<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="6"><head rend="center"><label>ϛ′.</label> Φιλοστεφάνῳ.</head><p rend="indent">Ἀνιῶμαι μέν, ὦ Φιλοστέφανε, τῆς σῆς ἀχαριστίας καὶ καθόλου ἀδικίας εἰς ἐμαυτόν, ἄχθομαί γε μὴν οὐκ ἐπὶ μεῖον ἀλλὰ τῷ παντὶ πλέον τῆς ἐμαυτοῦ νωθείας καὶ ὅτι κινδυνεύω βλάξ τις βεβιωκέναι πάντα τοῦτον τὸν βίον, οὐδ’ ὑπὲρ ἑνὸς ἀνδρὸς ἐν τῇ τριόδῳ καθεζομένου τῆς Ἑλλάδος γυμνοῦ τὰ ἤθη διὰ τὴν τῆς ἐργασίας περιφάνειαν ἀληθές τι ἢ προσῆκον ἐρρωμένως εἰκάσαι καὶ ὑπολαβεῖν. καίτοι ἡγοῦμαι μέν σε καὶ δι’ ἐμαυτὸν εὐδαιμονέστερον καὶ λαμπρότερον γεγονέναι οὐ μόνον τῶν ἐν Κορίνθῳ ἀλλὰ καὶ τῶν ἄλλοθί που τῇ τοῦ τραπεζιτεύειν ἐργασίᾳ χρωμένων. ἦσθα δὲ καὶ πρὶν ἐμέ σοι συμβαλεῖν εἰ καὶ μὴ πλούσιος οὕτως, ἀλλὰ πιστὸς εὖ μάλα καὶ πιστότερός γε ἢ νῦν εἶναι κινδυνεύεις, ὅτε περ καὶ δι’ ἡμᾶς γέγονας πλούσιος. ὥστε οὐδὲ μεγάλη ἁμαρτία, εὐεξετάστῳ καὶ εὐθεωρήτῳ τὸν τρόπον ἀνδρὶ πιστεῦσαι, ἐμὴ δὲ ἴσως τὸν δυστυχῆ αὐτὸν μηδὲ ἀπὸ ὑφ’ ὧν οὐδὲν ἀγαθὸν πέπονθεν, πιστὸν εἰς τὰ πρὸς ἐμὲ μόνον ὑφ’ οὗ τὰ τηλικαῦτα ὤνηται, ἄδικον γεγονέναι. πόθεν δέ μοι ταῦτα τισιννέον; ἥκων εἰς Ἔφεσον Ἀθήνηθεν ὁ Τίβιος ἔφραζέ μοι πεμφθῆναι ὑπὸ τῶν ἀμφὶ Μείδωνα, δεῆσαν αὐτοῖς ἐκ τῶν ἐμῶν ὑπαργμάτων ἑβδομήκοντα μνῶν ἀργυρίου, ταῦτα ἀποληψόμενος παρὰ σοῦ, βραχυτάτην μοῖραν ἐκ τετταράκοντα ὅλων ταλάντων· τοσαῦτα γὰρ ὁ τελευταῖος λογισμός, <pb facs="epistolographoih00hercuoft_0840"/> ὃν ἐλογισάμεθα μετ’ ἀλλήλων ἐν Ἰσθμίοις, ἀπέφαινεν ἔτι παρὰ σοὶ περιεῖναι τῶν ἐμῶν. 
