ια′. Ἀμεινίᾳ. Εἰ καὶ μὴ κεχρήμεθα ἀλλήλοις πολὺν χρόνον, ἀλλ’ ἐοίκαμεν ἀλλήλοις πάντα τὸν βίον, αἵ τε χρεῖαί μου κεκοινώνηνται, μεγάλαι δέ, ὥστε ἀποχρῆναι ἡμῖν τὴν ἡμέραν ᾗ ἐναυμαχοῦμεν ἐν ταὐτῷ, οὐ στρατιᾶς μέρος ὄντες, ἀλλ’ ἐγὼ μὲν ὃν σὺ οἶσθα καὶ οἱ πλείους τῶν νῦν ὄντων ἀνθρώπων, σὺ δὲ τριήραρχος ὢν τοῦ παντὸς ἀριστεύων ναυτικοῦ· ἥπερ μείζων καὶ βεβαιοτέρα φιλία ἢ συναριστῶσι καὶ συνδειπνοῦσιν ὁσημέραι ἀνθρώποις, εἰ καὶ δοίης τὸ Τιθωνοῦ δὴ λεγόμενον γῆρας, διὰ τὸν χρόνον ἂν γένοιτο. πρός γε μὴν οὕτως ἀνδρεῖον ὄντα σε καὶ δίκαιον οὐδὲ ἀμνήμονα εἶναι πείθομαι ὧν χρεὼν μεμνῆσθαι, ἀλλὰ τὸν καιρὸν ὁρᾶν ἐκεῖνον οἴεσθαι παρόντα, ἐν ᾧ σὺ μὲν ἐπιβόητος εἰς πάντας ἐγένου δι’ ἡμᾶς, ἡμεῖς μέντοι διὰ σὲ πολλοῖς καὶ δυνατοῖς οὐκ Ἀθηναίων μόνον ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων προσεκρούσαμεν. ἢ πῶς οὐ δεινὸν ἂν γένοιτο Ἀλκιβιάδην μὲν καὶ Στράτιππον καὶ Λακρατίδην καὶ Ἑρμοκλέα τοὺς Ἀθηναίους, τὸν Αἰγινήτην δὲ Ἀριστείδην καὶ Δόρκωνα τὸν Ἐπιδαύριον καὶ Μόλωνα τὸν Τροιζήνιον καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων προδοσίαν τῆς ἐμῆς στρατηγίας καταδικάζειν, δι’ ἣν αὐτὸ τοῦτο ὧν ἕκαστος βούλεται τοῖς ἄρχουσιν ὑπάρχει τὰς οἰκείας οἰκεῖν πατρίδας, ἀρκουμένοις ὅτι περὶ σοῦ μοι δι’ ἀπεχθείας ἐγένοντο; καὶ ἐδικάσαντο ὀρθὴν τὴν ὑπὲρ τῶν ἀριστείων δίκην, ἐνεμέσησάν σε δὲ δι’ ὃν ὑπ’ ἐκείνων καὶ ἄλλων πολλῶν καὶ ἄγομαι καὶ φέρομαι, μὴ οὐχὶ τὸ ἑαυτοῦ τε καὶ τὸ ἀντὶ πάντων ἐκείνων εἶναί μοι φίλον. καὶ ἐρρωμενέστερον τῷ παντὶ τῆς εὐχαριστίας μετὰ τοῦ δικαίου ἡμῖν ὑπάρξει ἡ μετὰ τοῦ ἀδίκου μνησικακία, καὶ μεῖζον ἐκεῖνοι δυνήσονται κακοῦντες ἡμᾶς ἀδίκως ἢ σὺ δικαίως εὖ ποιῶν; ἀλλ’ οὐ γὰρ πείθομαι ταῦτα ὑπὲρ Ἀμεινίου τοῦ Εὐφορίωνος, ἀνδρὸς οὐ τὴν πατρῴαν μόνον εὐγένειαν γενναίου ἀλλὰ καὶ τὴν τῶν συγγενῶν, Κυνεγείρου μὲν ἐν τῷ Μαραθωνιακῷ πολέμῳ διενεγκόντος τὰ πολεμικά, Αἰσχύλου δὲ ἐν παντὶ τῷ βίῳ κατὰ παιδείαν καὶ σωφροσύνην διαφέροντος. ἀλλὰ καὶ μιμήσῃ αὐτὸς ἑαυτὸν καὶ τοῖς ἀδελφοῖς ὅμοιος ἔσῃ καὶ τῶ σεαυτοῦ ναυάρχῳ βοηθήσεις. ἡ δὲ βοήθεια ἀρίστη ἀντέχειν ἔν ταῖς ἐκκλησίαις ἑκάστοτε. καὶ ἐν μὲν τοῖς δημοσίοις συλλόγοις εἴ τι καινότερον ἐφ’ ἡμῖν ῥάπτοιτο καὶ μηχανῷτο ὑπὸ τῶν ἐξελασάντων ἡμᾶς ἢ κατὰ τῆς ἀθλίας μου γυναικός, εἰ καὶ σὺ τῶν ἡμετέρων ἐπαγγέλλοιο συλλαμβάνειν καὶ ὑπουργεῖν τὰ μετρία, εὖ ποιήσεις· εἰ δὲ ἐπαγγέλλοιο, οὐδέν σε ὀχλήσει πλὴν ἐπιμελείας καὶ ἐπαχθοῦς φροντίδος. ιβ′. Ἀριστείδῃ. Ἤραμεν εἰς Πέρσας, ὦ Ἀριστείδη, ἤραμεν, καὶ οὐδὲν δεινὸν ἐπάθομεν ὑπ’ αὐτῶν. οἶδα δὲ ὅτι κατὰ σαυτὸν μὲν θαυμάσῃ, τοῖς δὲ ** προσποιήσῃ μὴ παρ’ ἐλπίδα σοι τοῦτον τὸν λόγον λελέχθαι, ἀλλὰ καὶ τεκμηρίῳ χρήσῃ πρὸς τὸ πλῆθος ὅτι βεβαιοῦταί μου ἡ διαβολὴ τῇ τ’ ἐμῇ εἰς ἐκείνους ἐλπίδι τῇ τε ἐκείνων φιλοφροσύνῃ εἰς ἐμέ. ἀλλ’ ὅταν ταῦτα ληρῇς ἔχων, ἐπιπεσέτω σοι τὸ ἐν Σαλαμῖνι τρόπαιον· ἔστι δὲ λίθινον, οἶσθα, καὶ νεανικῶς εὐμέγεθες. οὐκ ἂν ἔτι, ὡς ἐγὦμαι, τὸν δῆμον ταράττοις οὐδ’ ἄλλοις εὐεργέταις φθονοίης, εἴ τις ἄρα δαίμων, οὐ κατὰ τὴν σὴν ἀλαζονείαν δίκαιος ἀλλ’ ἀληθινῶς, ἐκείνην τὴν πέτραν εἰς τὴν ἐπάρατόν σου καὶ ἀχάριστον κεφαλὴν ἐμβάλοι. ἐμὲ δὲ οὐκ ἀντευποιῶν περισώζεται βασιλεὺς ὁ μέγας (ἦπου τὰ μέγιστα ἂν ἡμῖν χαρίζοιτο ἀμειβόμενος, παθῶν ἃ ἐπεπόνθει), ἀλλὰ τὰ μὲν ἄλλα ἐχθρὸν ᾔδει με αὑτοῦ, τῆς δ’ ἀρετῆς ἐθαύμαζεν καὶ τῆς τύχης ᾤκτειρε. τοιγάρτοι κινδυνεύειν αὐτοὶ περὶ ἐμοῦ ἐπιπρεσβεύεσθε παρ’ ἐκεῖνον, ηποιπερ αὐτοὶ ἠδικεῖτε, ἢν ἐκεῖνος βοηθοίη ἀδικουμένῳ, αὐτοί τε ἐλεεινὸν ἐποιεῖτε ἐκβάλλοντες, ὃ δὲ ἄρα ᾤκτειρεν εἰκότως ἐκβεβλημένον. ἀλλ’ οὐ γὰρ ἐλεεινοὶ τὰ νῦν ἔτι οἱ φυγάδες ἡμεῖς. ὥστε πνιγέσθω μὲν ὁ Λυσιμάχου υἱὸς Ἀριστείδης, πνιγέσθω δὲ πᾶς, ὅτῳ μὴ καθʼ ἡδονήν ἐστιν ὅτι δεξιώτερα ἡμῖν ἀπήντηκεν ὧν αὐτὸς ἤλπιζεν. ιγ′. Πολυγνώτῳ. Ἦπου σύ γε, ὦ Πολύγνωτε, τὰς ναυμαχίας ἡμῶν καὶ τὰς στρατηγίας ἐννοούμενος ἐγκελεύῃ καὶ τὴν ἐκ τῆς πατρίδος μετάστασιν ἡμᾶς γενναίως φέρειν. ἡμεῖς δ’ ἀπιόντες μέν, ὅτε καὶ ἐν ὄψει εἴχομεν τὰ καταλειπόμενα, θρασύτερον αὑτοῖς ἐπηγγελλόμεθα καρτερήσειν τὴν ἀπουσίαν, καὶ αὐτοὶ τὰς ναυμαχίας ἐννοούμενοι καὶ ὅσα ἄλλα ὑπεμείναμεν ὅμοια ᾠόμεθα ὑπὸ γενναιότητος καὶ ταῦτα διενεγκεῖν, καὶ οἶσθα ὅτι οὐκ ἄγαν ὀδυρόμενοι μεθιστάμεθα. νῦν δ’ ἡμῖν ὁ χρόνος, ὦ Πολύγνωτε, οὐ λήθην ὧν ἀπελείπομεν παρέχει οὐδὲ συνήθειαν τῆς φυγῆς, ἀλλ’ ἡ μὲν φυγὴ κούφη ἂν ἦν μὴ μακρὰ οὖσα, τὰ δ’ ἀπολειφθέντα ἔτι ποθεινότερα ὑπὸ τοῦ χρόνου γίγνεται, καὶ οὐ παραμυθία τίς ἐστιν ὅτι πολλὰ καὶ ἄλλα γενναίως ὑπέμεινα ἐγὼ μαχόμενος τοῖς βαρβάροις καὶ κινδυνεύων, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ καὶ ταῦτα ἐναντία γίγνεται· δοκῶ γὰρ δὴ καρτερῆσαι καὶ ταῦτα, ὅπως μοι παρῇ ἀπολαύειν Ἀθηνῶν. καὶ ὑπὸ τούτου μᾶλλον, ὦ Πολύγνωτε, ἐπιδιδόασιν αἱ φροντίδες, εἰ πολλοῖς μὲν ἄλλοις μηδὲ θεαταῖς γενομένοις τῶν περὶ Εὔβοιαν ἢ ἐν Σαλαμῖνι ναυμαχιῶν ἔνεσται βιοῦν ἐν Ἀθήναις καὶ ἐκβάλλειν οὓς βούλονται καὶ μετακαλεῖν εἰ δόξειεν, ἡμῖν δὲ τοῖς εἰ καὶ βραχὺ συλλαβομένοις φυλαχθῆναι ταύτην Ἀθηναίσις τὴν ἐξουσίαν μόνοις οὔτε ταύτης οὔτ’ Ἀθηνῶν μέτεστιν, ἀλλὰ καλούμεθά τε ὃ τοῖς