὅπερ οὔτε τοῖς διοικοῦσι τὰ τῶν πλουσίων, οὔτε τοῖς τελώναις ἢ τοῖς ἐμπόροις ὑπάρχει. καίτοι πλουτοῦσιν ἐξ ἐπιτηδευμάτων οὗτοι μάλιστα, ἀλλ’ ἐὰν ἀπολέσωσι τὰ χρήματα, συναπολλύουσιν αὐτοῖς καὶ τὰς πράξεις, ἀφορμῆς μέν τινος χρημάτων εἰς αὐτὰς δεόμενοι, τῷ δὲ οὐκ ἔχειν ταύτην ἄρξασθαι τῆς ἀρχαίας πράξεως ἀδυνατοῦντες. οὐδὲ γὰρ δανείζει τις αὐτοῖς χωρὶς ἐνεχύρων ἢ ὑποθηκῶν. ὥστε εἰ καὶ πρὸς χρηματισμὸν ἀσφαλῆ τε καὶ οὐκ ἄδοξον ἀξιοῖ τις ἡμᾶς παρεσκευάσθαι, τέχνην ἀσκητέον ἐστὶ διὰ παντὸς τοῦ βίου καὶ παραμένουσαν. Ἀλλὰ διττῆς οὔσης διαφορᾶς τῆς πρώτης ἐν ταῖς τέχναις· ἔνιαι μὲν γὰρ αὐτῶν λογικαί τ’ εἰσὶ καὶ σεμναὶ, τινὲς δ’ εὐκαταφρόνητοι καὶ διὰ τῶν τοῦ σώματος πόνων, ἃς δὴ βαναύσους τε καὶ χειρωνακτικὰς ὀνομάζουσιν· ἄμεινον ἂν εἴη τοῦ προτέρου γένους τῶν τεχνῶν μετέρχεσθαί τινα. τὸ γάρ τοι δεύτερον γένος αὐτῶν ἀπολείπειν εἴωθε γηρῶντας τοὺς τεχνίτας εἰσὶ δὲ ἐκ τοῦ προτέρου γένους ἰατρική τε καὶ ῥητορικὴ καὶ μουσικὴ, γεωμετρία τε καὶ ἀριθμητικὴ, καὶ λογιστικὴ, καὶ ἀστρονομία, καὶ γραμματικὴ, καὶ νομική. πρόσθες δ’, εἰ βούλει, ταύταις πλαστικήν τε καὶ γραφικήν· εἰ γὰρ καὶ διὰ τῶν χειρῶν ἐνεργοῦσιν, ἀλλ’ οὐκ ἰσχύος νεανικῆς δεῖται τὸ ἔργον αὐτῶν. Ἐκ τούτων οὖν τινὰ τῶν τεχνῶν ἀναλαμβάνειν τε καὶ ἀσκεῖν χρὴ τὸν νέον, ὅτῳ μὴ παντάπασιν ἡ ψυχὴ βοσκηματώδης ἐστί· καὶ μᾶλλόν γε τὴν ἀρίστην ἐν ταύταις, ἥτις, ὡς ἡμεῖς φαμὲν, ἐστὶν ἰατρική· τοῦτο δ’ αὐτὸ δεικτέον ἐφεξῆς.