        ἀναγνόντα τέ σε τὰς ἐπιστολὰς πυθόμενόν τε τὴν χρείαν ἔπειτα ἀποφήνασθαι τῇ μὲν ἤπια καὶ ἐπιεικῆ, τῇ δ’ αὖ ἀγνώμονά τε καὶ μοχθηρά, ἐῶ γὰρ εἰπεῖν ἀνόσια. τὸ μὲν γὰρ φάναι φιλότητός τε τῆς πρὸς ἡμᾶς ἕνεκα καὶ χρειῶν ὅσας ἐτυγχάνομεν ἀλλήλοις κεχρημένοι προῖκα βούλεσθαι προέσθαι τἀργύριον ἐκεῖνο ἢ δάνεισμα δανείζοντα χρήστην ὑπάρχειν εἰς ἐμέ, τοῦτο μὲν ἀστεῖόν τε ἐποίεις καὶ τῆς εὐνοίας τῆς πρὸς ἡμᾶς ἄξιον· ὁπότε μέντοι, ὥς φησιν ὁ Τίβιος, ἔξαρνος ἦσθα καὶ διετείνου πικρῶς μηδ’ ὁτιοῦν ὀφείλειν ἐμοί, τοῦτο δὲ πολὺ μεῖζον ἔπραττες κακὸν ἢ θάτερον ἀγαθόν. ἡ μὲν γὰρ χρηστότης σου ἑβδομήκοντα μνῶν ἐστὶν ἀξία, ἡ δὲ πονηρία τεσσαράκοντα ταλάντων. εἰ μὲν οὖν (γένοιτο γὰρ ἄν, κἀγὼ καὶ νῦν ἔτι, καίπερ οὕτως ὑπὸ τοῦ παρ’ ἐλπίδας ἰλιγγιῶν, ὅμως οὔπω ταχέως οὕτως ἀφίσταμαι χρηστόν τι καὶ δίκαιον περὶ σοῦ ὑπολαμβάνειν) περὶ τοῦ πιστοῦ ἄπιστος ἦσθα καὶ περὶ τοῦ δικαίου ἄδικος, οὐκ εἰς τὸ σαυτοῦ κέρδος θρασυνόμενος καὶ ἀναισχυντῶν, δὲ τοὐμὸν ὡς ἐδόκεις ὄφελος ἐξαρνούμενος, αὐτός τε ἂν εἴης οὐ κακός, κἀμὲ ἀποφήνειας οὐ μωρόν, ὅτι οὕτως ὑπὲρ σοῦ διετέθην· εἰ δ’ ἀληθῶς οἰόμεθα καὶ τοὐπὶ σοὶ εἶναι καὶ πανταχῆ πάντα ἀθηναίων γέμει, οὔτε τοὺς θεοὺς ἀσεβῶν λήσεις, ὦ Φιλοστέφανε, οὔτε ἐμὲ ἀδικῶν καταπροΐξῃ (οὐδ’ εἰ κἀμοῦ καταφρονήσεις καὶ τῶν θεῶν ἀμελήσεις), ἀλλὰ τελευτῶν Ἀθηναίους γε οὐκ ἐκφεύξῃ. ἐπεὶ κἀγὼ τῷ παντὶ μᾶλλον ἄσμενος ὑπὸ τῆς πατρίδος ἂν τῆς ἐμαυτοῦ καὶ ταῦτα ἀφαιρεθείην, ὥσπερ καὶ τὰ ἄλλα πάντα, ἢ ὑπὸ Φιλοστεφάνου τοῦ Κορινθίου χρυσαμοιβοῦ. τοιγάρτοι ἤδη μοι γράφε καὶ ἀντεπίστελλε ὅστις εἶ πρὸς ἐμὲ καὶ ὅπη σοι διέγνωσται τὰ ἄλλα πρὸς σέ, ἵνα, εἰ μὲν εἶ ἐκεῖνος ὁ εὔσημος φίλος καὶ διαμένεις ὃς ἦσθα, ὅπως μοι σωθήσεται εἰς ἐπανόρθωσιν τῆς ἐμῆς δυστυχίας τἀμὰ χρήματα βουλεύωμαι, εἰ δὲ μή, ὅπως μὴ παρὰ τὴν ὴν γνώμην ἀπολεῖται.</p></div><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="7"><head rend="center"><label>ζ′.</label> Φιλοστεφάνῳ.</head><p rend="indent">Ἧκέ μοι τὰς ἐπιστολὰς παρὰ σοῦ κομίζων εἰς Ἔφεσον, ὡς μὲν Ἀθηναῖοι λογίζονται βοηδρομιῶνος ἕνῃ καὶ νέᾳ, ὡς δὲ ὑμεῖς, πανήμου δεκάτῃ (ἡ δὲ ἡμέρα ἡ αὐτή) Μένυλλος ὁ Χαλκιδεὺς κυβερνήτης, ὁ καὶ τὴν παρὰ Γέλωνός ποτε τοῦ Συρακοσίου τὴν μεγάλην ἐκείνην ὁλκάδα τοῦ σίτου καταγαγὼν εἰς Πειραιᾶ. καὶ αὐτὸς μὲν ἀπὸ γλώσσης ᾐνίξατο πρός με εἰδότα οὐκ εἰδὼς ἅττα ᾐνίττετο, ἐγὼ δὲ ἐγνώριζον τοὺς πρός με σοὶ ξυντεθέντας συμβόλους. καὶ μέντοιγε καὶ τὸ ἔγγραφον ἀπεδίδου, ἔνθα δυσφοροῦντι μὲν καὶ μεγάλως ἀσχάλλοντι ἐῴκεις, οὐκ ἀξιῶν ὅλως μὲν οὐδ’ εἰς ἄλλον ἀνθρώπων οὐδένα πρὸς ἡμῶν ὑποτιμηθῆναι ἄπιστος ἂν καὶ ἀπεχθὴς γενέσθαι, τῷ παντὶ μέντοι μᾶλλον ἢ εἰς ἐμέ. ἔπειτα δὲ καὶ περὶ τῶν ἐμῶν χρημάτων ὑπηγόρευες, <pb facs="epistolographoih00hercuoft_0841"/> ἔχειν τε οὐκ ἐξαρνούμενος καὶ ὁπηνίκα ἂν καὶ οἷστισιν ἂν προστάττοιμεν ἀποδώσειν ὑπισχνούμενος, τά τε περὶ τοῦ Μείδωνος καὶ τοῦ Παμφίλου διεδήλους ὅτι ἠγνόουν ἃ χρή, περί τε Τιβίου ὅτι ἠγνωμόνει οὑπίτριπτος. 
    ἐγὼ δὲ αἰδοῦμαι μέν, ὦ Φιλοστέφανε, ὁμολογεῖν ὅτι τοιαῦτα σοῦ φρονοῦντος μὴ τοῖς τετταράκοντα μᾶλλον ταλάντοις ἢ τῷ μὴ διεσφάλθαι τῶν ὑπὲρ σοῦ ἐλπίδων ἡδόμεθα· εὖ μέντοι οὔπω ἴσθι τὰ τετταράκοντα ταῦτα τάλαντα ἀποδώσειν ἡμῖν ἔμελλες. οὐδὲ γὰρ εἰλήφεις πω αὐτά, καὶ τοῦ λαβεῖν οὐ ταῦτα μόνον ἀλλὰ καὶ πρὸς τούτοις ἄλλα τριάκοντα ἄξιος ἡμῖν ἐδόκεις εἶναι· ἑβδομήκοντα γὰρ τὰ πλεῖστα τῶν ἡμετέρων παρὰ σοὶ ἐγένετο. οἱ δὲ πολὺ πλειόνων ἢ τούτων σε προτιμῶντες οὐκ ἄν πως δεόντως, εἰ τούτων σε τῶν ἐλαττόνων φαίημεν προτιμᾶν, ἀπιστοίμεθα. ἀλλὰ μὴν καὶ περὶ μὲν τοῦ διαγανακτεῖν ἐμαυτὸν ἑτοιμότερον καὶ προχειρότερον, ἀπιστῆσαι δὲ ὡς ὑπὲρ ἀνδρὸς φίλου καὶ μὴ ταχέως οὕτως ἐπιδραμεῖν σου τῇ διαβολῇ, ἐκεῖνο λέξας τἀληθέστατον ἂν εἴποιμι, ὦ Φιλοστέφανε, διότι θορυβεῖσθαι μὲν ἡμᾶς ἐποίησε τοῖς ὑπὲρ σοῦ ὁ μαστιγίας Τίβιος, πιστεῦσαι δὲ ἐκείνῳ ἡμὴ τύχη. καὶ ὑπὲρ μὲν τούτων τοσαῦτα· τὸ δὲ ἀργύριον νῦν μὲν ἔστω σοι παρὰ σοί, ἐπειδὰν δὲ ὑπὲρ τῶν καθόλου διαφερόντων εἰς ἐμαυτὸν διαγνῶ καὶ βουλεύσωμαι βεβαιότερον, ἐπιστελῶ σοι τηνικαῦτα.</p></div><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="8"><head rend="center"><label>η′.</label> Λεάγρῳ.</head><p rend="indent">Ἦπου Λεωβώτης ὁ Ἀγρυλεύς, ὦ Λέαγρε, καὶ Λύσανδρος ὁ Σκαμβωνίδης καὶ Προνάπης ὁ Πρασιεὺς νῦν μὲν ἀσπάζονται τὸν Ἀθηναίων δῆμον, ὃς οὔποτε ἄλλοτε οὕτως μὲν αὐτοὺς πιστοὺς ὑπέλαβεν εἶναι, οὕτω δὲ δικαίους καὶ εὐόρκους, ὥστε περὶ τοσούτου ἀδικήματος ἐπεχώρησεν ἐξομόσασθαι σφίσι, τῆς ξυμπάντων τῶν Ἑλλήνων προδοσίας· νῦν δ’ ἐφ’ αὑτοῖς φρονοῦσι πάμμεγα δή τι ἄρα καὶ ἡλίκον οὐκ ἂν ἄλλοι φρονοῖεν, οὐκ ἀπαλλαγέντες μόνον τῆς ὑποψίας καὶ τῆς βλασφημίας τῆς εἰς αὐτοὺς γενομένης καὶ λεχθείσης, ἀλλὰ μετὰ τοῦ εὐσεβεῖς καὶ ὅσιοι πεπιστεῦσθαι ἀπαλλαγέντες. ἀλλ’ οὐ γὰρ ὁ Γλαύκωνος μὲν υἱὸς Λέαγρος ἐμὸς δὲ ἡλικιώτης καὶ συνέφηβος οὔτ’ οὖν Ἀθηναίους τούτου γε ἕνεκα ἀγασθήσεται (τὰ δὲ ἄλλα ἀσπαζέσθω καὶ ἀγαπάτω αὐτούς), οὔτε ἐπ’ αὐτῷ σεμνυνεῖται ἀλλ’ αἰσχυνεῖται. ὑμεῖς μὲν γάρ, ὦ Λέαγρε, τῇ μὲν ὑμετέρᾳ σωτηρίᾳ μόνῃ, ἐμῇ δὲ δυστυχίᾳ χάριν ἐπιστάμενοι οὐχ ἁμαρτήσεσθε, ὅτι ὥσπερ μεγάλου καὶ πίονος θρέμματος καὶ ἀγρεύματος πεσόντος ἄδην ἔσχετε τοῖς Ἀθηναίοις τῆς ἐμῆς θοίνης. 