ἐχθίστοις ἥδιστον καλεῖν, φυγάδες, αὐτοί τε ὅτι τοῦτ’ ἐσμὲν αἰσθανόμεθα, ἔρημοι μὲν ὑμῶν τῶν φίλων, ἔρημοι δὲ οἴκων καὶ ἑστίας ἐφ’ ἧς τὰ κατὰ Μήδων ἐπινίκια ἐθύσαμεν, πάροικοι δ’ ἀλλοτρίας γῆς τε καὶ πόλεως, καὶ τάχα καὶ ἀποθανούμεθα φυγάδες ἀκμὴν μένοντες. ἦ μάλα γὰρ ἄψυχοι ἐμαχόμεθ’ ἂν τοῖς πολεμίοις, εἰ ταῦτά τις ἐλπὶς ἡμῖν προύφαινεν. ἢ μετεδιώκομεν ἂν ταῦτα φέρουσαν τὴν νίκην, εἰ μετὰ Μήδους παρὰ Λακεδαιμονίοις περὶ τῆς Ἀθηναίων πόλεως ἐκινδυνεύομεν; Ἀργεῖοι γὰρ ἀποδεινενειν καὶ Ἀργείοις τἀγαθὰ εὔχεσθαι καὶ ἄλλῃ τινί πως καὶ πάσῃ πόλει, ἐπείπερ πάσῃς ἡμῖν μέτεστιν ἔξω Ἀθηνῶν. ἀλλὰ σχέτλιά γε καὶ ταῦθ’ ὑπὸ τῆς φυγῆς ἠναγκάσμεθα εἰπεῖν ὥσπερ ὑπὸ μανίας. τί γὰρ ἡμᾶς Ἀθηναῖοι κακόν, ὦ Πολύγνωτε, τί δ’ οὐκ ἀγαθὸν εἰργάσαντο; ἢ πῶς οὐ ψευσόμεθα, καὶ οὗτοι οἱ λόγοι ἔργου ἐλθόντος ἀποδράσονται; οὐ γάρ, εἰ Μῆδοι πάλιν τῇ Ἀττικῇ ἐπιχειροῖεν, ἀκίνδυνος, ὅτι φυγάς εἰμι, δόξω εἶναι, οὐδὲ τῶν μὴ τοιαῦτα πεπονθότων τὸν ἀγῶνα ἡγήσομαι, ἀλλ’ εἰ καὶ μὴ ναύαρχος ἢ στρατηγός, ὦ Πολύγνωτε, φυγάς γε μαχοῦμαι, καὶ οὔθ’ ἱππάσασθαι παρὰ τοῦτο χεῖρον ἄν μοι γένοιτο οὔτε νηὶ χρήσασθαι, πολὺ δ’ ἂν καὶ εἰδείην νῦν ὑπ’ ἐμπειρίας ἄμεινον ἢ τότε μαχητὴς γενέσθαι. καὶ φυγάδας μὲν ἡμᾶς δύναιντ’ ἂν οἱ κάκιστοι Ἀθηναίων ποιεῖν, κακοὺς δὲ οὐδέποτε. ἔδει δὲ ἄρα ἡμᾶς καὶ ἐν ταῖς καθ’ ἡμῶν αὐτῶν κολάσεσιν αἰσθέσθαι ἧς Ἀθηναίοις ἐσώσαμεν ἐξουσίας. καὶ ταῦτα μὲν ἐνθυμεῖσθαί τε πολλάκις ἡμῖν ἔστι καὶ λόγων πληροῦσθαι μυρίων, καὶ ἀντιμάχεσθαι δοκῶ ταῖς φροντίσιν, ἡ δὲ παροῦσα ἐρημία δεινὴ ἀντίκειται μεθέλκουσα καὶ ἑαυτῆς ποιοῦσα τὸν νοῦν, καὶ δὴ καὶ ἀπάγει ἡμᾶς τῶν ἰσχυροτέρων λογισμῶν. καὶ οὐδὲ Ἀργείων οἱ πλεῖστοι παρόντες ἡμῖν