<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><p rend="align(indent)">Ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περὶ <pb n="27"/> 
           <lb/>ψυχὴν ὄντων, τῶν δὲ περὶ σῶμα, τῶν δ’ ἐκτὸς, καὶ παρὰ 
          <lb/>ταῦτα οὐδενὸς ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου· ὅτι μὲν 
          <lb/>τῶν ψυχικῶν ἀγαθῶν οὐδ’ ὄναρ ποτὲ μετειλήφασιν οἱ 
          <lb/>ἀθλοῦντες, εὔδηλον παντί. τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ ψυχὴν 
          <lb/> <milestone unit="page" resp="Chartier" ed="v2" n="12"/> ἔχουσι γιγνώσκουσι, τοσοῦτον ἀποδέουσι τοῦ λογικὴν 
          <lb/>αὐτὴν ἐπίστασθαι. Σαρκῶν γὰρ ἀεὶ καὶ αἵματος ἀθροίζοντες 
          <lb/>πλῆθος, ὡς ἐν βορβόρῳ πολλῷ τὴν ψυχὴν ἑαυτῶν 
          <lb/>ἔχουσι κατεσβεσμένην, οὐδὲν ἀκριβὲς νοῆσαι δυναμένην, 
          <lb/>ἀλλ’ ἄνουν, ὁμοίως τοῖς ἀλόγοις ζώοις. Ἴσως δ’ ἀμφισβητήσειαν, 
          <lb/>ὡς τῶν περὶ τὸ σῶμα τινὸς ἀγαθῶν ἐπήβολοι. 
          <lb/>πότερον οὖν τῆς τιμιωτάτης ὑγιείας ἀμφισβητήσουσιν; ἀλλ’ 
          <lb/>οὐδένας ἄλλους ἂν εὕροις ἐν σφαλερωτέρᾳ διαθέσει σώματος, 
          <lb/>εἴπερ Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι· Τὴν καὶ ἐπ’ ἄκρον 
          <lb/>εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι· καὶ 
          <lb/>δὴ καὶ ὅτι ἄσκησις μὲν ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων, 
              <lb/>Ἱπποκράτει καλῶς εἰρημένον, ἐπαινεῖται πρὸς ἁπάντων. <pb n="28"/> 
              <lb/>Οἱ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ 
          <lb/>ὑπερπιπλάμενοι, καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον, ὡς κορυβαντιῶντες, 
          <lb/>κατεγνωκότες. Ὁ μὲν γὰρ ὑγιεινὴν δίαιταν 
          <lb/>ὑποτιθέμενος ἔλεγε· Πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, 
          <lb/>πάντα μέτρια. Οἱ δὲ τὰ γυμνάσια πέρα τοῦ 
          <lb/>προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι, τροφάς τε προσφέρονται 
          <lb/>σὺν ἀνάγκῃ πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες 
          <lb/>τὴν ἐδωδήν· ὡς προσηκόντως ἄν τινα ἐπ’ αὐτῶν 
          <lb/>εἰπεῖν· 
          <quote rend="blockquote"><l>Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l>Εὗδον παννύχιοι, μαλακῷ δεδμημένοι ὕπνῳ·</l><l>Ἀλλ’ οὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν.</l></quote> 
          <milestone unit="page" resp="Basel" ed="v1" n="5"/> Ἀνάλογον τοίνυν τούτοις καὶ ἡ τῶν ὕπνων αὐτοῖς ἔχει 
          <lb/>συμμετρία. ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων 
          <lb/>ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθ’ οὗτοι διανίστανται 
          <lb/>τῶν ὕπνων. ὥστε ἐοικέναι τὸν βίον αὐτῶν ὑῶν 
              <lb/>διαγωγῇ· πλήν γε ὅσον οἱ μὲν ὗες οὐχ ὑπερπονοῦσιν, οὐδὲ <pb n="29"/> 
              <lb/>πρὸς ἀνάγκην ἐσθίουσιν· οἱ δὲ καὶ ταῦτα πάσχουσι καὶ 
          <lb/>ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται. Ὁ μὲν οὖν παλαιὸς 
          <lb/>Ἱπποκράτης, πρὸς οἷς εἶπεν ἔμπροσθεν, ἔτι καὶ ταῦτα 
          <lb/>φησί· Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν, ἢ 
          <lb/>θερμαίνειν, ἢ ψύχειν, ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν, 
          <lb/>σφαλερόν. πᾶν γὰρ, φησὶ, τὸ πολὺ τῇ φύσει πολέμιον. 