    καί μοι τοῦτο γοῦν μόνον (ἀποθαρρήσω γὰρ εἰπεῖν) εὐτύχηται, τὰ ἄλλα πάντα οὕτως ἀρρήτως κακῶς πεπραγότι. ἀλλ’ ὑμᾶς γε τοὺς ἐμοὺς φίλους οὐ μετρίως ὤνησα ταῦτα παθὼν ἃ πέπονθα· ἐπιθαρρεῖν δὲ καὶ τὸ μεῖζον ἔτι ἀγάλλεσθαι ἐπὶ τῇ τοιαύτῃ σωτηρίᾳ τίς ἂν εὖ φρονῶν <pb facs="epistolographoih00hercuoft_0842"/> ὑπομείνειε; πρότερον οὐχ ὅτι καὶ οὗτοι καταβεβοῆσθαι καταβόησιν εἰς τοὺς Ἕλληνας οὕτω μὲν ἀνήκεστον καὶ δεινήν, οὕτω δὲ ἄδικον καὶ ψευδῆ, ἀλλ’ ὅτι οἱ μὲν ἐπιορκοῦντες Ἀριστείδης ἦν καὶ Φαιδρίας καὶ Τισίνικος καὶ Ἀλκμεωνίδης, οἱ δὲ ὀμνύντες ὑμεῖς; καὶ οὐ κατέπεσεν, ὦ θεοὶ καὶ δαίμονες οἱ τῆς ἀληθείας τῆς ἐν ἀνθρώποις ἵστορες, τὸ πρὸς ὑμῶν ὀμνυόμενον ἕδος τῆς θεοῦ, μᾶλλον δὲ αὐτὸς ὁ νεὼς ἐπὶ τὰ τῶν ἀλιτηρίων ἐκείνων βρέγματα τῶν τότε ὑμᾶς ὁρκούντων; ἀλλὰ νῦν μὲν ὑμῖν πιστεύουσιν ὅτι ὀμωμόκατε, πρὶν δ’ ἄρα οὐκ ἐπίστευον; 
    διὰ τί οὖν οὐχὶ κἀμὲ ὥρκωσαν, ἵνα κἀμοὶ πεισθῶσιν; εἰ δ’ ἐμὲ μὲν πονηρὸν ἡγοῦντο, ὑμᾶς δὲ χρηστούς, διὰ τί οὐ καὶ ὑμᾶς ᾐτιῶντο τηνικαῦτα τοὺς χρηστούς, ὅτεπερ κἀμὲ τὸν πονηρόν; δεῖ γὰρ ἤτοι τὸν τρόπον τὸν ἐπὶ τῷ ἀνθρώπῳ ἢ τὸν ὅρκον τὸν ἐπὶ τῷ θεῷ πιστὸν εἶναι καὶ πιστοὺς μὲν ὑμῶν εἰδότες τοὺς τρόπους οὐκ ἂν ἐπὶ τὸν ὅρκον ἦγον, πιστὸν δὲ εἰδότες τὸν ὅρκον οὐκ ἂν ἐφλυάρουν οὐδ’ ᾐτιῶντο τὸν τρόπον. 
    ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιὲς οὐδ’ οὕτως ἔχον, ὦ Λέαγρε, ὥσπερ ἐκεῖνοί φασιν, ἀλλὰ τὰς μὲν παρούσας παροχάς, καθάπερ ἔλεγον, ὁ φθόνος αὐτῶν πεποίηται πρὸς ὑμᾶς, ὅτι οὔπω μετὰ Θεμιστοκλέα ἄλλου δέονται, ἀλλ’ ὅτι ἐμοῦ πλήρεις εἰσίν. εἰ δ’, οἷον εἰκός, ἔρρει τὰ κατ’ ἐμὲ ἤδη, τηνικαῦτα δὴ ὀρρωδῶ μὲν ἐγὼ περὶ ὑμῶν, δεδιττέον δὲ ὑμῖν αὐτοῖς ὑπὲρ ὑμῶν αὐτῶν μὴ κενὸς ὑμῶν ὁ ὅρκος γένηται πεπιστεῦσθαι μὲν οἰόμενοι, πιστεύσασι δὲ ἐξαπατώμενοι, κἀγὼ μὲν ὁ μὴ πιστευόμενος ὀμνὺς ἔξω βεβηκὼς ἁρκύων καὶ ἁρκυωρῶν τύχω, ὑμεῖς δὲ οἱ μαρτυρόμενοι ὅτι εὐσεβεῖς ἐστὲ καὶ εὔορκοι ἐς τάδε, ἐνασεβηθῆτε καὶ ἐνεπιορκηθῆτε ὑπὸ τῶν μαρτύρων. δεδίττει ἡμᾶς, ὦ Θεμιστόκλεις, καὶ δειματοῖς ταῦτα λέγων, φήσει τις ἴσως. σιωπῶν γὰρ ὑμᾶς οὐ δεδίττομαι, ἀλλ’ εἰ μὲν λέγοιμι, ἀκούσεσθέ μου· εἰ δὲ μηδὲ τοῦτο, οὐ μέμνησθέ μου ὅτι ἐγὼ μὲν ὁ πᾶσιν Ἀθηναίοις προστάξας ἐκλιπεῖν μὲν τὸ ἄστυ εἰς δὲ τὰς ναῦς ἐμβαίνειν καὶ πείσας, μᾶλλον δὲ ὑπακουσθεὶς οὐκ ἔπεισα τοὺς αὐτοὺς τούτους ἵνα μοι ἐπιχωρήσειαν οἰκῆσαι μετ’ αὐτῶν Ἀθήνησιν καὶ τί μετ’ αὐτῶν λέγω; οὐδὲ δίχα Ἀθηναίων ἐν τῆ Ἑλλάδι. 
    ἀλλ’ ὁ Πύθιος αὐτοῖς (καὶ γὰρ τοῦτό με ἐκάλουν, ὅτεπερ τὸν χρησμὸν αὐτοῖς ἐξηγησάμην) οὔτε Δελφῶν οὔτε Δήλου, τὸ δ’ ἐπὶ τούτοις εἶναι οὐδὲ Ξάνθου μοῖραν ἔχω, εἰ μὴ τελευτῶν εἰς Ὑπερβορέους ἐκτοπίσαιμι· καὶ ᾧ ὑπανέστησαν οἱ Ἕλληνες Ὀλυμπίαζε παρελθόντι ἐπὶ τὴν θέαν τοῦ γυμνικοῦ ἀγῶνος, τούτῳ οὐχ ὅτι ἐν πανηγύρει καὶ θεάτρῳ τιμὴ καὶ προεδρία τὰ νῦν, ἀλλ’ οὐδ’ ἐν βεβήλῳ τῆς Ἑλλάδος οἴκησις, οὐδ’ ἐν ἱερῷ ἱκετεία καὶ κατάφευξις. ταῦτα οὐκ ὀρρωδεῖτε, ὦ Λέαγρε, οὐδ’ ὕπεισιν ὑμᾶς θάμβος, ἀλλὰ μετὰ τὸν ὅρκον πάντ’ ἔχειν ὑμῖν οἴεσθε καλῶς; καὶ ἔχοι γάρ, ὦ δέσποινα Ἀθηνᾶ· ἀλλ’ οὐδὲν οὕτως ἀνόητον ὡς ὅταν μὴ διαφέρωσιν εὐχαὶ καὶ ἐλπίδες. τί οὖν ποιητέον, ἐρήσῃ με. φεύγωμεν ἄρα μηδενὸς ἡμᾶς ἐλαύνοντος; 
    οὐ λέγω τοῦτο, <pb facs="epistolographoih00hercuoft_0843"/> ἀλλὰ μὴ κοιμᾶσθε· ἀπιστεῖτε, φοβεῖσθε. ὑποθήσεται τὸ τηνικάδε ἢ ἀποχωρεῖν, ἂν τούτου δέῃ, καὶ ποιον τις αυτη ἢν τοῦ ἔργου μόνον φροντίζητε. ἢν δὲ ῥᾳθυμῆτε πάντ’ ἔχειν ἡγούμενοι κατὰ τρόπον, δέδοικα μήποτε ὁ δυστυχὴς ἐγὼ ὅλας τὰς Ἀθήνας ἄντικρυς ἀφῃρημένος ὦ. μέχρι γὰρ νῦν ἔχω τι αὐτῶν καὶ μὰ Δί’ οὐχὶ τὸ φαυλότατον, ἀλλὰ τὸ βέλτιστον περιόντων ἔτι καὶ ζώντων μοι τῶν φίλων. 