ἀντεροῦσι μὴ ἐρημίαν εἶναι ταῦτα, ἀλλ’ ἅμα τῷ πλήθει τῷ τούτων καὶ ἡ τῶν φίλων τε καὶ οἰκείων ἀπουσία φαίνεται. ἀλλ’ εἰ μὲν ἔρρωται ἤδη σοι τὸ θυγάτριον, ἣν προυτείνου τῆς κατοχῆς αἰτίαν, ἀφικνοῦ πολλὰ τῶν λυπούντων ἡμᾶς ἀφαιρησόμενος· ὅ τι δ’ ἂν ᾖ τὸ κατέχον, ταῦτα μὲν λυθῆναι εὐχόμεθα, Μεγακλέα δὲ μᾶλλον ἔτι καὶ σὺ παρὼν αὐτῷ καὶ ἐγὼ γράφων ἀναπείθωμεν ἐκτελέσαι ποτὲ ἐλθόντα τὴν ἡμετέραν ἐλπίδα καὶ παύσασθαι ὑπισχνούμενον. ιδ′. Παυσανίᾳ. Ἀπολελόγησαι ὑπὲρ τῆς τύχης, ὦ Παυσανία· δι’ ὧν γὰρ οὕτως ἠτύχηκας δικαίως ἀφῄρησαι καὶ ἡμᾶς τοῦ κατηγορεῖν ἔτι τῆς τύχης. σὺ γὰρ ἐπιχειρῶν Μῆδος γενέσθαι Λακεδαιμόνιος ὤν, καὶ Μήδοις προστιθεὶς τὴν Ἑλλάδα ἀρχῆς μὲν ἀπεστέρησαι ἧς ἐφ’ Ἑλλησπόντῳ εἶχες, καὶ ἐξουσίας δι’ ἧς ταῦτα ἔπρασσες, αὐτὸς δὲ περιειη καὶ κατὰ καιροῦ ποθεῖς, ἐν ᾧ τὰ διεγνωσμένα καὶ δρᾶσαι δυνήσῃ, ὥστε σὺ τὴν τύχην ἠδίκηκας, ἣν τότε εἶχες, οὐ σὲ ἐκείνη. καὶ νῦν ἔτι εὐτυχεῖς, ὅτι κινδυνεύσεις ἀκμὴν καὶ μέλλεις ἀποθανεῖσθαι ὑπὸ Λακεδαιμονίων· ἕξεις παραμυθίαν ὅτι καὶ οὐκ ἀδίκως ἀποθνήσκεις. Ἀρταβάζῳ ὑπερφυῶς ἔνσπονδος εἶ καὶ βασιλέως γαμβρὸς εἶναι ὀρέγῃ. καὶ πῶς ἴσα ἀντὶ ἴσων οἴει διδόναι τε καὶ λαμβάνειν, ὅς γε λαμβάνεις μὲν γυναῖκα βάρβαρον καὶ γῆν μετ’ αὐτῆς Καρῶν τάχα ἢ Φρυγῶν, δίδως δὲ γῆν τε τὴν Ἑλληνίδα καὶ πόλεις τὰς Ἑλλήνων, καὶ οὐδὲ Λακεδαίμονα ἐξαιρεῖς; καὶ τελέσειν ἃ διέγνωκας, ὦ μάταιε, ἐλπίζεις ἀποτυχών τε λήσειν, ὅτι σου τὸ φρόνημα μόνον ἦν προδότου, τὰ δὲ ἐργα ὑστέρησεν; οὐ τοσοῦτον ὦ Παυσανία διείργεται τῆς Πελοποννήσου ἥ τε Τρωὰς ἀκτὴ καὶ Κολωναί, ἔνθα σοι καταδύντι τὰ βασιλεῖ συμφέροντα μέλει, ὥστε τῶν σῶν ἔργων κωφὰ τἀνθάδε εἶναι, ἀλλά σοι τὰ πρὸς βασιλέα ὁ τολυπεύων