          <lb/>Οἱ δ’ οὔτε τούτων ἐπαΐουσιν, οὔτε τῶν ἄλλων, ὅσα, καλῶς 
          <lb/>εἰπόντος ἐκείνου, παραβαίνουσιν· ἀλλὰ πάντ’ ἐξ ὑπεναντίου 
          <lb/>τοῖς ὑγιεινοῖς παραγγέλμασιν ἐπιτηδεύουσιν. καὶ 
          <lb/>διὰ τοῦτ’ ἂν ἔγωγε φαίην, ἄσκησιν οὐχ ὑγιείας, ἀλλὰ νόσου 
          <lb/>μᾶλλον εἶναι τὸ ἐπιτήδευμα. Τοῦτο δ’ οἶμαι καὶ αὐτὸν 
          <lb/>τὸν Ἱπποκράτην φρονεῖν, ἐπειδὰν λέγῃ· Διάθεσις ἀθλητικὴ 
          <lb/>οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων. Οὐ γὰρ μόνον τοῦ κατὰ 
          <lb/>φύσιν ἐστερῆσθαι τὸ ἐπιτήδευμα δι’ ὧν εἶπε ἐδήλωσεν· 
          <lb/>ἀλλ’ οὐδ’ ἕξιν ὠνόμασε τὴν διάθεσιν αὐτῶν, ἀφαιρούμενος 
          <lb/>καὶ τῆς προσηγορίας αὐτῶν, ᾗ προσαγορεύουσι ἅπαντες οἱ 
              <lb/>παλαιοὶ τοὺς ὄντως ὑγιαίνοντας. ἡ μὲν γὰρ ἕξις ἔμμονός <pb n="30"/> 
              <lb/>τις καὶ δυσαλλοίωτος διάθεσις· ἡ δὲ τῶν ἀθλητῶν ἐπ’ 
          <lb/>ἄκρον εὐεξία σφαλερά τε καὶ εὐμετάπτωτος. οὔτε γὰρ 
          <lb/>πρόσθεσιν ἔτι διὰ τὴν ἀκρότητα χωρεῖ, καὶ τὸ μὴ δύνασθαι 
          <lb/>μένειν ἐπὶ ταὐτοῦ, μηδ’ ἀτρεμεῖν, λοιπὴν ἔχει τὴν 
          <lb/>ἐπὶ τὸ χεῖρον ὁδόν. Οὕτως μὲν ἀθλοῦσιν αὐτοῖς διάκειται 
          <lb/>τὸ σῶμα· καταλύσασι δὲ πολὺ δή τι χεῖρον. Ἔνιοι μὲν 
          <lb/>γὰρ μετ’ ὀλίγον ἀποθνήσκουσιν· ἔνιοι δ’ ἐπὶ πλέον ἥκουσιν 
          <lb/>ἡλικίας, ἀλλ’ οὐδ’ αὐτοὶ γηρῶσιν, οὐδὲ, <milestone unit="page" resp="Chartier" ed="v2" n="13"/> κᾂν ἐφίκωνται 
          <lb/>ποτὲ εἰς τοῦτο, τῶν Ὁμηρικῶν οὐδὲν ἀπολείπονται 
          <lb/>Λιτῶν, 
          <quote rend="blockquote"><l>Χωλοί τε ῥυσοί τε παραβλῶπές τ’ ὀφθαλμὼ</l></quote> 
              ἀποτελούμενοι. Ὡς γὰρ τὰ διασεισθέντα τῶν τειχῶν ἀπὸ 
          <lb/>μηχανημάτων ἑτοίμως ὑπὸ τῆς τυχούσης διαλύεται βλάβης, 
          <lb/>οὔτε σεισμὸν, οὔτ’ ἄλλην τινὰ βραχυτέραν δυνάμενα φέρειν 
          <lb/>περίστασιν· οὕτω καὶ τὰ τῶν ἀθλητῶν σώματα σαθρὰ καὶ 
              <lb/>ἀσθενῆ ταῖς κατὰ τὴν ἐπιτήδευσιν γεγονότα πληγαῖς, ἕτοιμα ﻿<pb n="31"/> 
              <lb/>πρὸς τὸ πάσχειν ἐστὶν ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. 
