ΓΑΛΗΝΟΥ ΠΑΡΑΦΡΑΣΤΟΥ ΤΟΥ ΜΗΝΟΔΟΤΟΥ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΛΟΓΟΣ ΕΠΙ ΤΑΣ ΤΕΧΝΑΣ. Εἰ μὲν μηδόλως λόγου μέτεστι τοῖς ἀλόγοις ὀνομαζομένοις ζώοις, ἄδηλόν ἐστι. ἴσως γὰρ εἰ καὶ μὴ τοῦ κατὰ τὴν φωνὴν, ὃν καὶ προφορικὸν ὀνομάζουσιν, ἀλλὰ τοῦ γε κατὰ τὴν ψυχὴν, ὃν ἐνδιάθετον καλοῦσι, μετέχει πάντα, τὰ μὲν μᾶλλον, τὰ δὲ ἦττον. Ὅτι μέντοι πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον ἡμῖν ἐστιν, ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν, ὧν μεταχειρίζεται τὸ ζῶον τοῦτο, καὶ ὅτι μόνος ἄνθρωπος ἐπιστήμης ἐπιδεκτικὸς, ἣν ἂν ἐθελήσῃ, τέχνην μανθάνει. Τὰ μὲν γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντ’ ἐστὶ πλὴν ὀλίγων δὴ τινῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ ταῦτα φύσει μᾶλλον, ἢ προαιρέσει τεχνῶν εὐτύχηκεν. Ὁ δ’ ἄνθρωπος οὔτε τινός τῶν παρ’ ἐκείνοις ἀμελέτητος· ἀλλὰ καὶ τὴν ὑφαντικὴν ἐμιμήσατο τὰς ἀράχνας, καὶ πλάττει, καθάπερ αἱ μέλισσαι, καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι, καίτοι πεζὸς ὤν· ἀλλὰ καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, ζηλῶν μὲν Ἀσκληπιοῦ τέχνην ἰατρικὴν, ζηλῶν δ’ Ἀπόλλωνος αὐτήν γε ταύτην, καὶ τὰς ἄλλας ἁπάσας, ἃς ἔχει, τοξικὴν, μουσικὴν, μαντικήν· ἔτι τε τῶν Μουσῶν τὴν ἑκάστης ἰδίαν. Οὐδὲ γὰρ γεωμετρίας, οὐδ’ ἀστρονομίας ἀφίσταται, ἀλλὰ καὶ τὰ τῆς γῆς νέρθεν, καὶ τὰ ὕπερθε τοῦ οὐρανοῦ, κατὰ Πίνδαρον, ἐπισκοπεῖ. ἐξεπορίσατο δὲ ὑπὸ φιλοπονίας καὶ τὸ μέγιστον τῶν θείων ἀγαθῶν, φιλοσοφίαν. Δαὶ ταῦτα τοίνυν, κᾂν λόγου μέτεστι τοῖς ἄλλοις ζώοις, κατ’ ἐξοχὴν αὐτῶν καὶ ὁ ἄνθρωπος μόνος ὀνομάζεται λογικός. Πῶς οὖν οὐκ αἰσχρὸν, ᾧ μόνῳ τῶν ἐν ἡμῖν κοινωνοῦμεν θεοῖς, τούτου μὲν ἀμελεῖν, ἐσπευκέναι δὲ περί τι τῶν ἄλλων, τέχνης μὲν ἀναλήψεως καταφρονοῦντα, τύχῃ δ’ ἑαυτὸν ἐπιτρέποντα; ἧς τὴν μοχθηρίαν ἐμφανίσαι βουληθέντες οἱ παλαιοὶ, γράφοντες καὶ πλάττοντες αὐτὴν, οὐ μόνον ἐν εἴδει γυναικὸς ἠρκέσθησαν· (καίτοι τοῦθ’ ἱκανὸν ἦν ἀνοίας σύμβολον) ἀλλὰ καὶ πηδάλιον ἔδοσαν ἐν χεροῖν ἔχειν αὐτῇ, καὶ τοῖν ποδοῖν ὑπέθεσαν βάσιν σφαιρικὴν, ἐστέρησαν δὲ καὶ τοῖν ὀφθαλμοῖν· ἐνδεικνύμενοι διὰ τούτων ἁπάντων τὸ τῆς τύχης ἄστατον. Ὥσπερ οὖν ἐν νηῒ χειμαζομένῃ σφοδρῶς, ὡς ἐπικλύζεσθαί τε τοῖς κύμασι, καὶ κινδυνεύειν βυθισθῆναι, μοχθηρῶς ἄν τις πράξειεν, ἐπιτρέψας τὰ πηδάλια κυβερνήτῃ τυφλῷ· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον κᾀν τῷ βίῳ, μειζόνων ναυαγίων περὶ πολλοὺς οἴκους γιγνομένων, ἢ περὶ τὰ σκάφη κατὰ θάλατταν, οὐκ ὀρθῶς γιγνώσκοντος ἐστὶν, ἐπιτρέπειν ἑαυτὸν ἐν τοιαύταις περιστάσεσι πραγμάτων τυφλῇ δαίμονι, μήδ’ αὐτῇ βεβαίως ἐστηριγμένῃ. Ἔμπληκτός τε γάρ ἐστι καὶ ἄνους εἰς τοσοῦτον, ὡς πολλάκις τοὺς ἀξιολόγους ἄνδρας παρερχομένη, πλουτίζειν τοὺς ἀναξίους· οὐδὲ τούτους βεβαίως, ἀλλ’ ὅσον πάλιν αὐτῶν ἀφαιρεῖσθαι τὰ δοθέντα. Ταύτῃ τῇ δαίμονι πλῆθος ἀνδρῶν ἀμαθῶν οὐκ ὀλίγον ἕπεται, μηδέποτ’ ἐν τῷ αὐτῷ μενούσῃ διὰ τὸ τῆς βάσεως εὐμετακύλιστον, ἥτις αὐτὴν ἄγει καὶ φέρει καὶ κατὰ κρημνῶν ἐνίοτε καὶ θαλάττης. Ἔνθα συναπόλλυνται μὲν ἀλλήλοις, ἑπόμενοι πάντες αὐτῇ· μόνη δ’ ἀβλαβὴς ἐκείνη διεξέρχεται, καταγελῶσα τῶν ὀλοφυρομένων καὶ καλούντων αὐτὴν, ὅτ’ οὐδὲν ὄφελος. Τὰ μὲν δὴ τῆς τύχης ἔργα τοιαῦτα.