ΓΑΛΗΝΟΥ ΠΑΡΑΦΡΑΣΤΟΥ ΤΟΥ ΜΗΝΟΔΟΤΟΥ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΛΟΓΟΣ ΕΠΙ ΤΑΣ ΤΕΧΝΑΣ. Εἰ μὲν μηδόλως λόγου μέτεστι τοῖς ἀλόγοις ὀνομαζομένοις ζώοις, ἄδηλόν ἐστι. ἴσως γὰρ εἰ καὶ μὴ τοῦ κατὰ τὴν φωνὴν, ὃν καὶ προφορικὸν ὀνομάζουσιν, ἀλλὰ τοῦ γε κατὰ τὴν ψυχὴν, ὃν ἐνδιάθετον καλοῦσι, μετέχει πάντα, τὰ μὲν μᾶλλον, τὰ δὲ ἦττον. Ὅτι μέντοι πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον ἡμῖν ἐστιν, ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν, ὧν μεταχειρίζεται τὸ ζῶον τοῦτο, καὶ ὅτι μόνος ἄνθρωπος ἐπιστήμης ἐπιδεκτικὸς, ἣν ἂν ἐθελήσῃ, τέχνην μανθάνει. Τὰ μὲν γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντ’ ἐστὶ πλὴν ὀλίγων δὴ τινῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ ταῦτα φύσει μᾶλλον, ἢ προαιρέσει τεχνῶν εὐτύχηκεν. Ὁ δ’ ἄνθρωπος οὔτε τινός τῶν παρ’ ἐκείνοις ἀμελέτητος· ἀλλὰ καὶ τὴν ὑφαντικὴν ἐμιμήσατο τὰς ἀράχνας, καὶ πλάττει, καθάπερ αἱ μέλισσαι, καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι, καίτοι πεζὸς ὤν· ἀλλὰ καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, ζηλῶν μὲν Ἀσκληπιοῦ τέχνην ἰατρικὴν, ζηλῶν δ’ Ἀπόλλωνος αὐτήν γε ταύτην, καὶ τὰς ἄλλας ἁπάσας, ἃς ἔχει, τοξικὴν, μουσικὴν, μαντικήν· ἔτι τε τῶν Μουσῶν τὴν ἑκάστης ἰδίαν. Οὐδὲ γὰρ γεωμετρίας, οὐδ’ ἀστρονομίας ἀφίσταται, ἀλλὰ καὶ τὰ τῆς γῆς νέρθεν, καὶ τὰ ὕπερθε τοῦ οὐρανοῦ, κατὰ Πίνδαρον, ἐπισκοπεῖ. ἐξεπορίσατο δὲ ὑπὸ φιλοπονίας καὶ τὸ μέγιστον τῶν θείων ἀγαθῶν, φιλοσοφίαν. Δαὶ ταῦτα τοίνυν, κᾂν λόγου μέτεστι τοῖς ἄλλοις ζώοις, κατ’ ἐξοχὴν αὐτῶν καὶ ὁ ἄνθρωπος μόνος ὀνομάζεται λογικός. Πῶς οὖν οὐκ αἰσχρὸν, ᾧ μόνῳ τῶν ἐν ἡμῖν κοινωνοῦμεν θεοῖς, τούτου μὲν ἀμελεῖν, ἐσπευκέναι δὲ περί τι τῶν ἄλλων, τέχνης μὲν ἀναλήψεως καταφρονοῦντα, τύχῃ δ’ ἑαυτὸν ἐπιτρέποντα; ἧς τὴν μοχθηρίαν ἐμφανίσαι βουληθέντες οἱ παλαιοὶ, γράφοντες καὶ πλάττοντες αὐτὴν, οὐ μόνον ἐν εἴδει γυναικὸς ἠρκέσθησαν· (καίτοι τοῦθ’ ἱκανὸν ἦν ἀνοίας σύμβολον) ἀλλὰ καὶ πηδάλιον ἔδοσαν ἐν χεροῖν ἔχειν αὐτῇ, καὶ τοῖν ποδοῖν ὑπέθεσαν βάσιν σφαιρικὴν, ἐστέρησαν δὲ καὶ τοῖν ὀφθαλμοῖν· ἐνδεικνύμενοι διὰ τούτων ἁπάντων τὸ τῆς τύχης ἄστατον. Ὥσπερ οὖν ἐν νηῒ χειμαζομένῃ σφοδρῶς, ὡς ἐπικλύζεσθαί τε τοῖς κύμασι, καὶ κινδυνεύειν βυθισθῆναι, μοχθηρῶς ἄν τις πράξειεν, ἐπιτρέψας τὰ πηδάλια κυβερνήτῃ τυφλῷ· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον κᾀν τῷ βίῳ, μειζόνων ναυαγίων περὶ πολλοὺς οἴκους γιγνομένων, ἢ περὶ τὰ σκάφη κατὰ θάλατταν, οὐκ ὀρθῶς γιγνώσκοντος