          <lb/>Οἱ μὲν γὰρ ὀφθαλμοὶ περιωρυγμένοι πολλάκις, ὅτ’ ἡ δύναμις 
          <lb/>οὐκέτ’ ἀντέχει, πληροῦνται ῥευμάτων· οἱ δ’ ὀδόντες, 
          <lb/>ἅτε διασεσεισμένοι πολλάκις, ἐπιλειπούσης ἐν τῷ χρόνῳ τῆς 
          <lb/>δυνάμεως αὐτῶν, ἑτοίμως ἐκπίπτουσι· τὰ δὲ λυγισθέντα 
          <lb/>τῶν ἄρθρων ἀσθενῆ πρὸς πᾶσαν τὴν ἔξωθεν βίαν γίνεται, 
          <lb/>καὶ πᾶν ῥῆγμα καὶ σπάσμα ῥᾳδίως κινεῖται. Σωματικῆς 
          <lb/>μὲν οὖν ὑγιείας ἕνεκα φανερὸν, ὡς οὐδὲν ἄλλο γένος ἀθλιώτερόν 
          <lb/>ἐστι τῶν ἀθλητῶν. ὥστ’ εἰκότως ἄν τις εἴποι εὐφυῶς 
          <lb/>ὀνομάζεσθαι, τῶν ἀθλητῶν προσαγορευθέντων, ἢ ἀπὸ τοῦ 
          <lb/>ἀθλητοῦ τὴν προσηγορίαν τῶν ἀθλίων ἐσχηκότων, ἢ κοινῶς 
          <lb/>ἀμφοτέρων καθάπερ ἀπὸ πηγῆς μιᾶς τῆς ἀθλιότητος 
          <lb/>ὠνομασμένων. </p></div><div type="textpart" subtype="chapter" n="12"><p rend="align(indent)">Ἀλλ’ ἐπειδὴ καὶ περὶ τοῦ μεγίστου τῶν σωματικῶν 
          <lb/>ἀγαθῶν, τῆς ὑγιείας, ἐσκέμμεθα, μεταβῶμεν ἐπὶ 
          <lb/>τὰ λοιπά. Τὰ μὲν δὴ περὶ κάλλους οὕτως αὐτοῖς ἔχει, ὡς 
            <lb/>μὴ μόνον ὠφελεῖσθαί τι πρὸς τῆς ἀθλήσεως τὴν φύσιν· <pb n="32"/> 
            <lb/>ἀλλὰ καὶ πολλοὺς αὐτῶν πάνυ συμμέτρως ἔχοντας τῶν μελῶν 
          <lb/>οἱ γυμνασταὶ παραλαβόντες, ὑπερπιάναντές τε καὶ 
          <lb/>διασάξαντες αἵματί τε καὶ σαρξὶν, εἰς τοὐναντίον ἤγαγον. 
          <lb/>Ἐνίων δὲ καὶ τὰ πρόσωπα παντάπασιν ἄμορφα καὶ δυσειδῆ 
          <lb/>κατέστησαν καὶ μάλιστα τῶν παγκράτιον ἢ πυγμὴν ἀσκησάντων. 
          <lb/>Ὅταν δὲ καὶ τῶν μελῶν τι τελέως ἀποκλάσωσιν, 
          <lb/>ἢ διαστρέψωσιν, ἢ τοὺς ὀφθαλμοὺς ἐκκόψωσι, τότ’, οἶμαι, 
          <lb/>τότε καὶ μάλιστα τὸ τῆς ἐπιτηδεύσεως αὐτῶν ἀποτελούμενον 
          <lb/>κάλλος ἐναργῶς ὁρᾶσθαι. Ταῦτα μὲν οὖν αὐτοῖς ὑγιαίνουσιν 
          <lb/>εἰς κάλλος εὐτύχηται· καταλύσασι δὲ καὶ τὰ λοιπὰ τῶν 
          <lb/>τοῦ σώματος αἰσθητηρίων προσαπόλλυται, καὶ πάνθ’, ὡς ἔφην, 
          <lb/>τὰ μέλη διαστρεφόμενα παντοίας ἀμορφίας αἴτια γίνεται. </p></div></div></body></text></TEI>