    εἰ δ’ οὖν ἐγὼ μὲν φυγὰς ὅποι ποτὲ γῆς ἀλώμενος, οἱ δ’ ἐχθροὶ οὑμοὶ λαμπροὶ καὶ μέγα ἰσχύοντες, οἱ δὲ ἑταῖροι ὑμεῖς οὔτε αὐτόθι οὔθ’ ὁμοῦ, δουλεία δ’ ἐν τῷ μέσῳ παιδαρίων ὀρφανῶν πολλῶν, γυναικῶν ἐρήμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν, ἐνίων δὲ καὶ πρεσβυτῶν καὶ πρεσβυτίδων (ἐνίοις γὰρ αὐτῶν καὶ οἱ γονεῖς ἔτι εἰσίν), εἰ ταῦτα πάντα ἀθρόα ὥσπερ ἔφην καταλαμβάνοι, ἆρά γε οὐχὶ κἀμοὶ τῷ παντὶ ἄμεινον αὐτομολεῖν δεῦρο καὶ πάσχειν τὰ τοῖς ἐχθροῖς δοκοῦντα ἢ τούτων τι ὁρᾶν γιγνόμενον καὶ ἀκούειν λεγόμενον; 
    τοιγάρτοι ταῦτά μοι οὕτως γε ὁσημέραι καὶ νυκτὸς ἐκφρόντιζε καὶ διακρίβου, ὦ Λέαγρε, καὶ τοῖς ἑταίροις ἡμῶν ἅπασιν ὑποτίθεσο καὶ παρηγόρει καὶ πρὸς ταῦτα προηγεῖσθαι διαπειρῶ μὴ μόνον τοῖς ὡρκωμένοις, ἀλλὰ καὶ τοῖς ἀνωμότοις, οἶσθα δὲ πάντας αὐτούς. καὶ ταύτης γε αὐτῆς τῆς ἐπιστολῆς ἄχρι τοῦδε τουτὶ πᾶν τὸ μέρος ἐπιδείκνυσο αὐτοῖς, εἰ βούλει, καὶ παραναγίγνωσκε, τὰ μέντοι μετὰ τοῦτο ἢ ἀπαλειψάμενος διάφθειρον ἢ ἀποτεμόμενος ἔχε, καὶ ἔξω μόνου σοῦ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις γενέσθω ἄγνωστον. ἐγὼ γὰρ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ θερμὸν καὶ θρασὺν καὶ ἀποκεκινδυνευκότα μᾶλλον ἢ παρακεκινδυνευμένον ἀναρρίπτω κύβον, ἀλλ’ οὐδὲν ἧττον ἀναρρίπτω καὶ τολμῶ καὶ δέδοκταί μοι, κἀμὲ μήτε Λέαγρος οὑμὸς ἑταῖρος ἐπισχεῖν θελήσει τῆς ὁρμῆς (οὐ γὰρ ἐφεξει) μήτε Νεοκλῆς ὁ πατὴρ ἢ Θεμιστοκλῆς ὁ θεῖος ἀναβιώσαντες νῦν καὶ δεῦρο ἀφικόμενοι, ἀλλὰ μηδ’ ὄρνις μηδὲ φήμη μηδ’ αὐτὸς ὁ τὸ ξύλινον τεῖχος περιτειχίσασθαι τοῖς πολίταις σου θεσπίσας. 
