<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><head rend="align(center)">ΓΑΛΗΝΟΥ ΠΑΡΑΦΡΑΣΤΟΥ 
                        <lb/>ΤΟΥ ΜΗΝΟΔΟΤΟΥ 
                        <lb/>ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΛΟΓΟΣ ΕΠΙ ΤΑΣ
                        <lb/>ΤΕΧΝΑΣ.</head><p rend="align(indent)">Εἰ μὲν μηδόλως λόγου μέτεστι τοῖς ἀλόγοις 
          <lb/>ὀνομαζομένοις ζώοις, ἄδηλόν ἐστι. ἴσως γὰρ εἰ καὶ μὴ 
          <lb/>τοῦ κατὰ τὴν φωνὴν, ὃν καὶ προφορικὸν ὀνομάζουσιν, 
          <lb/>ἀλλὰ τοῦ γε κατὰ τὴν ψυχὴν, ὃν ἐνδιάθετον καλοῦσι, 
          <lb/>μετέχει πάντα, τὰ μὲν μᾶλλον, τὰ δὲ ἦττον. Ὅτι μέντοι 
          <pb n="2"/> 
          <lb/>πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον 
          <lb/>ἡμῖν ἐστιν, ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν, ὧν 
          <lb/>μεταχειρίζεται τὸ ζῶον τοῦτο, καὶ ὅτι μόνος ἄνθρωπος 
          <lb/>ἐπιστήμης ἐπιδεκτικὸς, ἣν ἂν ἐθελήσῃ, τέχνην μανθάνει. 
          <lb/>Τὰ μὲν γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντ’ ἐστὶ 
          <lb/>πλὴν ὀλίγων δὴ τινῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ ταῦτα φύσει 
          <lb/>μᾶλλον, ἢ προαιρέσει τεχνῶν εὐτύχηκεν. Ὁ δ’ ἄνθρωπος 
          <lb/>οὔτε τινός τῶν παρ’ ἐκείνοις ἀμελέτητος· ἀλλὰ καὶ 
          <lb/>τὴν ὑφαντικὴν ἐμιμήσατο τὰς ἀράχνας, καὶ πλάττει, καθάπερ 
          <lb/>αἱ μέλισσαι, καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι, 
          <lb/>καίτοι πεζὸς ὤν· ἀλλὰ καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, 
          <lb/>ζηλῶν μὲν Ἀσκληπιοῦ τέχνην ἰατρικὴν, ζηλῶν δ’ 
          <lb/>Ἀπόλλωνος αὐτήν γε ταύτην, καὶ τὰς ἄλλας ἁπάσας, ἃς 
          <lb/>ἔχει, τοξικὴν, μουσικὴν, μαντικήν· ἔτι τε τῶν Μουσῶν τὴν 
          <lb/>ἑκάστης ἰδίαν. Οὐδὲ γὰρ γεωμετρίας, οὐδ’ ἀστρονομίας 
          <lb/>ἀφίσταται, ἀλλὰ καὶ τὰ τῆς γῆς νέρθεν, καὶ τὰ ὕπερθε 
          <lb/>τοῦ οὐρανοῦ, κατὰ Πίνδαρον, ἐπισκοπεῖ. ἐξεπορίσατο δὲ <pb n="3"/> 
          <lb/>ὑπὸ φιλοπονίας καὶ τὸ μέγιστον τῶν θείων ἀγαθῶν, φιλοσοφίαν. 