ἐστὶν, ἐπιτρέπειν ἑαυτὸν ἐν τοιαύταις περιστάσεσι πραγμάτων τυφλῇ δαίμονι, μήδ’ αὐτῇ βεβαίως ἐστηριγμένῃ. Ἔμπληκτός τε γάρ ἐστι καὶ ἄνους εἰς τοσοῦτον, ὡς πολλάκις τοὺς ἀξιολόγους ἄνδρας παρερχομένη, πλουτίζειν τοὺς ἀναξίους· οὐδὲ τούτους βεβαίως, ἀλλ’ ὅσον πάλιν αὐτῶν ἀφαιρεῖσθαι τὰ δοθέντα. Ταύτῃ τῇ δαίμονι πλῆθος ἀνδρῶν ἀμαθῶν οὐκ ὀλίγον ἕπεται, μηδέποτ’ ἐν τῷ αὐτῷ μενούσῃ διὰ τὸ τῆς βάσεως εὐμετακύλιστον, ἥτις αὐτὴν ἄγει καὶ φέρει καὶ κατὰ κρημνῶν ἐνίοτε καὶ θαλάττης. Ἔνθα συναπόλλυνται μὲν ἀλλήλοις, ἑπόμενοι πάντες αὐτῇ· μόνη δ’ ἀβλαβὴς ἐκείνη διεξέρχεται, καταγελῶσα τῶν ὀλοφυρομένων καὶ καλούντων αὐτὴν, ὅτ’ οὐδὲν ὄφελος. Τὰ μὲν δὴ τῆς τύχης ἔργα τοιαῦτα. Τὸν δ’ Ἑρμῆν, ἅτε λόγου μὲν ὄντα δεσπότην, ἐργάτην δὲ τέχνης ἁπάσης, θέασαι πάλιν, ὅπως ἐξ ὑπεναντίου τῇ τύχῃ κεκοσμήκασι πάλιν οἱ γράφοντές τε καὶ πλάττοντες. Νεανίσκος ἐστὶν ὡραῖος, οὐκ ἐπίκτητον, οὐδὲ κομμωτικὸν ἔχων κάλλος, ἀλλ’ εὐθὺς ὥστε συνεμφαίνεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν δι’ αὐτοῦ. ἔστι δὲ φαιδρὸς μὲν τὰς ὄψεις, δέδορκε δὲ δριμὺ, καὶ ἡ βάσις τὸ πάντων σχημάτων ἑδραιότατόν τε καὶ ἀμεταπτωτότατον ἔχει, τὸν κύβον. ἔσθ’ ὅτε δὲ καὶ αὐτὸν τὸν θεὸν τούτῳ τῷ σχήματι κοσμοῦσιν. Ἴδοις δ’ ἂν τοὺς θιασώτας αὐτοῦ φαιδροὺς μὲν ὁμοίως τῷ καθηγουμένῳ θεῷ, μεμφομένους δ’ οὐδέποτε αὐτὸν, ὥσπερ οἱ τὴν τύχην, οὐδ’ ἀπολειπομένους πότ’, οὐδὲ χωριζομένους· ἀλλ’ ἑπομένους τε καὶ διὰ παντὸς ἀπολαύοντας τῆς προνοίας αὐτοῦ. Τοὺς δέ γε τῆς τύχης συνεπομένους ἅπαντας μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς· ὀχουμένους δ’ ἐπ’ ἐλπίδων ἀεὶ, καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας· ἐνίους μὲν ἐγγὺς, ἐνίους δὲ ποῤῥωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς αὐτῆς ἐξημμένους. Ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον  ἐκεῖνον τὸν Λυδὸν ὄψει, καὶ τὸν Πολυκράτην τὸν Σάμιον, καὶ ἴσως θαυμάσεις, τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα χρυσὸν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς. Μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ, καὶ Πρίαμον καὶ Διονύσιον. Ἀλλὰ καὶ τούτων ὀλίγον ὕστερον ὄψει Πολυκράτην μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν Κῦρον ὑπ’ ἄλλοις. Ὄψει δὲ καὶ Πρίαμον καθειργμένον καὶ Διονύσιον ἐν Κορίνθῳ. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας γε, μισήσεις ὅλως τὸν χορόν. εἰσὶ γὰρ ἐνταῦθα καὶ δημαγωγοὶ πολλοὶ, καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται φίλων· εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι, καὶ ἅρπαγες· πολλοὶ δὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ τούτων ἱερὰ συλήσαντες. Ὁ δὲ ἕτερος τῶν χορῶν, πάντες μὲν κόσμιοι καὶ τεχνῶν ἐργάται. οὐ θέουσι δὲ, οὐδὲ βοῶσιν, οὐδ’ ἀλλήλοις μάχονται· ἀλλ’ ἐν μέσοις μὲν αὐτοῖς ὁ θεὸς, ἀμφ’ αὐτὸν δὲ ἅπαντες ἐν τάξει κεκόσμηνται, χώραν ἕκαστος, ἣν ἐκεῖνος ἔδωκεν, οὐκ ἀπολιπόντες. Οἱ μὲν ἔγγιστα τῷ θεῷ, καὶ περὶ αὐτὸν ἐν κύκλῳ κεκοσμημένοι, γεωμέτραι καὶ ἀριθμητικοὶ καὶ φιλόσοφοί τε καὶ ἰατροὶ καὶ ἀστρονόμοι καὶ γραμματικοί. Τούτων δ’ ἐφεξῆς ὁ δεύτερος, ζωγράφοι, πλάσται, γραμματισταὶ, τέκτονές τε καὶ ἀρχιτέκτονες, καὶ λιθογλύφοι, καὶ μετ’ αὐτοὺς δὲ ἡ τρίτη τάξις, αἱ λοιπαὶ τέχναι πᾶσαι, κατὰ μέρη μὲν οὕτω κεκόσμηται· πάντες δὲ πρὸς τὸν θεὸν ἀποβλέπουσι, κοινῷ τῷ παρ’ αὐτοῦ προστάγματι πειθόμενοι. Θεάση δὲ κᾀνταῦθα πολλοὺς μετ’ αὐτοῦ τοῦ θεοῦ, τετάρτην δέ τινα τάξιν ἀπὸ τῶν ἄλλων ἔκκριτον, οὐχ οἷοί τινες ἦσαν οἱ μετὰ τῆς τύχης. οὐ γὰρ ἀξιώμασι πολιτικοῖς, οὐδὲ γένους ὑπεροχαῖς, οὐδὲ πλούτῳ τοὺς ἀρίστους ὁ θεὸς οὗτος εἴθισται κρίνειν· ἀλλὰ τοὺς καλῶς μὲν βιοῦντας, ἐν δὲ ταῖς ἑαυτῶν τέχναις πρωτεύοντας, ἑπομένους δὲ τοῖς προστάγμασιν αὐτοῦ καὶ νομίμως τὰς τέχνας ἐργαζομένους τιμᾷ τε καὶ πρὸ τῶν ἄλλων ἄγει, περὶ αὑτὸν ἔχων ἀεί. Τοῦτον, οἶμαι, τὸν χορὸν νοήσας, ὁποῖός ἐστιν, οὐ μόνον ζηλώσεις, ἀλλὰ καὶ προσκυνήσεις. Σωκράτης ἐστὶν ἐν αὐτῷ καὶ Ὅμηρος, καὶ Ἱπποκράτης καὶ Πλάτων, καὶ οἱ τούτων ἐρασταὶ, οὓς ἴσα καὶ τοῖς θεοῖς σέβομεν, οἶον ὕπαρχοί τινες καὶ ὑπηρέται τοῦ θεοῦ. Τῶν δ’ ἄλλων ἁπάντων οὐκ ἔστιν ὅστις ἠμελήθη ποτὲ πρὸς αὐτοῦ. οὐ μόνον γὰρ τῶν παρόντων πεφρόντικεν, ἀλλὰ καὶ πλέουσι σύμπλους ἐστὶ καὶ ναυαγούντων οὐκ ἀπολείπεται. Ἀρίστιππος γοῦν ἐπειδή ποτε πλέων, τοῦ σκάφους ἀπολομένου, ἐπὶ τὰς Συρακουσίων ἠϊόνας ἐξεβράσθη, πρῶτον μὲν ἐθάῤῥησε θεασάμενος ἐπὶ τῆς ψάμμου διάγραμμα γεωμετρικόν· ἐλογίσατο γὰρ εἰς Ἕλληνάς τε καὶ σοφοὺς ἄνδρας, οὐκ εἰς βαρβάρους ἥκειν. Ἔπειτα παραγενόμενος εἰς τὸ Συρακουσίων γυμνάσιον καὶ ταυτὶ τὰ ἔπη φθεγξάμενος, Τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν Τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασι; προσιόντας τέ τινας ἔσχεν αὐτῷ καὶ γνωρίζοντας ὅστις εἵη, καὶ πάντων, ὧν ἐδεῖτο, μεταδιδόντας εὐθέως. Ὡς δ’ εἰς Κυρήνην, αὐτοῦ τὴν πατρίδα, μέλλοντές τινες πλεῖν ἐπυνθάνοντο, μή τι τοῖς οἰκείοις ἐπιστέλλει, κελεύειν αὐτοῖς ἔφη ταῦτα κτᾶσθαι τὰ κτήματα, ἃ καὶ ναυαγήσαντι συνεκκολυμβήσει.