    ἀλλ’ εὐφήμει, ὦ κράτιστε, καὶ θεοῖς εὔχου σωτηρίαν καὶ νόστον ἡμῖν ἀπήμονα ὀπίσω πέμψαι καὶ τὸ τέλος τῶν ἐγχειρουμένων μὴ μόνον ὡς ἐλπίζομεν ἀλλὰ καὶ ὡς ἄξιοι ἐσμὲν οὕτως ἡμῖν ἐπιθέσθαι. διέγνωκα γὰρ ἀπαίρειν ἐκ τῆς Ἐφέσου αὐτίκα παρὰ βασιλέα τὸν ὡς σὺ μὲν οἶσθα πολέμιον, ὡς δὲ Ἀθηναῖοί φασι (καὶ μαντεύοιντο, ὦ Ζεῦ δέσποτα, καὶ τἀληθῆ λέγοιεν) φίλον. προπέμπεταί τέ μοι παρ’ αὐτὸν ἤδη, καὶ ἤπια τῷ ἀγγέλῳ ἀπεκρίνατο καὶ πρὸς ἐμὲ ἐπέστειλεν, ὥστε με παντάπασιν ἐκπεπλῆχθαι καὶ θαμβεῖν ἐσχάτως, εἰ μὴ τοσοῦτο μόνον, ὅτι οὐδὲ ἡμεῖς ἀληθὲς οὐδὲν πώποτε οὔτ’ εἴπομεν ἐκείνῳ οὔτ’ ἐπεστείλαμεν. ἀλλ’ οὐ γὰρ ἂν ἡμᾶς μιμούμενος τύχοι βασιλεὺς ὢν μέγας, καὶ οὐδὲν οὕτω ψευδομένῳ χρήσιμον κακῶς ἡμᾶς ποιεῖν, παρὸν εἰ ἐβούλετο καὶ τἀληθῆ λέγοντα. 
    ἐγὼ μὲν οὖν εἶμι ὡς ἐκεῖνον, ὅ τι δὲ δράσων ἢν δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλʼ ὅτι βούλομαι πράττειν ἢν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου σῴην δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλ’ ὅτι βούλομαι πράττειν ἣν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου ’̔ <pb facs="epistolographoih00hercuoft_0844"/> τε τῶν ἡμετέρων ἥκιστα μὲν ἐπιφανῶς, ὅτι οὕτως ἀμφοῖν συμφέρει, μάλιστα μέντοι πεφροντισμένως, ὥσπερ καὶ ὅτι ποιήσεις εὖ οἶδα ἐγώ· καὶ μᾶλλον γένοιτο φανερῶς σε ἐπιμέλεσθαι τῶν ἐμῶν ἢ ἀμελῶς αὐτὰ διατίθεσθαι δεδοικότα. ἀλλὰ κἀκεῖνό γε, εἴ με στέργεις, εὐλαβοῦ, πρῶτον μὲν σαυτοῦ ἕνεκα, ὃς ἐμοὶ τῆς ἐμῆς ψυχῆς ἄξιος εἶ, εἶτα καὶ δι’ ἐμὲ καὶ τἀμά, ἵνα πολὺν ἡμῖν χρόνον ὠφέλιμος ᾖς καὶ χρήσιμος. ταυτὶ μὲν ὧδε ἐπέσταλται ἡμῖν ἣι ἐνόμιζον εἶναι παρὰ σέ, πειράσομαι δὲ καὶ τὰ λοιπὰ ὅπως ἂν ἡμῖν ἔχῃ, διαδηλοῦν σοι τάχιστα, ἵνα μηδὲν ἀγνοῇς τῶν ἐμῶν.</p></div><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="9"><head rend="center"><label>θ′.</label> Καλλίᾳ.</head><p rend="indent">Μὴ ζήλου, ὦ Καλλία, Ἀριστείδην τοῦ φθόνου· οὐδὲ γὰρ ἐκεῖνος πολλά σε ἔφη ζηλῶσαι τοῦ πλούτου. καίτοι μακρῷ ἄμεινον ἦν, ἃ πάντες εὔχονται σφίσιν αὐτοῖς καὶ γενεαῖς σφετέραις, κἀκεῖνον ἀσπάζεσθαι, ἢ ἃ πάντες ἐχθαίρουσι καὶ ἐπάρατα ἡγοῦνται, ἐκεῖνά σε μιμεῖσθαι. μηδὲν οὖν αἰτιῶ μηδὲ σωφρόνιζε Ἀθηναίους ὅτι εἰκαίως χειροτονοῦσι καὶ ἐκ τῶν ἀναξίων αἱροῦνται προστάτας, εἰς ἐμὲ αἰνιττόμενος, ἀλλὰ πρῶτον ἐκεῖνο σκόπει, ὅτι ἐπιπλήττεις αὐτοῖς νενικηκότας προστάτας κεχειροτονηκόσιν, ἔπειτα ὅστις ὢν αὐτὸς ταῦτα ληρεῖς καὶ ὅτι οὐδὲ μετὰ πολλοὺς ἄλλους Θεμιστοκλέας στρατηγὸς ὧδε ἀποδειχθῆναι δεδυνημένος. οὐ γὰρ τῶν τυμβωρυχησάντων τοὺς ἐν τοῖς λάκκοις ἐν Μαραθῶνι κατασεσηπότας Πέρσας, ἀλλὰ τῶν καταναυμαχησάντων καὶ ἀποκτεινάντων τοὺς ἐν Σαλαμῖνι καὶ ἐν Εὐβοίᾳ παραταττομένους ἔδει στρατηγῶν τῇ πόλει, οὐδὲ καθόλου ἡγεμόνων πολλὰ μὲν χρήματα κεκτημένων, ὁπόθεν δὲ αὐτὰ κέκτηνται εἰπεῖν οὐ δυναμένων, ἀλλὰ μεγάλα καὶ καλὰ ἔργα διαπραξαμένων. 