          <lb/>Δαὶ ταῦτα τοίνυν, κᾂν λόγου μέτεστι τοῖς ἄλλοις 
          <lb/>ζώοις, κατ’ ἐξοχὴν αὐτῶν καὶ ὁ ἄνθρωπος μόνος ὀνομάζεται 
          <lb/>λογικός. </p></div><div type="textpart" subtype="chapter" n="2"><p rend="align(indent)"><milestone unit="page" resp="Chartier" ed="v2" n="4"/>Πῶς οὖν οὐκ αἰσχρὸν, ᾧ μόνῳ τῶν ἐν 
          <lb/>ἡμῖν κοινωνοῦμεν θεοῖς, τούτου μὲν ἀμελεῖν, ἐσπευκέναι δὲ 
          <lb/>περί τι τῶν ἄλλων, τέχνης μὲν ἀναλήψεως καταφρονοῦντα, 
          <lb/>τύχῃ δ’ ἑαυτὸν ἐπιτρέποντα; ἧς τὴν μοχθηρίαν ἐμφανίσαι 
          <lb/>βουληθέντες οἱ παλαιοὶ, γράφοντες καὶ πλάττοντες αὐτὴν, 
          <lb/>οὐ μόνον ἐν εἴδει γυναικὸς ἠρκέσθησαν· (καίτοι τοῦθ’ ἱκανὸν 
          <lb/>ἦν ἀνοίας σύμβολον) ἀλλὰ καὶ πηδάλιον ἔδοσαν ἐν χεροῖν 
          <lb/>ἔχειν αὐτῇ, καὶ τοῖν ποδοῖν ὑπέθεσαν βάσιν σφαιρικὴν, 
          <lb/>ἐστέρησαν δὲ καὶ τοῖν ὀφθαλμοῖν· ἐνδεικνύμενοι διὰ τούτων 
          <lb/>ἁπάντων τὸ τῆς τύχης ἄστατον. Ὥσπερ οὖν ἐν νηῒ 
          <lb/>χειμαζομένῃ σφοδρῶς, ὡς ἐπικλύζεσθαί τε τοῖς κύμασι, καὶ 
          <lb/>κινδυνεύειν βυθισθῆναι, μοχθηρῶς ἄν τις πράξειεν, ἐπιτρέψας 
          <lb/>τὰ πηδάλια κυβερνήτῃ τυφλῷ· κατὰ τὸν αὐτὸν, οἶμαι, 
          <lb/>τρόπον κᾀν τῷ βίῳ, μειζόνων ναυαγίων περὶ πολλοὺς <pb n="4"/> 
          <lb/>οἴκους γιγνομένων, ἢ περὶ τὰ σκάφη κατὰ θάλατταν, οὐκ 
          <lb/>ὀρθῶς γιγνώσκοντος ἐστὶν, ἐπιτρέπειν ἑαυτὸν ἐν τοιαύταις 
          <lb/>περιστάσεσι πραγμάτων τυφλῇ δαίμονι, μήδ’ αὐτῇ βεβαίως 
          <lb/>ἐστηριγμένῃ. Ἔμπληκτός τε γάρ ἐστι καὶ ἄνους εἰς τοσοῦτον, 
          <lb/>ὡς πολλάκις τοὺς ἀξιολόγους ἄνδρας παρερχομένη, πλουτίζειν 
          <lb/>τοὺς ἀναξίους· οὐδὲ τούτους βεβαίως, ἀλλ’ ὅσον 
          <lb/>πάλιν αὐτῶν ἀφαιρεῖσθαι τὰ δοθέντα. Ταύτῃ τῇ δαίμονι 
          <lb/>πλῆθος ἀνδρῶν ἀμαθῶν οὐκ ὀλίγον ἕπεται, μηδέποτ’ ἐν τῷ 
          <lb/>αὐτῷ μενούσῃ διὰ τὸ τῆς βάσεως εὐμετακύλιστον, ἥτις αὐτὴν 
          <lb/>ἄγει καὶ φέρει καὶ κατὰ κρημνῶν ἐνίοτε καὶ θαλάττης. 
          <lb/>Ἔνθα συναπόλλυνται μὲν ἀλλήλοις, ἑπόμενοι πάντες αὐτῇ· 
          <lb/>μόνη δ’ ἀβλαβὴς ἐκείνη διεξέρχεται, καταγελῶσα τῶν ὀλοφυρομένων 
          <lb/>καὶ καλούντων αὐτὴν, ὅτ’ οὐδὲν ὄφελος. Τὰ 
          <lb/>μὲν δὴ τῆς τύχης ἔργα τοιαῦτα. </p></div></div></body></text></TEI>