ἐστὶ Γογγύλος ὁ κάκιστος Ἐρετριέων, εἴ γε τούτῳ ἀγαθῷ κέχρησαι ἀγγελιαφόρῳ, εἰς δὲ τὴν Ἑλλάδα φῆμαι ταῦτα ἀγγελιαφοροῦσι καὶ Μναστορίδας, ὃν σὺ Λακεδαιμόνιον ὄντα καὶ μένειν τοῦτο βουλόμενον καί σοι ῥῆσιν ἀεὶ ποιούμενον τὸν ἐν Σπάρτῃ νόμον ὑβρίσας ἔχεις καὶ μόνος τῆς προδοσίας ἀπολαύεις. ἀλλὰ σκόπει, ὦ σχέτλιε, εἴ τί σε Ἀρτάβαζος ὀνήσει Λακεδαιμονίων καλεσάντων ἢ ἡ βασιλέως θυγάτηρ ἤδη οὖσα ὡραία γάμου. καὶ σοὶ ταῦτα ὑφ’ ἡμῶν γραφόμενα πολὺ γενέσθω χαλεπώτερα καὶ δι’ ἡμᾶς, ὅτι σοὶ ταῦτα αὐτοὶ φυγάδες ὄντες ὀνειδίζομεν. ιε′. Αὐτολύκῳ. Ἧσσον, ὦ Αὐτόλυκε, παρηγορεῖν ἄν σε βουλοίμην ἡμᾶς ἢ τἀληθῆ λέγειν, σὺ δὲ ἐπιστέλλων σφόδρα ἤδη μεταμέλειν Ἀθηναίοις τῆς ἡμετέρας φυγῆς παρηγορεῖν ἔμοιγε δοκεῖς μᾶλλον ἢ τἀληθῆ λέγειν. οἵ τε γὰρ τὸ πλῆθος δι’ ἡμὰς διαβάλλοντες ἔτι ἰσχύουσι, καὶ καιρὸς οὐδεὶς καταλαμβάνει, ἐν ᾧ ἀχρεῖοι ἂν ἐν τῇ πόλει οἱ κακοὶ εἶεν καὶ ἅμα αἴσθησιν παρέχοντες ὅτι κατειργάσαντο τοὺς ἀμείνους ἐκπεσεῖν, ἀλλὰ νῦν τῇ κοινῇ εὐπραγίᾳ ἐπικαλυπτόμενοι ἀφανέστερον ἔχουσι τὸ ἀχρεῖον. καὶ μενέτω τὰ ἀποκρύπτοντα αὐτούς, ἐφ’ ᾧ τε καὶ ἡ πόλις εὐπραγήσει. ἡ γὰρ ἂν ἡμᾶς ἐπιεικῶς τὰ ἐν Ἀθήναις ἀγαθὰ καὶ δι’ ἀκοῆς εὐφραίνοι, καὶ εἰ δοκεῖ μὴ ὑπὲρ ἡμῶν εἶναι ἐπιδεδωκέναι αὐτὰ ἐξ ὅτου ἐφύγομεν· ἴσως γὰρ ἤδη καὶ ταῦτα ταῖς ἡμετέραις ἕπεται ἀρχαῖς καὶ εὖ κατασταθέντα εὖ προχωρεῖ, καὶ ἡμεῖς ἴσως ἂν ἑαυτοὺς δικαίως αἰτιῴμεθα ἀνοίξαντας ὁδὸν τοῖς πράγμασιν εὐρεῖαν, δι’ ἧς ἂν οὐκέτι χρῄζοι τοῦ ἄγοντος· σὺ δ’, ὦ Αὐτόλυκε, μὴ ὡς αὐτὸς ἐθέλεις μεταμέλεσθαι Ἀθηναίους, ἀλλ’ ὡς αὐτοὶ ἔχουσιν ἐπίστελλε ἡμῖν, ἔχουσι δ’, οἶμαι, καθὰ ἂν αὐτοὺς τρέπωσιν οἱ ἀεὶ παρόντες, οἳ φανερώτεροι ἂν ἦσαν τῆς κακίας μὴ φυγόντων ἡμῶν.