σὺ δὲ ἐν οἷς μὲν δυνατώτατος ἦσθα αὐτὸς ἑαυτοῦ καὶ τῶν ἄλλων οὐδὲν ὀνήσας τὴν πόλιν, ἐν οἷς δὲ ἀχρηστότατος εἶ πάντων Ἀθηναίων, ἐν τούτοις περιεργάζεσθαι καὶ πολυπραγμονεῖν ἐπιχειρεῖς, καὶ πλοῦτον μὲν τοσοῦτον ὄντα, ὅσον οὐκ ὀλίγαι μυριάδες Περσῶν ἐπλούτουν, οὓς παντας σοι ἐκληρονομήσω, οὐκ οἶδ’ ὅπως ἀφελόμενος τους μαχεσαμένους αὐτοῖς καὶ τὴν πόλιν σύμπασαν τὰ λάφυρα, οὔτε μικρὸν οὔτε μέγα οὐδὲν ὤνησας οὐδέποτε τὴν πατρίδα, λόγοις δὲ ἄρα, ἐν οἷς σὺ ἀδυνατωτατος, σωφρονίζειν αὐτὴν ἐπιχειρεῖς καὶ περὶ πολεμικῶν ἔργων, ἐν οἷς ἀχρηστότατος εἶ καὶ ἀνανδρότατος, ἐπιτιμᾷς Ἀθηναίοις οὕτω καὶ μὴ οὕτω διαγνοῦσιν. ἀλλ’ ὧδε ἔχει, ὦ Καλλία. τοὺς λέοντας ζωοὺς μὲν ὄντας οὔτε οἱ ταῦροι ὑπομένουσιν οὔτε ἄλλο τι τῶν παμμεγάλων καὶ ἀλκίμων θηρίων, πεσόντων δὲ αὐτῶν καὶ κειμένων οὐδὲν θαυμαστὸν εἰ καὶ οἱ μύες ἐπ’ αὐτοὺς ἀναβαίνουσιν. ὥστε καὶ σὺ νῦν μὲν ἐφάλλῃ ἡμῖν ᾗ βούλει καὶ ἐμπηδᾷς, ὅτι πᾶσιν ἐσμὲν περίπατος· οὐδὲν μέντοι τῶν ἀδοκήτων, εἰ καὶ ἡμῖν ποτὲ ἔτι γοῦν ἐμπνέουσι καὶ τὴν ψυχὴν ἔχουσι δώσει <pb facs="epistolographoih00hercuoft_0845"/> θεὸς ὑπομνῆσαι ταύτης τῆς δημηγορίας. δώσει δ’, εὖ οἶδ’ ὅτι δώσει. οὐκ ἀρετᾷ κακὰ ἔργα, φασὶν οἱ ποιηταί.</p></div><div type="textpart" subtype="epistle" xml:base="urn:cts:greekLit:tlg0055.tlg001.1st1K-grc1" n="10"><head rend="center"><label>ι′.</label> Ἁβρωνίχῳ.</head><p rend="indent">Τεθάρρηταί μοι τὰ μεγάλα καὶ δεινὰ ἐκεῖνα, ὦ Ἁβρώνιχε. ἧκέ σοι παρ’ ἡμῶν Εὐξίθεος ἀπὸ γλώττης διαλεξόμενος καὶ δηλώσων ὅπως μοι διέγνωσται, σὺ δ’ ἐσιώπας, ὡς ἔφασκεν ἐκεῖνος, εἰς τὴν γῆν κύπτων, ἐπαινεῖν μὲν οὐκ ἔχων, ὡς ἐμὲ εἰκάσαι, κωλύειν δ’ οὐκ ἐθέλων. καὶ καλῶς ἐποίεις· οὐ γὰρ ἂν ἐκώλυσας, βλασφημεῖν δ’ οὐχ ἥρμοττεν. ἀλλ’ εἶμί γε, εἶμι, καὶ ἐπὶ τῆς ἀπήνης ἤδη καθεζόμενος ταυτὶ γέγραφα. εὖ πρᾶττε καὶ περὶ ἡμῶν εὐθύμει.</p></div></div></body></text></TEI>